1. Ἐγκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ, τὰ νέα τιμᾶσθαι δι᾿ Ἐγκαινίων· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ἑκάστης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης, ἵνα μὴ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ καλὰ, μηδὲ παραῤῥυῇ λήθης βυθοῖς ἀμαυρούμενα. Ἐγκαινίζονται μὲν πρὸς Θεὸν νῆσοι, τῷ Ἡσαΐᾳ ὥσπερ ἀνέγνωμεν, ἅστινας δὴ τὰς νήσους ταύτας ὑποληπτέον· οἶμαι δὲ τὰς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας ἄρτι καθισταμένας, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακυπτούσας, καὶ πῆξιν λαμβανούσας, τῷ Θεῷ βάσιμον. Ἐγκαινίζεται δὲ τεῖχος χαλκοῦν, παρ᾿ ἄλλῳ προφήτῃ· οἶμαι δὲ, ψυχὴ στεῤῥὰ, καὶ χρυσοειδής, καὶ ἀριπαγὴς εἰς εὐσέβειαν. ᾌδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς τὴν Ἱερουσαλὴμ ἀνασωθέντες (κακεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ᾄδειν ᾠδὴν, ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ᾠδὴν καὶ πολιτείαν ἱστάμενο)ι· εἴτε οἱ μείναντες ἐν τῷ καλῷ, καὶ προκόπτοντες· καὶ τὸ μὲν κατωρθωκότες ἤδη, τὸ δὲ κατορθοῦντες, παρὰ τοῦ ἁγίου καὶ καινοποιοῦ Πνεύματος.
2. Ἐγκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε, καὶ Βεσελεὴλ ἐτελείωσε, καὶ Μωσῆς ἐπήξατο. Ἐγκαινίζεται δὲ ἡ βασιλεία Δαβὶδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, ἀναγορευομένου τὸ δεύτερον. Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, ὁ τῆς ἀπιστίας, καὶ Ἰησοῦς παρῆν, ὁ Θεὸς καὶ ναὸς, Θεὸς αἰώνιος, ναὸς πρόσφατος, ὁ αὐθημερὸν λυόμενος, καὶ τριήμερος ἀνιστάμενος, καὶ μένων εἰς τοὺς αἰῶνας, ἵν᾿ ἐγὼ σωθῶ, καὶ τοῦ παλαιοῦ πτώματος ἀνακληθῶ, καὶ γένωμαι καινὴ κτίσις, διὰ τῆς τοιαύτης φιλανθρωπίας ἀναπλαττόμενος. Ἐπιζητεῖ δὲ ὁ θεῖος Δαβὶδ καρδίαν καθαρὰν ἐν ἑαυτῷ κτιζομένην, καὶ πνεῦμα εὐθὲς τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· οὐχ ὡς οὐκ ἔχων, (τίς γὰρ, εἰ μὴ Δαβὶδ ὁ τοσοῦτος;) ἀλλ᾿ ὡς καινὸν γινώσκων τὸ νῦν ἀεὶ προστιθέμενον. Καὶ τί δεῖ μοι πλειόνων Ἐγκαινίων, ἐνὸν τὰ παρόντα γνωρίσαι, καὶ ἃ σήμερον πανηγυρίζομεν, τῇ ζωῇ μετὰ θάνατον πλησιάσαντες; Ἐγκαίνια, Ἐγκαίνια ἡ πανήγυρις, ἀδελφοί. Λεγέσθω γὰρ πολλάκις ὑφ᾿ ἡδονῆς. Καὶ τίνα ταῦτα; Οἱ μὲν εἰδότες, διδάξατε· οἱ δὲ ἀγνοοῦντες, τὴν ἀκοὴν ἐγκαινίζεσθε.