1. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρίζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγανακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ᾿ ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ᾿ ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ᾿ ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανία!ς Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμότιμον; Εἰ δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος.
2. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπιτηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτεροδόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστησεν. Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρασύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παραμυθία τῆς συμφορᾶ)ς, ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπανώμεθα· καὶ οὐχὶ τοῦτό που δεινόν, καίπερ ὂν τηλικοῦτον, ἀλλ᾿ ὅτι καὶ προσθήκην νομίζομεν τὴν ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλήλοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. Διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα. Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι.
3. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανόν, ἀλλ᾿ οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ᾿ ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κακῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι᾿ ἡμᾶς κατωρχήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιούτου τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησάμην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμείψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέχρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέρους.
4. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἑν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, μηδὲ τῇ κοινωνίᾳ χρανθῆναι, ἣν ὡς ἱὸν ὄφεως φεύγομεν, οὐ σῶμα βλάπτουσαν, τὰ δὲ βάθη μελαίνουσαν τῆς ψυχῆς; τίσι καὶ τὸ θάψαι νεκροὺς ἔγκλημα γέγονεν, οὓς καὶ θῆρες ᾐδέσθησαν; καὶ τὸ ἔγκλημα πόσον; Ἄλλου θεάτρου καὶ θηρῶν ἄλλων ἄξιον. Τίνων ἐπισκόπων γηραιαὶ σάρκες τοῖς ὄνυξι κατεξάνθησαν, παρόντων τῶν μυηθέντων καὶ βοηθεῖν οὐκ ἐχόντων, πλὴν τοῦ δακρύειν· μετὰ Χριστοῦ κρεμασθεῖσαι, τῷ παθεῖν νικήσασαι, καὶ τῷ τιμίῳ αἵματι τὸν λαὸν ῥαντίσασαι, καὶ τέλος ἀπαχεῖσαι τὸν ἐπὶ θάνατον, Χριστῷ καὶ συσταυρωθησόμεναι, καὶ συνταφησόμεναι, καὶ συνδοξασθησόμεναι, Χριστῷ τῷ τὸν κόσμον νικήσαντι διὰ τοιούτων σφαγίων τε καὶ θυμάτων; Τίνας πρεσβυτέρους ἐναντίαι φύσεις, ὕδωρ καὶ πῦρ, ἐμερίσαντο, πυρσὸν ἄραντας ξένον ἐπὶ θαλάσσης, καὶ τῇ νηὶ συμφλεχθέντας ἐφ᾿ ἧς ἀνήχθησαν; Τίνες (ἵνα τὰ πλείω συγκαλύψω τῶν ἡμετέρων κακῶν) καὶ ὑπ᾿ αὐτῶν τῶν ἀρχόντων ἀπανθρωπίαν ἐνεκλήθησαν, τῶν τὰ τοιαῦτα χαριζομένων; Καὶ γὰρ εἰ ταῖς ἐπιθυμίαις ὑπηρέτουν, ἀλλ᾿ οὖν ἐμίσουν τῆς προαιρέσεως τὸ ὠμόν. Τὸ μὲν γὰρ ἦν τοῦ καιροῦ, τὸ δὲ τοῦ λογισμοῦ· καὶ τὸ μὲν τῆς τοῦ βασιλέως παρανομίας, τὸ δὲ τῆς τῶν νόμων, οἷς δικάζειν ἐχρῆν, συναισθήσεως.
5. Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρία)ς, τίνας περιελὼν χεῖρας, ἢ τεθνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν πολεμήσω διὰ τῆς ἐπηρείας; Τίνων ἐξορίας ὡς εὐεργεσίας ἠρίθμησα, καὶ οὐδὲ φιλοσόφων ἱερῶν ᾐδέσθην ἱερὰ συστήματα, ὅθεν τοὺς ἱκέτας ἐζήτουν. Τοὐναντίον μὲν οὖν, κἀκείνους ἐποίησα μάρτυρας, ὑπὲρ τοῦ καλοῦ κινδυνεύοντας. Τίσιν ἐπεισήγαγον πόρνας ἀσάρκοις μικροῦ καὶ ἀναίμοσι, τὴν περὶ τῶν λόγων ἀσέλγειαν ἐγκαλούμενος; Τίνας τῶν εὐσεβῶν τῆς πατρίδος ὑπερορίσας, ἀνδρῶν ἀνόμων χερσὶ παρέδωκα, ἵν᾿ ὡς θῆρες εἰρχθέντες ἐν ἀφεγγέσιν οἴκοις, καὶ ἀλλήλων διαζευχθέντες (τοῦτο γὰρ δὴ τὸ τῆς τραγῳδίας βαρύτατον), λιμῷ καὶ δίψει κακοπαθήσωσι, τροφὴν μετρούμενοι, καὶ ταύτην διὰ στενῶν τῶν πόρων, καὶ οὐδὲ τοὺς συναλγοῦντας ὁρᾷν ἐώμενοι; Καὶ ταῦτα, τίνες; Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτω τιμᾶτε πίστιν ὑμεῖς; οὕτω ξενίζετε; Ἀγνοεῖτε τὰ πλείω τούτων· καὶ λίαν εἰκότως, διὰ τὸ πλῆθος τῶν δραμάτων, καὶ τῆς ἐν τῷ ποιεῖν τρυφῆς· ἀλλὰ τὸ πάσχον μνημονικώτερον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἀλλά τινες καὶ τοῦ καιροῦ γεγόνασι βιαιότεροι, καθάπερ οἱ κατὰ φραγμῶν ὠθούμενοι σύες. Ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν γέροντα, καὶ Ἀβραμιαῖον πατέρα, ὃν ἐκ τῆς ὑπερορίας ἀχθέντα, λίθοις ἐδεξιώσασθε, μεσούσης ἡμέρας, ἐν μέσῃ πόλει. Ἡμεῖς δὲ καὶ τοὺς φονεῖς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐζητησάμεθα κινδυνεύοντας. Ποῖα τούτων ἵλεως ἔσομαί σοι; φησί που τῆς Γραφῆς ὁ Θεός. Τί τούτων ἐπαινέσω; μᾶλλον δὲ, ἐκ ποίων ὑμᾶς ἀναδήσομαι;
6. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν᾿ ἢ παύσωμαι κακὸς ὤν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν ἁμαρτεῖν· εἰ δ᾿ οὖν, καὶ ἀδικῶν ἐπανάγεσθαι· δευτέρα μερὶς αὕτη τῶν εὖ φρονούντων. Καὶ γὰρ εἰ μὴ κατήγορος ἐμαυτοῦ κατὰ τὸν δίκαιον ἐν πρωτολογίᾳ γίνομαι, χαίρω γε ὑπ᾿ ἄλλου θεραπευόμενος. Μικρά σοι, φησὶν, ἡ πόλις, καὶ οὐδὲ πόλις, ἀλλὰ χωρίον ξηρόν, καὶ ἄχαρι, καὶ ὀλίγοις οἰκούμενον. Τοῦτο πέπονθα μᾶλλον, ὦ βέλτιστε, ἢ πεποίηκα, εἴπερ ἔστι δεινόν· καὶ εἰ μὲν ἄκων, ἀνέχομαι δυστυχῶν (λεγέσθω γὰρ οὕτω)ς· εἰ δὲ ἑκὼν, φιλοσοφῶ. Πότερον τούτων ἔγκλημα; Εἰ μὴ καὶ τὸν δελφῖνα κακίζοιτό τις, ὅτι μὴ χερσαῖος· καὶ τὸν βοῦν, ὅτι μὴ πελάγιος· καὶ τὴν μύραιναν, ὅτι ἀμφίβιος. Ἡμῖν δὲ, φησὶ, τείχη καὶ θέατρα, καὶ ἱππικὰ, καὶ βασίλεια, καὶ κάλλη στοῶν καὶ μεγέθη, καὶ τὸ ἄπιστον τοῦτο ἔργον, ὁ ὑποχθόνιος καὶ ἀέριος ποταμὸς, καὶ ὁ λαμπρὸς στύλος οὑτοσὶ καὶ ἀπόβλεπτος, καὶ ἀγορὰ πλήθουσα, καὶ δῆμος κυμαίνων, καὶ ἀνδρῶν εὐγενῶν συνέδριον ἐπαινούμενον.
7. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ᾿ ἑαυτῶν ἀγαθοῖς τὴν βασιλίδα δεξιουμένας; Τοῦτο οὖν ἀδικοῦμεν, ὅτι μεγάλοι μὲν ὑμεῖς καὶ ὑπέρλαμπροι, μικροὶ δὲ ἡμεῖς καὶ ἐκ μικρῶν ἤκοντες; Πολλοὶ καὶ ἄλλοι τοῦτο ἀδικοῦσιν ὑμᾶς, μᾶλλον δὲ πάντες ὧν ὑπεραίρετε· καὶ δεῖ τεθνάναι ἡμᾶς, ὅτι μὴ πόλιν ἠγείραμεν, μηδὲ τείχη περιεβαλλόμεθα, μηδὲ ἱππικοῖς μεγαλαυχοῦμεν, μηδὲ σταδίοις τε καὶ κυνηγεσίοις, καὶ ταῖς περὶ ταῦτα μανίαις, μηδὲ λουτρῶν χάρισι καὶ λαμπρότησι, καὶ μαρμάρων πολυτελείαις, καὶ γραφαῖς καὶ κεντήσεσι χρυσαυγέσι τε καὶ πολυειδέσι μικροῦ μιμουμέναις τὴν φύσιν; Θάλασσαν δὲ οὔπω περιεῤῥήξαμεν ἡμῖν αὐτοῖς, οὐδὲ τὰς ὥρας ἐκερασάμεθα (ὃ σὺ δηλαδὴ πεποίηκας, ὁ νέος δημιουργὸ)ς, ἵν᾿ ὡς ἥδιστά τε ὁμοῦ καὶ ἀσφαλέστατα βιοτεύοιμεν. Πρόσθες, εἰ βούλει, καὶ ἄλλας κατηγορίας, ὁ λέγων· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, τὰς τοῦ Θεοῦ φωνάς. Ἡμεῖς οὔτε πλούτῳ μέγα φρονοῦμεν, ᾧ ῥέοντι μὴ προστίθεσθαι, τῆς ἡμετέρας ἐστὶ νομοθεσίας, οὐδὲ προσόδους ἀριθμοῦμεν ἐτησίας τε καὶ ἡμερησίας, οὔτε τραπέζης ὄγκῳ φιλοτιμούμεθα, καὶ φαρμακείαις ταῖς ἀναισθήτου γαστρός. Οὐδὲ γὰρ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ, ἀτίμων ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες.
8. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχουσαν; ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους. Τὴν κεφαλὴν δὲ ἀφήσεις, καὶ οὐκ ἐπισκώψεις ἃ καὶ τὸν Ἐλισσαῖον οἱ παῖδες; τὸ γὰρ ἑξῆς σιωπήσομαι. Ἀπαιδευσίαν δὲ οὐκ ἐγκαλέσεις, ἢ ὅτι τραχύ σοι δοκῶ καὶ ἄγροικον φθέγγεσθαι; Τὸ δὲ μὴ στωμύλον εἶναι, ποῦ στήσεις, μηδὲ γελοιαστήν τινα, καὶ τοῖς συνοῦσι κεχαρισμένον, μηδὲ ἀγοράζειν τὰ πολλὰ, μηδὲ λαλεῖν τε καὶ περιλαλεῖν οἷς ἔτυχε, καὶ ὡς ἔτυχεν, ὥστε ποιῆσαι φορτικοὺς καὶ τοὺς λόγους, μηδὲ τὴν νέαν Ἱερουσαλὴμ, τὸν Ζεύξιππον, ἐπισκέπτεσθαι, μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν θωπεύοντά τε καὶ γαστριζόμενον· ἀλλ᾿ οἴκοι τὰ πολλὰ μένειν κατηφῆ τε καὶ σκυθρωπάζοντα, καὶ καθ᾿ ἡσυχίαν ἐμαυτῷ συγγενόμενον, τῷ γνησίῳ τῶν πραττομένων ἐξεταστῇ, καὶ τοῦ δεθῆναι τυχὸν ἀξίῳ διὰ τὸ δύσχρηστον; Πῶς ταῦτα συγχωρεῖς ἡμῖν, καὶ οὐκ ἐγκαλεῖς; Ὡς ἡδὺς εἶ καὶ φιλάνθρωπο!ς
9. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανόν, καὶ κοινὸν ἅπασι τὸν αὐτόν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτικὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλήφθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λόγον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι᾿ ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ᾿ οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανατωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασωθέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκαμεν.
10. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμαθαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμάσασα τὸν προφήτην, οὐδὲ παρ᾿ ἑαυτῆς μᾶλλον, ἣ παρ᾿ ἐκείνου γενομένη τιμιωτέρα· ἐξ ἧς ἐκεῖνος οὐδὲν ἐκωλύθη, καὶ Θεῷ δοθῆναι πρὸ γενέσεως, καὶ χρηματίσαι βλέπων τὰ ἔμπροσθεν· οὐ μόνον δὲ, ἀλλὰ καὶ χρίειν βασιλέας καὶ ἱερέας, καὶ κρίνειν τοὺς ἐκ τῶν λαμπρῶν πόλεων. Περὶ δὲ τοῦ Σαοὺλ ἤκουον, ὅτι τὰς ὄνους τοῦ πατρὸς ζητῶν, βασιλείαν εὕρατο. Καὶ Δαβὶδ αὐτὸς ἐκ τῶν ποιμνίων τῶν προβάτων ἀναλαμβάνεται, καὶ ποιμαίνει τὸν Ἰσραήλ. Τί δαὶ Ἀμώς; οὐκ αἰπόλος ὤν, καὶ κνίζων συκάμινα, προφήτειαν πιστεύεται; Καὶ πῶς τὸν Ἰωσὴφ παρέδραμον, ὃς καὶ δοῦλος ἐγένετο, καὶ σιτοδότης Αἰγύπτου, καὶ πατὴρ πολλῶν μυριάδων. αἳ τῷ Ἀβραὰμ προηγγέλθησαν; Ἀβραὰμ δὲ, ἵν᾿ εἴπω τὸ μεῖζον, οὐ μετανάστης; Μωϋσῆς δὲ, οὐκ ἔκθετος πρότερον, εἶτα νομοθέτης, καὶ στρατηγὸς τῶν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένων, οὐ τὰ μεγάλα καὶ θαυμαστὰ διηγήματα; Ἠπάτα με καὶ ὁ Κάρμηλος Ἡλίου, τὸ τοῦ πυρὸς ἅρμα δεξάμενος· καὶ ἡ μηλωτὴ Ἐλισσαίου, πλείω δυνηθεῖσα, ἢ τὰ σηρῶν νήματα, καὶ ὁ βιασθεὶς εἰς ἐσθῆτα χρυσός. Ἠπάτα με καὶ ἡ ἔρημος Ἰωάννου, τὸν μέγιστον ἐν γεννητοῖς γυναικῶν ἔχουσα, μετὰ τῆς τροφῆς ἐκείνης, καὶ τῆς ζώνης, καὶ τοῦ ἐσθήματος. Ἐτόλμησά τι καὶ ὑπὲρ ταῦτα, Θεὸν εὗρον τῆς ἐμῆς ἀγροικίας συνήγορον. Μετὰ Βηθλεὲμ ταχθήσομαι, μετὰ τῆς φάτνης ἀτιμασθήσομαι, δι᾿ ἣν σὺ Θεὸν ἀτιμάζων, τί θαυμαστόν, εἰ ἐκ τῆς αὐτῆς αἰτίας περιφρονεῖς καὶ τὸν κήρυκα; Προσοίσω σοι καὶ τοὺς ἁλιεῖς, καὶ τοὺς εὐαγγελιζομένους πτωχοὺς, πολλῶν πλουσίων προτιμηθέντας. Παύσῃ ποτὲ ταῖς πόλεσιν ἐπαιρόμενος; αἰδεσθήσῃ ποτὲ τὴν ἀπόπτυστόν σοι καὶ ἄτιμον ἐρημίαν; Οὔπω λέγω χροσὸν ἐν ψάμμοις τικτόμενον, καὶ λίθους διαφανεῖς, πετρῶν προβλήματα καὶ δωρήματα οἷς εἰ ἀντιθείην καὶ ὅσα ἐν πόλεσιν ἄτιμα, τάχα ἂν οὐκ εἰς καλὸν τῆς παῤῥησίας ἀπολαύσαιμι.
11. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κήρυξ καὶ ὑπερόριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν τε καὶ πόλεων, εἰς ἃς ἐμερίσθησαν, ἵνα πανταχοῦ δράμῃ τὸ Εὐαγγέλιον, ἵνα μηδὲν ἀλαμπὲς ᾖ τοῦ τρισσοῦ φωτὸς, καὶ τῆς ἀληθείας ἀφώτιστον, ὥστε καὶ τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις λυθῆναι τὴν νύκτα τῆς ἀγνωσίας; Ἵν᾿ ἡμεῖς μὲν, φησὶν, εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἤκουσας Παύλου λέγοντος, Ἔστω Πέτρου ἡ Ἰουδαία· τι Παύλῳ κοινὸν πρὸς τὰ ἔθνη, Λουκᾷ πρὸς Ἀχαίαν, Ἀνδρέᾳ πρὸς τὴν Ἤπειρον, Ἰωάννῃ πρὸς Ἔφεσον, Θωμᾷ πρὸς Ἰνδικὴν, Μάρκῳ πρὸς Ἰταλίαν; τι δαὶ τοῖς ἄλλοις πᾶσιν, ἵνα μὴ τὰ καθ᾿ ἕκαστον λέγω, πρὸς τοὺς οἷς ἐπεδήμησαν; Ὥστε, ἢ κἀκείνοις ἐπιτίμησον, ἢ κἀμοὶ συγχώρησον, ἢ δεῖξον, ὅτι τὸν ἀληθῆ λόγον πρεσβεύων, ἐπηρεάζῃ τὴν φλυαρίαν. Ἐπεὶ δὲ μικροπρεπῶς διελέχθην σοι περὶ τούτων, φέρε, φιλοσοφήσω καὶ μεγαλοπρεπέστερον.
12. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἑν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς· εἰ δὲ τὰ ὑψηλότερα, τὸ ἐμφύσημα, οὗ μετειλήφαμεν, καὶ ὃ τηρεῖν ἐκελεύσθημεν, καὶ μεθ᾿ οὗ παραστῆναί με δεῖ λόγον ὑφέξοντα τῆς ἄνωθεν εὐγενείας καὶ τῆς εἰκόνος. Πᾶς μὲν οὖν εὐγενής, ὁ τοῦτο φυλάξας ἐξ ἀρετῆς, καὶ τῆς πρὸς τὸ ἀρχέτυπον νεύσεως· δυσγενὴς δὲ ἅπας, ὁ τῇ κακίᾳ συγχέας, καὶ μορφὴν ἑτέραν ἐπιβαλὼν ἑαυτῷ, τὴν τοῦ ὄφεως. Αἱ δὲ κάτω πατρίδες αὗται, καὶ τὰ γένη ταῦτα, τῆς προσκαίρου ζωῆς καὶ σκηνῆς ἡμῶν γέγονε παίγνια. Πατρίς τε γὰρ, ἣν προκατέλαβεν ἕκαστος, ἢ τυραννήσας, ἢ δυστυχήσας, ἧς πάντες ὁμοίως ξένοι καὶ πάροικοι, κἂν ἐπὶ πολὺ τὰ ὀνόματα παίξωμεν. Καὶ γένος εὐγενὲς μὲν, ἢ τὸ πάλαι πλούσιον, ἢ τὸ νῦν φυσώμενον· δυσγενὲς δὲ, τὸ πενήτων πατέρων, ἢ διὰ συμφοράν, ἢ δι᾿ ἐπιείκειαν. Ἐπεὶ πῶς ἄνωθεν εὐγενὲς, οὗ τὸ μὲν ἄρχεται νῦν, τὸ δὲ καταλύεται· καὶ τοῖς μὲν οὐ δίδοται, τοῖς δὲ γράφεται; Οὕτως ἐγὼ περὶ τούτων ἔχω. Καὶ διὰ τοῦτο, σὲ μὲν ἀφίημι τοῖς τάφοις μεγαλοφρονεῖν, ἢ τοῖς μύθοις. Ἐγὼ δὲ πειρῶμαι, ὡς οἷόν τε, ἀνακαθαίρειν ἐμαυτὸν τῆς ἀπάτης, ἵν᾿ ἢ φυλάξω τὴν εὐγένειαν, ἢ ἀνακαλέσωμαι.
13. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ᾿ αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπηδώντων ταῖς προστασίαις, ἀλλὰ κληθεὶς, καὶ βιασθεὶς, καὶ κατακολουθήσας φόβῳ καὶ Πνεύματι. Ἢ μακρότερα πολεμηθείην ἐνταῦθα διακενῆς, καὶ μηδένα τῆς πλάνης ἐλευθερώσαιμι, ἀλλ᾿ οἱ ἀτεχνίαν τῆς ἐμῆς κατευχόμενοι ψυχῆς ἐπιτύχοιεν, εἰ ψευδὴς ὁ λόγος. Ἐπεὶ δὲ ἦλθον, καὶ ἴσως οὐ μετὰ φαύλης τῆς ἐξουσίας (ἵνα μικρόν τι καυχήσωμαι τῶν τῆς ἀφροσύνη)ς, τίνα τῶν ἀπλήστων ἐμιμησάμην; τί τοῦ καιροῦ παρεζήλωσα, καίτοιγε τοιαῦτα ἔχων τὰ ὑποδείγματα, ὧν καὶ δίχα, μὴ κακὸν εἶναι τῶν χαλεπῶν καὶ σπανίων; Τίνων Ἐκκλητιῶν ὑμῖν ἠμφισβητήσαμεν; Ποίων χρημάτων, καίτοιγε τοῖς ἀμφότερα πλουτοῦσιν ὑπὲρ τὴν χρείαν, οἱ δὲ ἐνδεεῖς ἀμφότερα; Ποῖον βασιλικὸν δόγμα διαπτυσθὲν ἐζηλοτυπήσαμεν; Τίνας ἀρχόντων ἐθεραπεύσαμεν καθ᾿ ὑμῶν; Τίνων θρασύτητα κατεμηνύσαμεν; Τὰ δὲ εἰς ἐμὲ, τίνα; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφάνου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν.
14. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ᾿ ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ᾿ ὑμᾶς λογισμοῖς χρώμενος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χριστοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι᾿ ὃν οἱ κίνδυνοι; Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι᾿ οὗ καὶ μανθάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι᾿ οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς τῆς χολῆς, ἑνὸς ὄξους, δι᾿ ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας. Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σινδόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σοδομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃστὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδεισον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ παθημάτων, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;
15. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους, ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆ)ς, οἶκον ῥιπιστόν, διεσταλμένον θυρίσιν; ἀλλ᾿ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ᾿ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν. Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς, δι᾿ ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φοβοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ᾿ ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.
16. Ταῦτα καλῶ κατ᾿ ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενο)ι, καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν Δημιουργὸν πιστεύοντες, καὶ τὸν Βυθόν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζονείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν᾿ οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἑν συναιροῦντος, ἀλλ᾿ οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἑν ὁρίζοντος· Ἀρείου καὶ τῶν ὑπ᾿ Ἀρείῳ τὴν τῶν φύσεων ἀλλοτρίωσιν, καὶ τὸν καινὸν Ἰουδαισμόν, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστόν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Αὖ τοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεόν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τελείαις, καθ᾿ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.
17. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζημιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τελείωσιν. Εἷς Κύριος, μία πίστις, ἑν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε· οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύδους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελθεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλάσεως; Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰουδαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰουδαϊκόν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ᾿ οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν. Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ μεταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυπωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
ΛΟΓΟΣ 34.
Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
1. Τοὺς ἀπ᾿ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ᾿ Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πεινώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορουμένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.2. Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀνθρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγόν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ᾿ ἤδη καὶ ὑπερόριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ᾿ ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρωπον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περιγραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινότατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνησίους ταύτης θεραπευτάς.
3. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θεραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθανασίας ἐραστὴν, καὶ δημιουργόν, καὶ ἐπώνυμον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ᾿ ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυσιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦτον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δαψιλεστέρων τῶν ἐφοδίων.
4. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀληθείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκοφάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβουλεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦτον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότεροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι. Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα.
5. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδησίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύδει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλλως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ᾿ ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.
6. Διὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τούτου μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι· καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ διανοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πατέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ, ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμόφρονας. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεικῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ παχύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυχαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ᾿ αὔταρκες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν. Λαὸς, ἐφ᾿ ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμόν, λέγει Κύριος· καὶ, Αἱ πύλαι σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον. Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι.
7. Ἀλλ᾿, ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θαλάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυφοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγαλοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠνέσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ᾿ ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ᾿ ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμήσατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζεσθαι, καὶ τὸ καθ᾿ ἕκαστον σαθρὸν οἴεσθαι διορθοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεότητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ᾿ ἐν ὑμετέροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.
8. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνωτάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ᾿ ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ᾿ ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον, καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη, καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώτερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον. Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέμνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἑν πρόςωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν· ἀλλ᾿ ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ᾿ ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἐγγύτητος.
9. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία πρὸς Κύριον, ἴτω μεθ᾿ ἡμῶν, καὶ προσκυνῶμεν τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνομα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ ταπεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστόν, εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου πονηρᾶς δόξης καρπόν, καὶ νῦν καὶ ὕστερον.
10. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς εἰς Ἀγαθὸν καὶ Δημιουργὸν παρὰ τῆς ἀρχαίας καινοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιωτόν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ μετρούμενον, ἢ οὐ φυσικῶς ἀγαθόν, ἢ οὐκ αὐτοκίνητον, ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργόν, ἢ ὑμνῳδόν, ἢ φοβούμενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον· δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε παραληροῦντες ὀψὲ γοῦν, ὦ σοφισταὶ κενῶν ῥημάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ, ἵν᾿ ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;
11. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προςηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦμαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφημούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώτιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐνταφῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ᾿ εἰς νέκρωσιν τελειούμενος.
12. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώμη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι᾿ ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκ!ω Δός μοι λουτρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικητήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν᾿ ἐμοὶ τέμῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χαρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότιμον.
13. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερουβὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέγοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυγέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ᾿ ἀπὸ γῆς, ἀλλ᾿ ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ᾿ οὐ σύνδουλον ἀγαθόν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγο)ς· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.
14. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπ)ὴ, καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ᾿ ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ᾿ αὐτὴν κλέπτων θεότητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ᾿ οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέοντος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτίσματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων. Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτικῶς, ἀλλ᾿ οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύματος.
15. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν μεμνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέροντος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπιφέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύματος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 35.
Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.
1. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ᾿ εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλαζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφροσύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν περιχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπόστολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ᾿ ἑαυτοὺς ἐφειλκύσασθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!2. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ᾿ αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ᾿ ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιοσύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παράπαν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώπτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν καταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ᾿ αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμάτων τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λόγον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένων τὰ πάθη.
3. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός. Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶ τοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐνταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρόμαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶν ἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθεν ὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ πονηρὸς τῶν δαιμόνων ἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν. Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι, αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦν ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προφητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴν ἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦ ἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο. Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερ τι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶσαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνη τὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζετο, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλλώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦ Θεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παντελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι᾿ ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγου παράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰκόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτην γραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇ τῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷ πόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκ ἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣν προσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶν ἀσχημονοῦσα, ἄλλης κατ᾿ ἄλλο τι σχῆμα ὀρχηστικὸν ἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰς τοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραις ἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰ χειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περιστροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη· πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχήμων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη.
4. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ᾿ ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι᾿ ἑαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγής, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ᾿ αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντειςῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.
ΛΟΓΟΣ 36.
Εἰς ἑαυτόν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν.
1. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μικρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόν μοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μαγνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέμασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶ Θεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸ Πνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην! Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον, ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸ ἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σοφὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας ἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμβάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίας λόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲ ἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάνδρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τριάδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳ τὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀποστολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσεβείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων, ἵν᾿ ὕβρις ὕβριν ἀμύνηται, καὶ στηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος.2. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερ ἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ᾿ Αἰγύπτου διωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένην ἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγάλου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδατος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνακαθαίροντας. Ἀλλ᾿ οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέων ἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵους ὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳ τὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνον πεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆς ἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸ τῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγωγίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντα τοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσον τὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲν γελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν, τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτης ἡμεῖς τῆς μερίδος, ἀλλ᾿ οἷοι σκαιότητος ἂν θᾶττον καὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημα δέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένους ἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι, ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτομία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς, βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐθήκατε, τὸν οὐκ οἶδ᾿ εἴτε τυραννικὸν χρὴ λέγειν, εἴτε ἀρχιερατικόν· ἐθήκατε δ᾿ οὖν, διὰ τὸν πόθον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερμοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησαν ἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρ ἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφελήσομεν.
3. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι᾿ ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξηγηταῖς; Ἡμέτερον οἶδ᾿ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι᾿ εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυτῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικόν, ἀλλ᾿ ὑποχωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ᾿ ἁπλῶς καὶ πνευματικῶς τετιμημένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ᾿ ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς ὥρας μικρὸν προφαίνοντες, εἶθ᾿ ὑποστέλλοντες· ἀλλ᾿ ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξωμεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόντων· ἐπειδὴ, κατὰ τὸν Δανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρίνειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μόνον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.
4. Ἐπεὶ δὲ οἱ λόγοι τὸ πολεμούμενον, καὶ ἡ περιττὴ καὶ ἐπίφθονος αὕτη γλῶττα, ἣν ἐν τοῖς ἔξωθεν παιδευθεῖσαν λόγοις, τοῖς θείοις ἐξευγενίσαμεν, καὶ τὴν πικρὰν καὶ ἄποτον Μεῤῥὰν τῷ τῆς ζωῆς ξύλῳ κατεγλυκάναμεν, πεπόνθατέ τι πάθος ἱκανῶς ἐλευθέριον· τοῦτο στέργετε, δι᾿ ὃ πολεμούμεθα. Τί γὰρ οὐ τὴν κωφὴν ἠσπασάμεθα παίδευσιν; τί δὲ οὐ τὴν ξηράν τε καὶ κάτω βαίνουσαν; τί δαὶ ταύτῃ χαίροντας τοὺς πολλοὺς ὁρῶντες, ἐφιλοσοφοῦμεν ξένα καὶ ἔκφυλα, καὶ πρὸς τὰς ἀντιθέτους γλώσσας ἱστάμεθα; δέον θρασύτητι φεύγειν τοὺς λογισμοὺς, καὶ πίστιν ὀνομάζειν τὴν ἀλογίαν, ἣν ἠγάπησα ἂν καὶ αὐτὸς, εὖ ἴστε, ἁλιεὺς ὤν· ἐπειδὴ τοῦτο πρόχειρον τοῖς πολλοῖς εἰς ἀπολογίαν τῆς ἀμαθίας· εἰ λόγον εἶχον τῶν σημείων τὴν δύναμιν. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πασχόντων ἰὸς, τὸ μόνον τῶν παθῶν ἀδικώτανόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς· τὸ δὲ, ὅτι τήκει τοὺς ἔχοντας. Οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι· οὐ γὰρ ᾔδεισαν τῶν ἐπαίνων τὸ τέλος· ὡς τάχα ἄν τι καὶ λοιδορίας προσέθηκαν, ἵνα τὸν φθόνον ἐπίσχωσιν.
5. Οὗτος, καὶ τὸν Ἑωσφόρον ἐσκότισε, καταπεσόντα δι᾿ ἔπαρσιν· οὐ γὰρ ἤνεγκε, θεῖος ὤν, μὴ καὶ θεὸς νομισθῆναι· καὶ τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου, δι᾿ ἡδονῆς κλέψας καὶ γυναικός. Ἐπείσθη γὰρ, ὡς θεὸς εἶναι βασκαίνεται, τοῦ τῆς γνώσεως ξύλου τέως εἰργόμενος. Οὗτος καὶ τὸν Κάιν ἀδελφοκτόνον ἐποίησεν, οὐκ ἐνεγκόντα θυσίαν ὁσιωτέραν. Οὗτος καὶ ὕδατι κόσμον ἐκάλυψεν ἀκοσμοῦντα, καὶ Σοδομίτας πυρὶ κατέκλυσεν. Οὗτος καὶ Δαθὰν καὶ Ἀβειρὼν κατέχωσε κατὰ Μωσέως μανέντας, καὶ Μαριὰμ ἐλέπρωσε κατὰ τοῦ ἀδελφοῦ μόνον γογγύσασαν. Οὗτος καὶ προφητῶν αἵμασι τὴν γῆν ἐμίανε, καὶ Σολομῶντα γυναιξὶ κατέσεισε τὸν σοφώτατον. Οὗτος καὶ Ἰούδαν προδότην ἀνέδειξεν, ἀργυρίῳ μικρῷ κλαπέντα, τὸν ἀγχόνης ἄξιον· καὶ Ἡρώδην παιδοφόνον, καὶ Χριστοκτόνον Πιλᾶτον ἐδημιούργησεν. Οὗτος καὶ τὸν Ἰσραὴλ ἐλίκμησε καὶ διέσπειρεν, ἐξ ἧς οὔπω καὶ νῦν ἀνανεύουσιν ἁμαρτίας. Οὗτος καὶ τὸν ἀποστάτην ἡμῖν ἐπανέστησε τύραννον, οὗ καὶ νῦν ἔτι παραλυποῦσιν οἱ ἄνθρακες, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὗτος καὶ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας κατέτεμεν, εἰς διαφόρους καὶ ἀντιπάλους σπουδὰς μερίσας. Οὗτος καὶ ἡμῖν τὸν Ἱεροβοὰμ ἐπανέστησε τὸν δοῦλον τῆς ἁμαρτίας, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησιν· οὐ γὰρ φέρει τὴν Τριάδα λαμπρυνομένην, καὶ ὅλῃ θεότητι λάμπουσαν, καὶ τιμίους ποιοῦσαν ὑμῖν τοὺς γνησίους ἑαυτῆς κήρυκας. Ἆρα φλυαρεῖν ὑμῖν δοκοῦμεν, οὕτως εἰκάζοντες; ἢ καὶ λίαν ὀρθῶς τοῦ πόθου τὰς αἰτίας ὁ γραφεὺς λόγος ἀνεζωγράφησεν; Περὶ μὲν δὴ τούτων οὕτω γινώσκω.
6. Ἐπεὶ δὲ καὶ ταῖς ὕβρεσιν ὁρῶ τινας δυσχεραίνοντας, καὶ συμφορὰν ἑαυτῶν ποιουμένους, τὴν ἀτιμίαν τὴν ἡμετέραν, φέρε, καὶ περὶ ταύτης βραχέα φιλοσοφήσωμεν. Ἐγὼ γὰρ, εἰ μὲν ἀνθρώπινόν τι καὶ μικρὸν ἐννοῶν, ἢ τῆς καθέδρας ταύτης μεταποιούμενος, ἢ τὴν ἀρχὴν ἐπέστην ὑμῖν, μετὰ τῆς πολιᾶς ταύτης, καὶ τῶν ἐῤῥικνωμένων τούτων καὶ χρόνῳ καὶ νόσῳ μελῶν, ἢ νῦν ταύτας φέρω τὰς ἀτιμίας, αἰσχυνοίμην μὲν ἂν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἃ καὶ τοῖς παλαιοῖς ἔθος μαρτύρεσθαι· αἰσχυνοίμην δ᾿ ἂν τὴν καθέδραν ταύτην, καὶ τὸ ἱερὸν τοῦτο συνέδριον, καὶ τὸν ἅγιον τοῦτον καὶ νεοπαγῆ λαόν, ἐφ᾿ ὃν τοσαύτη τῶν πονηρῶν δυνάμεων ἡ παράταξις, ἵνα πρὶν συστῆναι λυθῇ, καὶ πρὶν γεννηθῆναι νεκρωθῇ, κατὰ Χριστὸν ἤδη μορφούμενος. Αἰσχυνοίμην δ᾿ ἂν τοὺς ἐμοὺς καμάτους καὶ πόνους, καὶ τὸ ἔσθημα τοῦτο τὸ τρύχινον, καὶ τὴν ἐρημίαν καὶ τὴν ἀναχώρησιν ᾗ συνεζήσαμεν, καὶ τὸν ἄσκευον βίον, καὶ τὴν εὐτελῆ τράπεζαν, μικρὸν τῶν πτηνῶν ἀποδέουσαν. Ἀληθευέτωσαν δὲ καί τινες περὶ ἡμῶν, ὅτι γυναικὸς ἀλλοτρίας ἐπεθυμήσαμεν, οἱ μηδὲ ἰδίαν ἔχειν θελήσαντες. Ἐχέτωσαν δὲ ἡμῶν καὶ Γαβαωνῖται πλέον, οὓς οὐδὲ εἰς ξυλοκόπους καὶ ὑδροφόρους οἶδ᾿ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παραδέχεται, μέχρις ἂν προσίωσι τοῖς ἱεροῖς μετὰ τοιούτων τοῦ βίου καὶ τοῦ λόγου στιγμάτων. Εἰ δὲ τῷ λόγῳ συνηγορήσοντες ἥκομεν, καὶ τῇ χήρᾳ καὶ τῇ ἀνάνδρῳ τέως Ἐκκλησίᾳ τὰ δυνατὰ συνεισοίσοντες, οἶόν τινες ἐπίτροποι καὶ κηδεμόνες, ἄλλῳ νυμφαγωγήσοντες, ὃς ἐὰν ἄξιος τοῦ κάλλους φανῇ, καὶ πλείονα τὰ ἐξ ἀρετῆς ἔδνα προσενέγκῃ τῇ βασιλίδι, πότερον, ἐπαινετοὶ τῆς προθυμίας, ἢ ψεκτοὶ τῆς ὑπονοίας; ὅτι τοῖς ἀλλοτρίοις κρινόμεθα πάθεσιν. Ὡς δὴ σύ γε, ὦ βέλτιστε, καὶ εἰ νηῒ χειμαζομένῃ χεῖρα ὀρέγομεν ἢ πολιορκουμένῃ πόλει, ἢ ὑπὸ πυρὸς οἰκίᾳ δαπανωμένῃ, ἢ σκάφεσι βοηθοῦντες, ἢ φάλαγξιν, ἢ σβεστηρίοις ὀργάνοις, πάντως ἂν ἢ καταποντιστὰς ἡμᾶς ὠνόμασας, ἢ τῆς πόλεως, ἢ τῆς οἰκίας ἐραστὰς, ἀλλ᾿ οὐ προστάτας καὶ κηδεμόνας.
7. Ἀλλ᾿ οὐχ οὕτω, φησὶ, δοκεῖ τοῖς πολλοῖς. Τί δέ μοι διαφέρει, ᾧ τοῦ εἶναι πλεῖον ὁ λόγος, μᾶλλον δὲ πᾶς; Τοῦτο γὰρ, ἢ κατέκρινεν, ἢ ἐδικαίωσεν· ἢ ἄθλιον πεποίηκεν, ἢ μακάριον. Τὸ δὲ δοκεῖν, οὐδὲν πρὸς ἡμᾶς, ὥσπερ οὐδὲ ὄναρ ἀλλότριον. Οὐχ οὕτω, φησὶ, δοκεῖς τοῖς πολλοῖς, ἄνθρω85. Ἡ γῆ δὲ δοκεῖ τοῖς ἰλιγγιῶσιν ἑστάναι; τοῖς δὲ μεθύουσι νήφειν οἱ νήφοντες, ἀλλ᾿ οὐκ ἐπὶ κεφαλὴν βαδίζειν, ἢ περιτρέπεσθαι; τὸ μέλι δὲ, οὐ πικρόν ἐστιν, ὅτε καὶ οἷς νομίζεται, νοσοῦσί τε καὶ κακῶς διακειμένοις; Ἀλλ᾿ οὐ παρὰ τοῦτο τὰ πράγματα οὕτως ἔχει, ὡς δοκεῖ τοῖς πάσχουσιν. Δεῖξον οὖν ὑγιαίνοντας τοὺς οὕτως ὑπειληφότας, καὶ τότε ἡμῖν παραίνεσον μετατίθεσθαι· ἢ καταγίνωσκε, μὴ πειθομένων, ἀλλ᾿ ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως. Οὐχ οὕτω δοκῶ τοῖς πολλοῖς, Θεῷ δὲ οὕτω· καὶ οὐ δοκῶ, πεφανέρωμαι δὲ τῷ εἰδότι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, τῷ πλάσσοντι καταμόνας τὰς καρδίας ἡμῶν, τῷ συνιέντι εἰς πάντα τὰ ἔργα ἡμῶν, τὰ κινήματα, καὶ τὰ διανοήματα, μεθ᾿ ὧν τὰ πραττόμενα, ὃν λανθάνει τῶν ὄντων οὐδὲν, οὐδὲ λαθεῖν δύναται, ὃς ἑτέρως ὁρᾷ τὰ ἡμέτερα, ἢ ὡς ὁρῶσιν ἄνθρωποι. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Ἤκουσας τῆς Γραφῆς λεγούσης, καὶ πίστευε. Οὗ φροντιστέον μᾶλλον, ἢ πάντων ὁμοῦ τῶν ἄλλων, τοῖς γε νοῦν ἔχουσιν. Ἢ δύο μὲν ἀνθρώποις περὶ τοῦ αὐτοῦ πράγματος συμβούλοις χρώμενος, συνετωτέρῳ τε καὶ ἀμαθεστέρῳ, οὐκ ἂν εὖ φρονεῖν ἔδοξας, εἰ τὸν συνετώτερον παρεὶς, τῷ ἀμαθεστέρῳ κατηκολούθησας; οὐδὲ γὰρ ὁ Ῥοβοὰμ ἐπῃνέθη, ὅτι τὴν βουλὴν τῶν πρεσβυτέρων ἀτιμάσας, τὴν τῶν νεωτέρων ἔστησε. Θεοῦ δὲ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων; Οὐ σύ γε, ἂν ἐμοὶ πείθῃ, καὶ φρονῇς ἄμεινον.
8. Ἀλλ᾿ αἰσχυνόμεθά σου, φησὶ, ταῖς ὕβρεσιν. Ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε. Εἰ μὲν γὰρ ὀρθῶς ταῦτα πάσχομεν, αἰσχυντέον ἡμῖν μᾶλλον, ἢ ὑμῖν ἐφ᾿ ἡμῖν· οὐχ ὅτι ἀτιμαζόμεθα μᾶλλον, ἢ ὅτι ἐσμὲν ἀτιμίας ἄξιοι· εἰ δὲ ἀδίκως, τῶν ὑβριζόντων τὸ ἔγκλημα, καὶ ὑπὲρ ἐκείνων μᾶλλον, ἢ ὑπὲρ ἡμῶν ἀγανακτητέον· ἐκεῖνοι γὰρ οἱ κακῶς πάσχοντες. Εἰ δέ με ὄντα κακόν, ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν; Εἶναι μᾶλλον κακόν, ἵνα πλέον ἀρέσκω σοί; Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ, εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τοῦ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῶ γὰρ, οὐ σοὶ μᾶλλον ἢ ἐμαυτῷ· καὶ σύμβουλον ἔχω περὶ πάντων τὸν λόγον, καὶ τὰ τοῦ Θεοῦ δικαιώματα, ὑφ᾿ ὧν ἁλίσκομαι μὲν πολλάκις, οὐδενὸς κατηγοροῦντος· ἀφίεμαι δὲ, πολλῶν κατακρινόντων. Καὶ τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον, πρὸς ὃ βλέποντας μόνον, τὴν εὐθεῖαν ὁδὸν ἰτέον. Τὸ δοκεῖν δὲ, ἂν μὲν ὑπάρχῃ, δεξόμεθα, ἵν᾿ εἴπω τι καὶ ἀνθρώπινον· ἂν δὲ ἀντιπίπτῃ, χαίρειν ἐάσομεν, καὶ οὐδὲν τοῦ εἶναι διὰ τὸ δοκεῖν ἀφαιρήσομεν.
9. Καὶ γὰρ οὕτως ἔχει· ὁ μέν τινος ἕνεκεν τὸ καλὸν ἐπιτηδεύων, οὐ βέβαιος εἰς ἀρετήν. Ὁμοῦ τε γὰρ παρῆλθεν ἐκεῖνο, καὶ τοῦ καλοῦ στήσεται· ὥσπερ ὁ κέρδους ἕνεκεν πλέων, τοῦ πλεῖν, ἂν μὴ παρῇ τὸ κερδαίνειν. Ὁ δὲ αὐτὸ δι᾿ ἑαυτὸ τιμῶν τε καὶ περιέπων, ἐπειδὴ τοῦ ἑστῶτος ἐρᾷ, ἑστῶσαν ἔχει καὶ τὴν περὶ αὐτὸ προθυμίαν· ὥστε θεῖόν τι πάσχων, καὶ τὸ τοῦ Θεοῦ δύνασθαι λέγειν· Ἐγὼ δὲ, ὁ αὐτός εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Οὔκουν μεταποιηθήσεται, οὐδὲ μετατεθήσεται. οὐδὲ συμμεταπεσεῖται τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ἄλλοτε ἄλλος γινόμενος, καὶ πολλὰς μεταλαμβάνων χρόας, ὥσπερ τὰς τῶν πετρῶν οἱ πολύποδες, αἷς ἂν ὁμιλήσωσι· μενεῖ δὲ ὁ αὐτὸς ἀεὶ, πάγιος ἐν οὐ πεπηγόσι, καὶ ἐν στρεφομένοις ἄστροφος· πέτρα τις, οἶμαι, πρὸς ἐμβολὰς ἀνέμων τε καὶ κυμάτων, οὔτε τινασσομένη, καὶ δαπανῶσα περὶ ἑαυτὴν τὰ προσπίπτοντα. Ταῦτα μὲν εἰς τοσοῦτον· οὐδὲ γάρ μοι σχολὴ ταῖς γλώσσαις μάχεσθαι, καὶ ταῦτα ἴσως πλείω τοῦ δέοντος.
10. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾿, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσι)ς· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἑν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰόν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾿ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾿ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.
11. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα· νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε ὅσον τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω, μόνου Θεοῦ· τὰ κάτω δὲ, καὶ ὑμῶν. Θεοὶ γένεσθε τοῖς ὑφ᾿ ὑμᾶς, ἵν᾿ εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρότερον, δι᾿ ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγενῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον.
12. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπήνην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαιρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχωροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρόν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πόλεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πολιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγγελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου