ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ Ἀπόσπασμα ΛΟΓΟΥ ΙΕ´ Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.
ΕΙΣ. ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: Ad hoc. Ἐπὶ τούτῳ. Λὲς καὶ εἶναι γιὰ μᾶς γραμμένος ὁ Λόγος!
Ἀπολαῦστε ἀλήθεια, ἀπολαῦστε διἀνοια καὶ ἁγιότητα ἀνδρός, ἀπολαῦστε θεολογία, ἀσπολαῦστε ὑψηγορία, ἀπολαῦστε γλῶσσα!
[…]
7. Οἶδα στιλβουμένην ῥομφαίαν,
καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν
κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα, ὡς
ἄρκτον ἀπορουμένην, τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν
Ἀσσυρίων, οὐ τῶν τότε μόνον, ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος·
καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος, ὅταν
γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος,
ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμόν, καὶ ἀνατιναγμόν, καὶ βρασμὸν, καὶ καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων,
καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν
δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν
παιδευθῆναι καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι, ἡνίκα
κολάσεως καιρὸς, οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ
μνημονεύων, καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ
ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ
Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων
ἐξέτασιν.
8. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς,
ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς,
εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσαμεν, εἴτε τῆς ὁποιασοῦν
καὶ ἐφ᾿ ὧν δήποτε γινομένης ὅταν διελέγχῃ τε πρὸς ἡμᾶς, καὶ
ἀντικαθιστῆται κατὰ πρόσωπον ἡμῶν ἱστὰς τὰ ἁμαρτήματα, τοὺς πικροὺς
κατηγόρους, καὶ οἷς εὖ πεπόνθαμεν, ἃ ἠνομήσαμεν ἀντεξάγων, καὶ λογισμῷ
λογισμὸν πλήσσων, καὶ πράξει πρᾶξιν εὐθύνων, καὶ τὸ τῆς εἰκόνος ἀπαιτῶν
ἀξίωμα, τῇ κακίᾳ συνθολωθείσης καὶ συγχυθείσης, τὸ τελευταῖον ἀπάγει
αὐτοὺς ὑφ᾿ ἑαυτῶν κατεγνωσμένους, καὶ κατακεκριμένους, καὶ οὐδὲ ὡς ἄδικα
πάσχομεν εἰπεῖν ἔχοντας, ὅπερ ἐνταῦθα τοῖς πάσχουσιν ἔστιν ὅτε ἱκανὸν
εἰς παραμυθίαν τῆς κατακρίσεως;
9. Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις;
τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς
ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς
πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ
ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ
τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ᾿ ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος,
οὐκ ἀπολογία δι᾿ ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ
τῶν πωλούντων, ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ
τηκομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία
μεταποιήσεως· ἀλλὰ καὶ μόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον,
καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον,
ὅτι καὶ δίκαιον; Ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν
προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ
φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ
ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, καὶ
ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν
κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες
κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας
καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον,
καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν
ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ
ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ
ταῦτα μὲν ὕστερον.
10. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκοτίζοντος, ἀλλ᾿ ἀπὸ τῆς πληγῆς ἣν ἐπήγαγε Κύριος,
ὁ λέγων· Καὶ σὺ, καρδία, σείσθητι καὶ σαλεύθητι· καὶ ποτίζων τοὺς
καταφρονητὰς πνεῦμα λύπης καὶ κατανύξεως· πρὸς οὓς καὶ λέγεται· Ἴδετε,
οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε; Πῶς
οἴσομεν αὐτοῦ τοὺς ἐλεγμούς· ἢ τίνα δώσομεν τὴν ἀπόκρισιν, ὅταν ἐπὶ τῷ
πλήθει τῶν εὐεργεσιῶν, ἐφ᾿ αἷς ἀχάριστοι μεμενήκαμεν, ἔτι καὶ τὰς πληγὰς
ἡμῖν ὀνειδίζῃ, καὶ ἀπαριθμῆται τὴν ἰατρείαν, ἐξ ἧς οὐ τεθεραπεύμεθα;
Καὶ τέκνα μὲν, ἀλλὰ μωμητὰ καλῶν λέγῃ, καὶ υἱοὺς μὲν, ἀλλ᾿ ἀλλοτρίους
καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὑτῶν δι᾿ ἀνοδίαν τε καὶ τραχύτητα· Πῶς ἔδει, καὶ πόθεν ὑμᾶς παιδευθῆναι, καὶ οὐ πεπαίδευκα;
Δι᾿ ἁπαλωτέρων φαρμάκων; ἐπήγαγον. Παρῆκα τὸ Αἰγύπτιον αἷμα πινόμενον
ἐκ πηγῶν καὶ ποταμῶν καὶ πάσης συναγωγῆς ὕδατος, τὴν πρώτην πληγήν.
Παρῆλθον τοὺς βατράχους, καὶ τὸν σκνῖπα, καὶ τὴν κυνόμυιαν, τὰς ἑξῆς
μάστιγας· ἀπὸ δὲ τῶν κτηνῶν, καὶ τῶν βοῶν, καὶ τῶν προβάτων ἠρξάμην, τῆς
πέμπτης πληγῆς, καὶ τοῖς ἀλόγοις ἐνέσκηψα, ἔτι τῶν λογικῶν φειδόμενος.
Οὐδὲν πρὸς ὑμᾶς ἡ θραῦσις· ἀλλὰ γεγόνατέ μοι καὶ τῶν πληγέντων
ἀλογώτεροι, καὶ ἀπαιδευτότεροι. Ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετόν· μερὶς μία
ἐβράχη· καὶ μερὶς ἐφ᾿ ἣν οὐκ ἔβρεξα, ἐξηράνθη· καὶ εἴπατε· Ἀνδριούμεθα.
Ἐπήγαγον ὑμῖν χάλαζαν, τῇ ἐναντίᾳ πληγῇ παιδεύων, ἀμπελῶνας ὑμῶν καὶ
δρυμῶνας καὶ γεννήματα ὑμῶν ἐξεθέρισα· καὶ τὴν κακίαν ὑμῶν οὐ συνέτριψα.
11. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου·
ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμέ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον· ὁ
ἀθετῶν ἀθετεῖ· ὁ ἀνομῶν ἀνομεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ
μάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε μόλυβδος, ἃ καὶ διὰ Ἱερεμίου πρότερον
ὑμῖν ὠνείδισα· Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑμῶν οὐκ
ἐτάκησαν. Μὴ ἐμὲ ὑπομενεῖτε, λέγει Κύριος, ὠργισμένον; Ἢ οὐκ ἰσχύει ἡ
χείρ μου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ᾿ ἐμοὶ καὶ φλυκτίδες
ἀναζέουσαι ἀπὸ καμινιαίας. αἰθάλης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ
τις κατ᾿ ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι
καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη
δὲ τῷ πόνῳ καὶ τῇ δυνάμει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣν ὥστε
φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλοθρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄμεινον,
θεωρίαν καὶ πρᾶξιν, τῇ μεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς
Διαθήκης αἵματι, Χριστῷ καὶ συσταυρουμένους, καὶ συναποθνήσκοντας, ὥστε
καὶ συναναστῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι, νῦν τε καὶ κατὰ
τὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ μὴ θραυσθῆναι, μηδὲ συντριβῆναι,
μηδὲ θρηνῆσαι, πλήσσοντος ἡμᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ
Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰ πρωτότοκα, καὶ Θεῷ καθιερωμένα τῆς ζωῆς
ἡμῶν γεννήματα καὶ κινήματα.
12. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων
πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ
πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει,
καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ
οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ
ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ,
καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ
διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ
περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι
πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς
φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην
εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν·
ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου
πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν
κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς
καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν.
Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν
τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ
ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿
ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿
ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες·
ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερός, καὶ τίς
ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου
τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς
καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ
πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί
σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει
τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν·
Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ
τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου,
καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι,
Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν
ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου
σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν.
Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο
παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ
ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
ἐξουδένωμα.
13. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν
ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς,
οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ αὐτοὶ μιμήσασθε δειλὸν ἱερέα·
ναὶ, τέκνα ἀγαπητὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας. Κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν δάκρυσι· στήσατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύματα ὑμῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν·
ταῦθ᾿ ὑμῖν διακελεύεται μεθ᾿ ἡμῶν Ἰωὴλ ὁ μακάριος. Συναγάγετε
πρεσβυτέρους, νήπια θηλάζοντα μαστοὺς, ἡλικίαν ἐλεεινήν, καὶ μάλιστα τῆς
τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀμοὶ τῷ λειτουργῷ Κυρίου καὶ
ὑμῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωμένοις, εἰσελθεῖν
ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡμέρας ἀνὰ μέσον τῆς κρηπῖδος καὶ
τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχήματι, ἐλεεινοτέρους ταῖς φωναῖς,
βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδομένους μηδενὸς, μὴ
κόπου, μὴ ῥήματος, οἷς Θεὸς ἐξιλάσκεται· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου,
λέγοντας, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς
δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι᾿
ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν,
καὶ τὴν ἑπομένην τούτοις τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχὴν τῆς μάστιγος.
14. Δεῦτε
οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν
ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε
ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς
μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν·
Προφθάσωμεν αὐτοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν,
ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέμενον. Τίς οἶδε, φησὶν, εἰ
ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς
ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυητής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς
ὀργῆς ἀφείς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ
ὑφ᾿ ἡμῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρμὴν ἔχει. Καὶ εἰ πατάσσει
βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς
ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες.
Σπείρωμεν ἐν δάκρυσιν, ἵν᾿ ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῖται, μὴ Σοδομῖται· θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν.
Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν
ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σεγὼρ, ἀνίσχοντι
συνεισέλθωμεν τῷ ἡλίῳ. Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· μὴ περιβλεψώμεθα,
μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς
εἰς κακίαν ἐπιστρεφούσης.
15. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευτον, τῆς πονηρᾶς καὶ ἀντικειμένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ᾿ ἐκείνης ἐνεργουμένων. Τὸ δὲ ἁμαρτάνοντας ἐπιστρέφειν, ἀνθρώπων μὲν, ἀλλ᾿ ἐπιεικῶν, καὶ τῆς σωζομένης μερίδος.
Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρίθει
τὸν νοῦν ἄνω φερόμενον, ἢ ἄνω φέρεσθαι δεδημιουργημένον· ἀλλ᾿ ἡ εἰκὼν
ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁμόζυγον σάρκα, τοῖς τοῦ λόγου
πτεροῖς κουφίζουσα. Καὶ κρεῖττον μέν, μήτε δεηθῆναι τοιαύτης καθάρσεως,
μήτε καθαρθῆναι, τοῦ πρώτου μένοντος ἡμῖν ἀξιώματος, εἰς ὃ καὶ
σπεύδομεν ἐκ τῆς ἐνταῦθα παιδαγωγίας, μηδὲ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν
τῇ πικρᾷ γεύσει τῆς ἁμαρτίας· κρεῖσσον δέ, τοῦ μὴ παιδεύεσθαι πταίοντας,
τὸ ἁμαρτάνοντας ἐπιστρέφεσθαι. Ὃν μὲν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, καὶ
πατρικὸν τὸ τῆς ἐπιτιμήσεως· ψυχὴ δὲ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Οὐκοῦν οὐ πληγῆναι χαλεπόν, ἀλλὰ μὴ σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. Φησί
τις τῶν προφητῶν, περὶ τοῦ Ἰσραὴλ λέγων, τοῦ σκληροῦ καὶ ἀπεριτμήτου
τὴν καρδίαν· Κύριε, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἐπαίδευσας
αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· καὶ πάλιν, Καὶ ὁ λαὸς οὐκ
ἐπεστράφη, ἕως ἐπλήγη· καὶ, Τί ὅτι ἀπεστράφη ὁ λαός μου ἀποστροφὴν
πονηράν, ἐξ ἧς τέλεον συντριβήσεται, καὶ καταφθαρήσεται;
16. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ
ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ
ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφανίζον· φοβερὰ δὲ ἀκοὴ
Θεοῦ, καὶ τῆς Ἄβελ φωνῆς αἰσθανομένη διὰ τοῦ σιγῶντος αἵματος· φοβεροὶ
δὲ πόδες πονηρίαν καταλαμβάνοντες· φοβερὰ δὲ τοῦ παντὸς πλήρωσις, ὡς μὴ
εἶναι μηδαμοῦ φυγεῖν Θεοῦ κίνησιν, μὴ εἰς οὐρανὸν ἀναπτάντα, μὴ εἰς ᾅδου
χωρήσαντα, μὴ πρὸς ἀνατολὰς ἀποδράντα, μὴ θαλάσσης ἐναποκρυβέντα βυθοῖς
ἢ πέρασι. Φοβεῖται δὲ πρὸ ἐμοῦ καὶ Ναοὺμ ὁ Ἑλκεσαῖος, ἐν οἷς τὸ κατὰ
Νινευῒ λῆμμα δημοσιεύει, τὸν ζηλωτὴν Θεόν, καὶ ἐκδικοῦντα Κύριον μετὰ
θυμοῦ τοὺς ὑπεναντίους, καὶ τοσαύτῃ χρώμενον ἀποτομίας περιουσίᾳ, ὡς
μηδὲ δευτέραν ὑπολείπεσθαι κατὰ τῶν πονηρῶν ἐκδίκησιν. Ἡσαΐου μὲν γὰρ
ὅταν ἀκούσω, τῷ λαῷ Σοδόμων καὶ τοῖς ἄρχουσι Γομόῤῥας ἀπειλοῦντος, καὶ
λέγοντος· Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; μικροῦ καὶ φρίκης
πληροῦμαι, καὶ συγχέομαι δάκρυσιν. Οὐκ ἔστι, φησί, τῇ προσθήκῃ τῆς
ἁμαρτίας προσθήκην πληγῆς ἐξευρεῖν· οὕτω πάντα διεξεληλύθατε, καὶ πᾶν
εἶδος πληγῆς ἐκενώσατε, ἀεί τινα καινοτέραν διὰ τῆς κακίας τῆς ἑαυτῶν
προκαλούμενοι. Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα·
ὁλοσώματος, φησίν, ἡ πληγη, ἀλλὰ καὶ ἀθεράπευτος. Οὐ γὰρ ἔστι μάλαγμα
ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Καὶ παρίημι τὰ ἑξῆς τῆς
ἀπειλῆς, ἵνα μὴ τῆς παρούσης ὑμῖν πληγῆς βαρύτερος γένωμαι.
17. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν
ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν,
ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας·
οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ᾿ ἐκλαύσθησαν· οὐκ ἐστάλαξε τὰ ὄρη
γλυκασμὸν, ὡς ὕστερον τοῖς δικαίοις, ἀλλ᾿ ἀπεκοσμήθη καὶ ἠτιμάσθη, καὶ
τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο; Γέγονεν ὡς τὸ ἀπ᾿ ἀρχῆς
πᾶσα ἡ γῆ, πρὶν κοσμηθῆναι τοῖς ἑαυτῆς κάλλεσιν. Ἐπεσκέψω μὲν τὴν γῆν,
καὶ ἐμέθυσας αὐτήν, ἀλλ᾿ ἐπισκοπὴν πονηρὰν καὶ μέθην ὀλέθριον. Φεῦ τοῦ
θεάματος! ἐν καλάμῃ τὰ τῆς εὐφορίας ἡμῖν, καὶ μικροῖς λειψάνοις ἡ σπορὰ
γνωρίζεται, καὶ μόλις ἀπαρχὰς Κυρίῳ τὸ θέρος ἡμῶν καρποφορεῖ, μησὶ
μᾶλλον ἢ δράγμασι καταλαμβανόμενον. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν,
τοιαῦτα τὰ τῶν κακῶς σπειρόντων γεώργια· ἐπιβλέψαι, ὡς ἡ παλαιὰ κατάρα,
πλείονα, καὶ εἰσενεγκεῖν ὀλίγα· σπεῖραι, καὶ μὴ ἀμῆσαι· φυτεῦσαι, καὶ μὴ
ἐκθλῖψαι· οὗ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιῆσαι κεράμιον ἕν· καὶ παρ᾿
ἄλλοις ἀκούειν τὴν εὐκαρπίαν, αὐτοὺς ἐνδείᾳ πιεζομένους. Πόθεν ταῦτα,
καὶ τίς ἡ αἰτία τοῦ θραύσματος; Μὴ ἀναμείνωμεν ὑπ᾿ ἄλλων ἐλεγχθῆναι·
ἡμῶν αὐτῶν ἐξετασταὶ γενώμεθα. Μέγα κακίας φάρμακον, καὶ ὁμολογία, καὶ φυγὴ τοῦ πταίσματος. Ἐγὼ
πρῶτος, ὥσπερ ἀνήγγειλα τῷ λαῷ μου ἄνωθεν, καὶ τὸ τοῦ σκοποῦ ἔργον
πεπλήρωκα. (οὐ γὰρ ἔκρυψα τὴν ἐρχομένην ῥομφαίαν, ἵνα καὶ τὴν ἐμαυτοῦ
ψυχήν, καὶ τὰς τῶν ἀκουόντων περιποιήσωμαι)· οὕτως ἀναγγελῶ καὶ τοῦ λαοῦ
μου τὴν ἀπείθειαν, ἐμαυτοῦ τὰ ἐκείνου ποιούμενος· εἴ πως ἂν οὕτω
τύχοιμί τινος φιλανθρωπίας καὶ ἀναψύξεως.
18. Ὁ
μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον
ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν,
καὶ ἀγρὸν πρὸς ἀγρόν, ἵνα τι τοῦ πλησίον ἀφέληται· καὶ μηδένα ἔχειν
ἐφιλονείκησε γείτονα, ὡς μόνος οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις
καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, καὶ συνάγων ὅθεν οὐκ ἔσπειρε, καὶ
θερίζων ὅπου μὴ διεσκόρπισε· γεωργῶν οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν
δεομένων. Ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν
ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος· οὔτε ὑπὲρ ὧν
ἔσχεν εὐχαριστήσας, οὔτε τὸ μέλλον, εἰ μή τι ἄλλο, διὰ τῆς εὐγνωμοσύνης
πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ
μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ
τρεφομένῳ διὰ τῶν καὶ μικρῶς τρεφομένων· ὁ τὰ πολλὰ ἔχων
ἴσως, καὶ παρ᾿ ἐλπίδα, (τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον,) καὶ ταῖς πολλαῖς
ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς
μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν, ὅτι τῶν ἐλπίδων
προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς ἐνταῦθα εὐπορίας καὶ τῆς φαντασίας,
κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἐμίσησεν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξατο.
Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ
ἐν τοῖς οἴκοις ἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς ἐμνήσθη, Εὐλογητὸς
Κύριος, εἰπών, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν, ὡς παρ᾿ αὐτοῦ
ταῦτα ἔχων, ἐξ οὗ κολασθήσεται. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὰ ταῦτα, ἢ κλείεται οὐρανὸς, ἢ κακῶς ἀνοίγεται· καὶ πολλῷ μᾶλλον, εἰ μηδὲ πληγέντες ἐπιστρεφοίμεθα, καὶ τῷ ἐγγίζοντι φυσικῶς πλησιάζοιμεν.
19. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι,
καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν᾿
εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα,
μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων, ἐπ᾿ οἰκονομίᾳ μείζονι (ἐκεῖνος γὰρ ᾔδει
καὶ συναγαγεῖν καὶ σιτοδοτῆσαι καλῶς, ὥσπερ καὶ προγνῶναι τὸν λιμόν, καὶ
στῆναι πρὸς αὐτὸν πόῤῥωθεν), ἀλλ᾿ ὡς παράνομοι τὰ τῶν ὁμοφύλων, οἱ
λέγοντες· Πότε διελεύσεται ὁ μήν, καὶ ἐμπωλήσομεν· καὶ τὰ Σάββατα, καὶ
ἀνοίξομεν θησαυρούς; οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμίοις τὸ δίκαιον
διαφθείροντες, καὶ τὸ μολιβδοῦν μέτρον τῆς ἀνομίας ἐφ᾿ ἑαυτοὺς
κλίνοντες; Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ μηδὲν πέρας εἰδότες κτήσεως· οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον,
ὥσπερ τὴν Βάαλ οἱ πάλαι, καὶ τὴν Ἀστάρτην, καὶ τὸ Χαμὼς βδέλυγμα· οἱ
περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τῆς ἐσθῆτος τὴν
μαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην, καὶ λῃστῶν, καὶ τυράννων,
καὶ κλεπτῶν θησαυρίσματα· οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων·
οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ
δὲ προσλαμβάνοντες, τὰ δὲ μέλλοντες, κατὰ τὴν Σολομόντειον βδέλλαν
ἐμπλησθῆναι μὴ δυναμένην, ὁμοίως ᾅδῃ, καὶ γῇ, καὶ πυρὶ, καὶ ὕδατι, καὶ
ζητοῦντες οἰκουμένην ἑτέραν εἰς κτῆσιν, καὶ τοῖς τοῦ Θεοῦ ὁρίοις
καταμεμφόμενοι ὡς μικροτέροις ἢ κατὰ τὴν ἑαυτῶν ἐπιθυμίαν καὶ ἀπληστίαν;
Τί δαί, οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐγκαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ τὴν ὀφρὺν τῶν θεάτρων ὑψηλοτέραν, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας,
ἵν᾿ ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι
φιλανθρωπίας; Σκόπει δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν
ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα
χριομένους, καὶ τῇ φωνῇ τῶν ὀργάνων ἐπικροτοῦντας, καὶ τῶν φευγόντων ὡς
ἱσταμένων ἐξηρτημένους· ἀλλὰ μὴ τῇ συντριβῇ τοῦ Ἰωσὴφ συναλγοῦντάς τε
καὶ συμπάσχοντας· δέον χρηστοὺς εἶναι τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον·
ὀλολύζειν πίτυν, ὅτι πέπτωκε κέδρος, καὶ νουθετεῖσθαι τῇ τῶν πλησίων
πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι, τοσοῦτον πλέον
ἔχοντας τῶν προειληφότων, ὅσον αὐτοὺς δι᾿ ἐκείνων σωθῆναι, ἀλλὰ μὴ δι᾿
αὐτῶν ἑτέρους σωφρονισθῆναι.
20. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις
τὸν λαόν σου κατάρτισαι. Δίδαξον διαθρύπτειν πεινῶσι τὸν ἄρτον, καὶ
πτωχοὺς ἀστέγους συνάγειν, καὶ γυμνότητα περιστέλλειν, καὶ μὴ περιορᾷν
τοὺς ἀφ᾿ αἵματος· καὶ νῦν μάλιστα, ἵν᾿ ᾖ τὸ ἀγαθὸν ἡμῶν ἐκ τῆς χρείας,
μὴ τοῦ περισσεύματος· ᾗ μᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς
εἰσφορᾶς καὶ μεγέθει τῆς ἐπιδόσεως. Ἐπὶ τούτοις, καὶ πρὸ τούτων, γενοῦ μοι Μωσῆς, ἢ Φινεὲς σήμερον. Στῆθι περὶ ἡμῶν, καὶ ἐξίλασαι· καὶ κοπασάτω ἡ θραῦσις, εἴτε
διὰ θυσίας πνευματικῆς, εἴτε δι᾿ εὐχῆς καὶ λογικῆς ἐντεύξεως. Ἐπίσχες
τὴν ὀργὴν Κυρίου τῇ μεσιτείᾳ· στῆσον τὴν ἀκολουθίαν τῆς μάστιγος. Οἶδεν αἰδεῖσθαι πατρὸς πολιὰν ὑπὲρ τέκνων πρεσβεύουσαν. Δεήθητι περὶ τῆς παρελθούσης κακίας· τὸ μέλλον ἐγγύησαι. Προσάγαγε λαὸν πληγῇ καὶ φόβῳ κεκαθαρμένον. Αἴτησαι τὴν σωματικὴν τροφήν· αἴτησαι πρὸ ταύτης καὶ τὴν ἀγγελικὴν ἐξ οὐρανοῦ καταβαίνουσαν. Ἂν
τοῦτο ποιήσῃς, οἰκειώσεις Θεόν, ἡμερώσεις οὐρανόν, ἀποδώσεις ὑετὸν
πρώιμόν τε καὶ ὄψιμον· Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει
τὸν καρπὸν αὐτῆς, ἡ κάτω γε, τὸν ἐφήμερον, καὶ ὁ χοῦς ἡμῶν, τὸν αἰώνιον,
ὃν ταῖς θείαις ληνοῖς ἐναποθησόμεθα διὰ σοῦ, προσάγοντος ἡμᾶς τε καὶ τὰ
ἡμέτερα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου