Ἐκεῖνοι ὅτι λαὸς Θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο. Ἐνταῦθα δὲ ὁ λαὸς τοῦ Θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται· μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. Παρ' ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ' ἡμῖν δέ ἐστι βάπτισμα Ἁγίου Πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν Ἁγίῳ Πνεύματι καὶ πυρί». Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα· καὶ «εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ Ἁγίου Πνεύματος μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν». Ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνήν, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός».
Γέγραπται ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν. Τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας. Καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν· ἔδωκε γὰρ ἡμῖν πτέρυγας Ἁγίου Πνεύματος πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.
Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις· λέγει γάρ· «διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς». Κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα. ∆ιαθήκη τε γὰρ ἔσωθεν καὶ πόλεμος ἔσωθεν, καὶ ἁπαξαπλῶς ὅσα ἐκείνοις συνέβη, «τυπικῶς» ἐγίνετο· «ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν».
Τῷ γὰρ Ἀβραὰμ προεῖπεν ὁ Θεὸς τὸ ἐσόμενον ὅτι «πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια». Τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα. Πάροικος γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ· ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιῶσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε «ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν Θεόν», τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως. Καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου. Εἶπε δὲ ὁ Θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν καὶ τῶν φλιῶν, «ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν»· ἑώρα γὰρ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις καὶ πᾶν πρωτότοκον ἀνῄρει. Ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιζωσαμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν χερσί. Καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα Κυρίου καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ ἀρνίου συντρῖψαι. Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. Καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. Διό φησι Μωϋσῆς· αὕτη ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ Θεὸς λυτρώσασθαι ἡμᾶς. Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης. Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν Θεόν. Ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων.
Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο («τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ», καὶ αὖθις· «ἐργάσῃ τὴν γῆν καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς»), ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι, ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνεδύθη σκότος, ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ.
Καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας· οἳ καὶ χωρίσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς ματαίους. Ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλείαν μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν.
Ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ καὶ βοήσῃ πρὸς τὸν Θεόν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. Ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ «ἐν τῷ μηνὶ τῶν νέων» ἀνθῶν, λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν.
Κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς καὶ ἐνθυμήσεις ῥυπαράς, ὅσον δυνατόν, ἀπορρίψασθαι. Σφαγῆναι δεῖ τὸ ἀρνίον καὶ τυθῆναι καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον. Ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα. Εἶτα μετὰ τὸ χρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν. Ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. Εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλά, ἀλλ' αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι· μετὰ θλίψεως γὰρ πολλῆς καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας. Καὶ πρὸς ἑσπέραν φησὶν ἔδεσθε αὐτό. Ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. Οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ Θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν. Καὶ ὃν τρόπον εἶπε Μωϋσῆς· αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ Θεοῦ, οὕτως καὶ ὁ Χριστός, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται ἐκάλεσεν «ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως». Ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως. Εἰκότως, πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει καὶ πεπεδημένης κρυπτῶς ἐν λάκκῳ κατωτάτῳ καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι. Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ· ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. Πένθος ἔχει τοὺς Αἰγυπτίους· στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. Κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν· ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ Θεός· ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες καὶ κατέσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς.
Μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους, καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν. Ἀπαίρουσιν οἱ υἱοὶ Ἰσραήλ, τὸ πάσχα ποιήσαντες· προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν Πνεύματος Ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι Αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα λόγον. Στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο· φυλάττον τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν. Γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν καὶ μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, διώκειν ἐθάρσησε· σπουδῇ γὰρ ζεύξας τὰ ἅρματα αὐτοῦ καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο. Ἤδη δὲ μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσα τε καὶ φυλάττουσα.
Καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά. Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα ἡ τοῦ Θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν. Γνοὺς δὲ ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ λαβοῦσα τοὺς λογισμοὺς πάλαι κατεχομένους (ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα), ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν. Μαθὼν δὲ ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ τῆς σφαγῆς τῶν πρωτοτόκων καὶ κλοπῆς τῶν λογισμῶν, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐδεὶς εὑρεθῇ ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν. Καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων.
Ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη· παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς. θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν· μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνευμάτων ἕστηκεν ὁ Κύριος. Θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως ἢ ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν. Ἀπευδοκεῖ οὖν ἑαυτὴν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτῇ ἔχουσα ἡ ψυχὴ διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν. Καὶ ἐπειδὰν ἴδῃ ὁ Θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν καταπιεῖν αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν καὶ δοκιμάζων αὐτήν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει.
Τοιαύτην γὰρ ὁ Θεὸς ἔθετο τὴν ὁδὸν τὴν «ἀπάγουσαν εἰς τὴν ζωὴν» μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας καὶ δοκιμασίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτὴν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν παρ' ὀφθαλμοῖς θάνατον, τὸ τηνικαῦτα χειρὶ κραταιᾷ καὶ «ὑψηλῷ βραχίονι» διὰ τοῦ Ἁγίου Πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός. Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ Θεοῦ καὶ Πνεύματος Ἁγίου μετέχοντι.
Εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ Θεοῦ διελθοῦσα καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, παρακαλουμένη ὑπὸ τοῦ Θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ. Τότε τὸ πνεῦμα ὅπερ ἔλαβε καινὸν ᾆσμα τῷ Θεῷ ᾄδει διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. Ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ Θεῷ ἐν καθαρᾷ καρδίᾳ. Δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ. Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί. Καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ παρὰ τῷ Θεῷ καὶ ἀληθινή. Ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα καὶ ἄχρηστον πρὸς πόσιν. Κελεύει οὖν ὁ Θεὸς ἀποκνίσαντα ξύλον ῥῖψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος χρήσιμον καὶ πόσιμον ἐγένετο τῷ λαῷ τοῦ Θεοῦ. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκειοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη. Διὸ ἐμβάλλει ὁ Θεὸς τὸ ξύλον τῆς ζωῆς εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ· γίγνεται γὰρ πνεῦμα σαρκοφόρον. Δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ Πνεύματος. Οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ ξύλον τῆς ζωῆς εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ μὴ λαβὼν γὰρ τὸ ξύλον τῆς ζωῆς· οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν. Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας. Τοῖς μὲν ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν, τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο.
Οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωή, ἐφ' ἣν ἐπαναπαύονται. Τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων. Σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. Καὶ ἡ περιτομὴ καὶ ἡ σκηνὴ καὶ ἡ κιβωτὸς καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ νόμῳ Μωσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε τὴν κατ' εἰκόνα Θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλείαν σκότους πικρίας. Ταύτῃ γὰρ ἠθέλησεν ὁ Θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων. Κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ Υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ Θεὸς παραδέχεται αὐτήν, κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτῇ, ἕως αὐξήσει αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. Τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται. Πρῶτον γὰρ γεννᾷ αὐτὴν ἐν ἑαυτῷ καὶ αὐξάνει δι' ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ· αὐτὸς γὰρ ὢν τέλειος νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου. Καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου