1. Ἐγκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ, τὰ νέα τιμᾶσθαι δι᾿ Ἐγκαινίων· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ἑκάστης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης, ἵνα μὴ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ καλὰ, μηδὲ παραῤῥυῇ λήθης βυθοῖς ἀμαυρούμενα. Ἐγκαινίζονται μὲν πρὸς Θεὸν νῆσοι, τῷ Ἡσαΐᾳ ὥσπερ ἀνέγνωμεν, ἅστινας δὴ τὰς νήσους ταύτας ὑποληπτέον· οἶμαι δὲ τὰς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας ἄρτι καθισταμένας, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακυπτούσας, καὶ πῆξιν λαμβανούσας, τῷ Θεῷ βάσιμον. Ἐγκαινίζεται δὲ τεῖχος χαλκοῦν, παρ᾿ ἄλλῳ προφήτῃ· οἶμαι δὲ, ψυχὴ στεῤῥὰ, καὶ χρυσοειδής, καὶ ἀριπαγὴς εἰς εὐσέβειαν. ᾌδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς τὴν Ἱερουσαλὴμ ἀνασωθέντες (κακεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ᾄδειν ᾠδὴν, ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ᾠδὴν καὶ πολιτείαν ἱστάμενο)ι· εἴτε οἱ μείναντες ἐν τῷ καλῷ, καὶ προκόπτοντες· καὶ τὸ μὲν κατωρθωκότες ἤδη, τὸ δὲ κατορθοῦντες, παρὰ τοῦ ἁγίου καὶ καινοποιοῦ Πνεύματος.
2. Ἐγκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε, καὶ Βεσελεὴλ ἐτελείωσε, καὶ Μωσῆς ἐπήξατο. Ἐγκαινίζεται δὲ ἡ βασιλεία Δαβὶδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, ἀναγορευομένου τὸ δεύτερον. Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, ὁ τῆς ἀπιστίας, καὶ Ἰησοῦς παρῆν, ὁ Θεὸς καὶ ναὸς, Θεὸς αἰώνιος, ναὸς πρόσφατος, ὁ αὐθημερὸν λυόμενος, καὶ τριήμερος ἀνιστάμενος, καὶ μένων εἰς τοὺς αἰῶνας, ἵν᾿ ἐγὼ σωθῶ, καὶ τοῦ παλαιοῦ πτώματος ἀνακληθῶ, καὶ γένωμαι καινὴ κτίσις, διὰ τῆς τοιαύτης φιλανθρωπίας ἀναπλαττόμενος. Ἐπιζητεῖ δὲ ὁ θεῖος Δαβὶδ καρδίαν καθαρὰν ἐν ἑαυτῷ κτιζομένην, καὶ πνεῦμα εὐθὲς τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· οὐχ ὡς οὐκ ἔχων, (τίς γὰρ, εἰ μὴ Δαβὶδ ὁ τοσοῦτος;) ἀλλ᾿ ὡς καινὸν γινώσκων τὸ νῦν ἀεὶ προστιθέμενον. Καὶ τί δεῖ μοι πλειόνων Ἐγκαινίων, ἐνὸν τὰ παρόντα γνωρίσαι, καὶ ἃ σήμερον πανηγυρίζομεν, τῇ ζωῇ μετὰ θάνατον πλησιάσαντες; Ἐγκαίνια, Ἐγκαίνια ἡ πανήγυρις, ἀδελφοί. Λεγέσθω γὰρ πολλάκις ὑφ᾿ ἡδονῆς. Καὶ τίνα ταῦτα; Οἱ μὲν εἰδότες, διδάξατε· οἱ δὲ ἀγνοοῦντες, τὴν ἀκοὴν ἐγκαινίζεσθε.
3. Φῶς ἦν ἀπρόσιτον, καὶ ἀδιάδοχον, ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, οὔτε μετρούμενον, ἀειλαμπὲς, τριλαμπὲς, ὀλίγοις ὅσον ἐστὶ θεωρούμενον, οἶμαι δὲ, οὐδὲ ὀλίγοις. Καὶ φῶτα δεύτερα, τοῦ πρώτου Φωτὸς ἀπαυγάσματα, αἱ περὶ αὐτὸν δυνάμεις, καὶ τὰ λειτουργικὰ πνεύματα. Τὸ δὲ παρ᾿ ἡμῖν τοῦτο φῶς, οὐχ ὕστερον ἤρξατο μόνον, ἀλλὰ καὶ νυκτὶ τέμνεται, καὶ τέμνει νύκτα ἰσομοιρίᾳ, ὄψει πιστευθὲν, καὶ ἀέρι χυθὲν, καὶ λαμβάνον ὃ δίδωσιν. Ὁρᾷν τε γὰρ ὄψει παρέχει, καὶ πρῶτον ὁρᾶται παρὰ τῆς ὄψεως, καὶ τοῖς ὁρατοῖς περιῤῥέον, παῤῥησίαν χαρίζεται. Βουληθεὶς γὰρ ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν τε καὶ ἀοράτων συνεστηκότα, τὸν μέγαν καὶ θαυμαστὸν τῆς μεγαλειότητος αὐτοῦ κήρυκα, τοῖς μὲν ἀιδίοις αὐτός ἐστι φῶς, καὶ οὐκ ἄλλο· (τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;) τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. Καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος, καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν.
4. Καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ᾿ ἀρχῆς ἀναδείξας, οὐδὲ ἡλιακόν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ᾿ ἀσώματον, καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. Ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας, εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν, καὶ σχῆμα, καὶ μέγεθος περιθεὶς, ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τὸ εἶδος τῆς ὕλης προϋπεστήσατο (εἶδος γὰρ ἡλίου τὸ φῶ)ς· μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δὴ μιουργήσας τοῦτον τὸν ἥλιον. Οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται, καὶ δεύτερον, καὶ τρίτον, καὶ τὸ ἑξῆς, ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα, λόγοις ἀῤῥήτοις τασσόμενα, καὶ οὐκ ἀθρόως ἀναδιδόμενα τῷ πάντα δυνατῷ Λόγῳ, καὶ ᾧ τὸ νοῆσαι μόνον, ἢ εἰπεῖν, ἔργον ἐστὶ παριστάμενον. Εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ, ὥσπερ βασιλεῖ, προϋποστῆναι τὰ βασίλεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυφορούμενον. Εἰ μὲν οὖν ἐμείναμεν, ὅπερ ἦμεν, καὶ τὴν ἐντολὴν ἐφυλάξαμεν, ἐγενόμεθα ἂν ὅπερ οὐκ ἦμεν, τῷ ξύλῳ τῆς ζωῆς προσελθόντες, μετὰ τὸ ξύλον τῆς γνώσεως. Καὶ τί γεγονότες; Ἀπαθανατισθέντες, καὶ Θεῷ πλησιάσαντες. Ἐπεὶ δὲ τῷ φθόνῳ τοῦ πονηροῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦτο τῷ ἡμετέρῳ πάθει πάσχει Θεὸς, γενόμενος ἄνθρωπος, καὶ πτωχεύει τῷ σὰρξ παγῆναι, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Ἐντεῦθεν θάνατος, καὶ ταφὴ, καὶ ἀνάστασις. Ἐντεῦθεν ἡ καινὴ κτίσις, καὶ μεθέορτος ἑορτὴ, καὶ πάλιν ἐγὼ πανηγυριστής, ἐγκαινίζων τὴν ἐμαυτοῦ σωτηρίαν.
5. Τί οὖν, φησίν; Οὐχ ἡ πρώτη Κυριακὴ τὸ Ἐγκαίνιον ἦν, ἡ μετὰ τὴν ἱερὰν νύκτα καὶ δᾳδουχίαν; Ἀλλὰ τῇ σήμερον τοῦτο δίδως, ὦ φιλέορτε σύ, καὶ πολλὰς ἐπινοῶν φαιδρότητας; Ἐκείνη τὸ σωτήριον ἦν, αὕτη δὲ τὸ τῆς σωτηρίας γενέθλιον· κἀκείνη μέν ἐστι μεθόριον τῆς ταφῆς καὶ τῆς ἀναστάσεως, αὕτη δὲ καθαρῶς τῆς δευτέρας γενέσεως· ἵν᾿, ὥσπερ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ· ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται, κατάπαυσις οὖσα τῶν ἔργων), οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρχηται, πρώτη οὖσα τῶν μετ᾿ αὐτὴν, καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα, καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ, διδόναι μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, νομοθετῶν· καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι· ἐκ τῆς ἐντεῦθεν εὐπραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Δαβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμοὺς, ὥσπερ καὶ τῇ τῶν Ἐγκαινίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον, οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων· ὅστις ἐσμὲν ἡμεῖς, οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνεσθαι.
6. Ἔχετε τῶν Ἐγκαινίων τὸν λόγον. Ἀλλ᾿ ἐγκαινίζεσθε, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποῤῥίψαντες, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος, πάντα τὰ μέλη παιδαγωγήσαντες, πᾶσαν τὴν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, ἢ ἐμέσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν. Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· φεύγωμεν τὰς εὐχροίας, εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν. Μή σε νικησάτω κάλλους ἐπιθυμία, μηδὲ συναρπασθῇς σοῖς βλεφάροις, εἰ δυνατόν, μέχρι καὶ παροράματος, τὴν Εὖαν ἐνθυμηθεὶς, τὸ γλυκὺ δέλεαρ, τὸ τιμώμενον φάρμακον. Πῶς γὰρ σώσει ῥᾳδίως ἡ ἀλλοτρία, ὃν ἀπώλεσεν ἡ ἰδία; Μὴ γλυκανθήτω σοι φάρυγξ, οὗ κατασύρεται πᾶν τὸ διδόμενον· καὶ πρὶν ληφθῆναι, τιμώμενον, μετὰ τὸ λαβεῖν ἀτιμάζεται. Ἡ ὄσφρησις ἐθήλυνέ σε; Φεῦγε τὰς εὐωδίας. Τῇ ἁφῇ κατεμαλακίσθης; Ἀπόταξαι ταῖς λειότησι, καὶ ταῖς ἁπαλότησιν. Ἡ ἀκοὴ παρέπεισε; Θὲς θύραν τοῖς ἀπατηλοῖς λόγοις καὶ περιέργοις. Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, ἵν᾿ ἑλκύσῃς Πνεῦμα, μὴ σπάσῃς θάνατον. Ὅταν τί σε δελεάζῃ τῶν ἀπειρημένων, μνήσθητι ὅστις ἦς, καὶ ὅθεν ἀπόλωλας. Ἐὰν μικρόν τι τοῦ λόγου παρεκτραπῇς, πρὸς ἑαυτὸν ἐπανάγου, πρὶν παντελῶς ἔξω πεσεῖν, καὶ κατενεχθῆναι πρὸς θάνατον, καὶ γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ Ἐγκαίνια.
7. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως, δι᾿ ὃν ἐξέπεσες. Τὸ ἐπιθυμητικὸν τετάσθω σοι πᾶν πρὸς Θεόν, μὴ πρὸς ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν. Ὁ λογισμὸς πᾶσιν ἐπιστατείτω, καὶ μὴ καθελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. Μὴ μισήσῃς σου τὸν ἀδελφόν, καὶ ταῦτα δωρεάν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε, καὶ σὸς ἀδελφὸς ἐγένετο, Θεὸς ὢν καὶ Δεσπότης. Μὴ φθονήσῃς τῷ κατορθοῦντι, ὁ φθονηθεὶς, καὶ φθονεῖσθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. Μὴ ἀτιμάσῃς δάκρυον, ὁ πολλῶν ἄξια δακρύων πεπονθὼς, εἶτα ἠλεημένος. Μὴ ἀπώσῃ πένητα, ὁ πλουτήσας θεότητα· εἰ δ᾿ οὖν, ἀλλὰ μὴ πλουτήσῃς κατὰ τοῦ πένητος. Καὶ τοῦτο γὰρ πολὺ παρὰ τῶν ἀκορέστων. Μὴ ἀτιμάσῃς ξένον, ὑπὲρ οὗ Χριστὸς ἐξενίτευσεν, οὗ πάντες ἡμεῖς ξένοι καὶ πάροικοι, μὴ ἀποξενωθῇς τοῦ παραδείσου καθὼς τὸ πρότερον. Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, τροφῆς, ὁ τούτοις ἐντρυφῶν, καὶ ὑπὲρ τὴν χρείαν. Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοηθῇ πένησιν. Ἄφες, ὁ ἀφεθείς· ἐλέησον, ὁ ἠλεημένος· κτῆσαι τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον, ἕως καιρός· πᾶς ὁ βίος ἐγκαινιζέσθω σοι, πᾶσα πολιτείας ὁδός.
8. Αἱ ὑπὸ ζυγόν, δότε τι καὶ Θεῷ· προσείληφθε γάρ. Αἱ παρθένοι, τὸ πᾶν Θεῷ· λέλυσθε γάρ. Μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, φυγοῦσαι τὴν ἐλευθερίαν, ἐκ τοῦ συνοικεῖν, οὐκ ἀνδράσι μὲν, ἀνδράσι δ᾿ ὅμως. Οὐ δέχομαι κάμνειν ἀεὶ τοῖς τῆς ἡδονῆς ὑπομνήμασι· μισῶ καὶ τὴν δι᾿ ἀέρος συνήθειαν. Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν θρόνων, τὸν ὑψηλότερον. Μὴ θαυμάσῃς μηδὲν, ὃ μὴ παραμένει· μὴ παρίδῃς, ὃ μένει· μηδὲ περισφίγξῃς μηδὲν, ὃ διαῤῥεῖ κρατούμενον· μὴ ζηλώσῃς τι τῶν οὐ φθονουμένων, ἀλλὰ μισουμένων· μὴ ἐπαρθῇς μέγα, ἵνα μὴ μεῖζον κατενεχθῇς· μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ, τῶν ἀγαθῶν ἡττώμενος· μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Μήτε ἀθυμῶν, ἀπελπίσῃς εὐημερίαν· μήτε πράττων καλῶς, ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ, πολλὰς πραγμάτων μεταβολάς. Ἐπικοπτέτω σοι, μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείττων ἐλπίς. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτως τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα, τοιαύτῃ τρυφῇ, τοιούτοις ἐδέσμασιν. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου· ἀλλ᾿ εἴ τι καλόν, μετὰ σεαυτοῦ φέρων. Νῦν δὲ ὄφθητι καινὸς, τρόπον ἕτερος, ὅλως ἠλλοιωμένος. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφόρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι· καὶ μηδὲ οὕτω μέγα φρονήσῃς, ἀλλὰ φθέγξαι τὸ τοῦ Δαβίδ. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, παρ᾿ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Οὐ βούλεταί σε ὁ λόγος ποτὲ ἐν ταυτῷ μένειν, ἀλλὰ ἀεικίνητον εἶναι, εὐκίνητον, πάντως νεόκτιστον· ἂν ἁμαρτάνῃς, ἐπιστρέφοντα· εἰ κατορθοῖς, ἐπιτείνοντα.
9. Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ Θεοῦ γνώρισον· μέχρι τίνος ἐπ᾿ ἀμφοτέραις χωλανεῖς ταῖς ἰγνύαις; μέχρι τίνος οἰκονομήσεις; Καὶ οἰκοδομῆσαί ποτε προθυμήθητι· χθὲς τὸ δοκεῖν τις ἐτίμας, σήμερον τὸ εἶναι προτίμησον· Μέχρι ποῦ τὰ ἐνύπνια; καὶ ἡ ἀλήθειά ποτε σπουδασθήτω σοι. Χθὲς ἦσθα θεατρικὸς, σήμερον φάνηθι θεωρητικός· χθὲς λοίδορος, ἰταμὸς, σήμερον εὔφημος, ἥμερος· χθὲς κωμαστής, σήμερον σωφρονιστής. Σήμερον οἰνοπότης, αὔριον ὑδροπότης. Σήμερον κατασπαταλῶν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τὰ πρῶτα μύρα χριόμενος, αὔριον χαμεύνης καὶ ἄγρυπνος· ἀντὶ γελοιαστοῦ, σύννους· ἀντὶ καλλωπιστοῦ, δυσείμων· ἀντὶ γαύρου καὶ ἀλαζόνος, εὐτελὴς τὸ φαινόμενον· ἀντὶ χρυσορόφου, στενόχωρος· κάτω νεύων, ἀντὶ ὑψαύχενος. Ἐὰν οὕτω διανοῇ, καὶ οὕτω ποιῇς, ἔσται σοι ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, τά τε ἄλλα καὶ τὸν τούτων
10. Ἀλλ᾿ ἀπίωμεν ἤδη, καὶ τῷ καιρῷ τὰ εἰκότα συνεορτάσοντες. Πάντα γὰρ εἰς καλὸν τῇ πανηγύρει συντρέχει καὶ συναγάλλεται· ἴδε γὰρ οἷα τὰ ὁρώμενα. Ἡ βασίλισσα τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν πομπεύει, καὶ δωροφορεῖ παρ᾿ ἑαυτῆς πᾶν ὅ τι κάλλιστον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος· νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σελήνης κύκλος φανότερος, καὶ ἀστέρων χορὸς καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται, ἡλίῳ δὲ νέφος, ἀέρι δὲ ἄνεμοι, γῆ δὲ φυτοῖς, φυτὰ δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ ποταμοὶ δαψιλέστερον, τῶν χειμερίων δεσμῶν λυθέντες. Καὶ λειμὼν εὐωδεῖ, καὶ φυτὸν βρύει, καὶ κείρεται πόα, καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν κελεύσμασι, καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις, καὶ τῷ ἰστίῳ πτεροῦται· καὶ περισκιρτᾷ δελφὶς, ἀναφυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος, καὶ παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. Ἄρτι δὲ γεωργὸς ἄροτρον πήγνυται, ἄνω βλέπων, καὶ τὸν καρποδότην ἐπικαλούμενος, καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν ἀρότην, καὶ τέμνει γλυκεῖαν αὔλακα, καὶ ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βουκόλος ἀρμόζονται σύριγγας, καὶ νόμιον ἐμπνέουσι μέλος, καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ φυτὸν φυτουργὸς θεραπεύει, καὶ ἰξευτὴς καλάμους οἰκοδομεῖ, καὶ ὑποβλέπει πτόρθους, καὶ περιεργάζεται πτερὸν ὄρνιθος. Καὶ ἁλιεὺς βυθοὺς διορᾷ, καὶ δίκτυον ἀνακαθαίρει, καὶ πέτρας ὑπερκαθέζεται.
11. Ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα, τὸ πτερὸν ἐκλύσασα, καὶ τῶν σίμβλων ἀπαναστᾶσα, τὴν ἑαυτῆς σοφίαν ἐπιδείκνυται, καὶ λειμῶνας ἐφίπταται, καὶ συλᾷ τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία, τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνουσα, καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα, ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι ταῖς ἀποθήκαις ἐναποτίθεται, καὶ γεωργεῖ τῷ ξενίζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν γε καὶ ἡμεῖς, ὁ Χριστοῦ μελισσὼν, καὶ τοιοῦτο λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμ!α Ἄρτι δὲ καλιὰν ὄρνις πήγνυται, καὶ ὁ μὲν ἐπανέρχεται, ὁ δὲ εἰσοικίζεται, ὁ δὲ περιίπταται, καὶ καταφωνεῖ τὸ ἄλσος, καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι γὰρ εὐχαριστεῖται δι᾿ ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἀκείνων ὕμνος, ἡμέτερος γίνεται, παρ᾿ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω. Νῦν μὲν γελᾷ πᾶν ζώων γένος, καὶ πᾶσαν αἴσθησιν ἐστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος καὶ ἀγέρωχος, τοῖς οἴκοις δυσχεραίνων, καὶ τὰ δεσμὰ τυραννήσας, κροαίνει κατὰ πεδίον, καὶ ποταμοῖς ὡραΐζεται.
12. Τί τἄλλα; Νῦν μάρτυρες αἰθριάζουσι, καὶ πομπεύουσι, καὶ λαμπροῖς τοῖς βήμασι συγκαλοῦσι λαὸν φιλόχριστον. καὶ τοὺς ἄθλους δημοσιεύουσι. Τούτων εἷς ἐστι καὶ ὁ ἐμὸς στεφανίτης (ἐμὸς γὰρ, εἰ καὶ μὴ παρ᾿ ἐμοὶ, πιπτέτω φθόνος, εἰδόσι λέγ)ω, Μάμας ὁ περιβόητος, καὶ ποιμὴν, καὶ μάρτυς· ὁ πρότερον μὲν τὰς ἐλάφους ἀμέλγων κατεπειγομένας ἀλλήλων, ἵνα ξένῳ γάλακτι τραφῇ δίκαιος· νῦν δὲ ποιμαίνων λαὸν μητροπόλεως, καὶ τὸ ἔαρ ἐγκαινίζων σήμερον ταῖς πολλαῖς χιλιάσι τῶν πανταχόθεν ἐπειγομένων, διάφορόν τε ἀρετῆς κάλλεσι, καὶ ποιμέσιν ἄξιον, καὶ λόγοις ἐπινικίοις. Ἔτι δὲ συντομώτερον εἰπεῖν, νῦν ἔαρ κοσμικόν, ἔαρ πνευματικόν, ἔαρ ψυχαῖς, ἔαρ σώμασιν, ἔαρ ὁρώμενον, ἔαρ ἀόρατον· οὗ κἀκεῖθεν μεταλάβοιμεν ἐνταῦθα καλῶς ἀμειφθέντες, καὶ καινοὶ πρὸς τὸν καινὸν βίον παραπεμφθείημεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ, καὶ κράτος σὺν ἁγίῳ Πνεύματι, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου