Δευτέρα 25 Αυγούστου 2014

Ομιλίες πνευματικές του Οσίου Μακαρίου του Αιγυπτίου / Ομιλία 06 Ομιλία 06



Οἱ προσερχόμενοι τῷ Κυρίῳ ὀφείλουσι τὰς εὐχὰς ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ καὶ καταστάσει πολλῇ ποιεῖσθαι καὶ οὐχὶ ἀπρεπέσι κραυγαῖς καὶ συγκεχυμέναις, ἀλλὰ πόνῳ καρδίας καὶ λογισμοῖς νήφουσι προσέχειν τῷ Κυρίῳ. Καὶ ὥσπερ ἐὰν ᾖ τις ἔχων πάθη καὶ καυτηριάζηται ἢ χειρουργῆται, οὕτως ἀνδρείως καὶ ὑπομονητικῶς φέρει τὸν προσφερόμενον πόνον ἄνευ θορύβου καὶ ταραχῆς κρατῶν ἑαυτοῦ· εἰσὶ δὲ ἄλλοι τὸν αὐτὸν πόνον ἔχοντες, καὶ ἐν τῷ καυτηριάζεσθαι ἢ χειρουργεῖσθαι κραυγαῖς ἀπρεπέσι κέχρηνται, καὶ ὁ αὐτός ἐστι πόνος τοῦ βοῶντος καὶ τοῦ μὴ βοῶντος, τοῦ ταρασσομένου καὶ τοῦ μὴ ταρασσομένου, οὕτως εἰσί τινες ἔχοντες θλῖψιν καὶ πόνον καὶ εὐκαταστάτως φερόμενοι, ἄνευ ταραχῆς κρατοῦντες ἑαυτῶν τὸν νοῦν ἐν τοῖς λογισμοῖς· εἰσὶ δὲ ἄλλοι τὴν αὐτὴν θλῖψιν ἔχοντες καὶ ἀνυπομονήτως φερόμενοι, μετὰ θορύβου καὶ ταραχῆς τὰς προσευχὰς ποιοῦντες εἰς τὸ καὶ τοὺς ἀκούοντας σκανδαλίζεσθαι· εἰσὶ δὲ ἄλλοι μὴ ἔχοντες πόνον, εἰς δὲ ἐπίδειξιν ἢ ἰδιωτείαν φερόμενοι κραυγαῖς ἀτάκτοις κέχρηνται ὡς διὰ τούτων δυνάμενοι εὐαρεστῆσαι τῷ Θεῷ
.
Οὐ χρὴ δὲ τὸν τοῦ Θεοῦ δοῦλον ἐν τοιαύτῃ ἀκαταστασίᾳ εἶναι, ἀλλ' ἐν πάσῃ ἡμερότητι καὶ σοφίᾳ, καθὼς εἶπεν ὁ προφήτης· «ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» καὶ ἐπὶ τοῦ Μωσέως δὲ καὶ τοῦ Ἠλία εὑρίσκομεν, ὅτι ἐν τῇ γιγνομένῃ αὐτοῖς ἐπιφανείᾳ, πολλῆς διακονίας γενομένης σαλπίγγων καὶ δυνάμεων ἔμπροσθεν τῆς δεσποτικῆς ἀξίας, ἐν ἐκείνοις πᾶσι διεκρίθη καὶ ἐφανερώθη ἡ τοῦ Κυρίου παρουσία ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ καὶ ἀναπαύσει. «Ἰδοὺ» γάρ φησι «φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ ὁ Κύριος». Δείκνυται τοίνυν ὅτι ἡ τοῦ Κυρίου ἀνάπαυσις ἐν εἰρήνῃ καὶ καταστάσει ἐστί· θεμέλιον γὰρ ὃν τίθησιν ἄνθρωπος καὶ ἀρχὴν ἣν ἄρχεται, ἐν αὐτῇ μέχρι τέλους διαμένει. Ἐὰν ἐν φωνῇ καὶ ταραχῇ ἄρξηται τὴν προσευχὴν ποιεῖσθαι, μέχρι τέλους τὴν αὐτὴν συνήθειαν κρατεῖ.  Ἐπειδὴ δὲ ὁ Κύριος φιλάνθρωπός ἐστι, συμβαίνει ὅτι καὶ τούτῳ δίδωσι βοήθειαν. Οὗτοι οὖν διὰ τὴν προτροπὴν τῆς χάριτος ἕως τέλους τῇ αὐτῇ συνηθείᾳ ἀποκέχρηνται. Ἀλλ' ὁρῶμεν ὅτι τὸ μέρος τοῦτο ἰδιωτῶν ἐστι, διὰ τὸ καὶ ἄλλους σκανδαλίζειν καὶ αὐτοὺς τεταραγμένους ποιεῖσθαι τὴν προσευχήν.
Ὁ δὲ ἀληθινὸς θεμέλιος τῆς προσευχῆς οὗτός ἐστι, τὸ προσέχειν τοῖς λογισμοῖς καὶ ἐν πολλῇ ἡσυχίᾳ καὶ εἰρήνῃ ποιεῖσθαι τὴν προσευχήν, ὡς μήτε τοὺς ἔξωθεν σκανδαλίζεσθαι. Οὗτος γὰρ ἐὰν ἐπιδέξηται τὴν χάριν τοῦ Θεοῦ καὶ τὴν τελείωσιν ἄχρι τέλους ἐν ἡσυχίᾳ ποιήσῃ, πλέον τοὺς πολλοὺς οἰκοδομήσει· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλ' εἰρήνης. Οἱ γὰρ ταῖς κραυγαῖς κεχρημένοι κελευσταῖς ἐοίκασι, μὴ δυνάμενοι πανταχοῦ εὔξασθαι μήτε ἐν ἐκκλησίαις μήτε ἐν κώμαις, εἰ μὴ τάχα ἐν ἐρημίαις κατὰ τὸ θέλημα αὐτῶν· οἱ δὲ ἐν ἡσυχίᾳ προσευχόμενοι πάντας οἰκοδομοῦσιν ἐν παντὶ τόπῳ. Χρὴ γὰρ ὅλον τὸν ἀγῶνα τοῦ ἀνθρώπου ἐν τοῖς λογισμοῖς ἐκτελεῖν καὶ τὴν περικειμένην ὕλην τῶν πονηρῶν λογισμῶν ἀποκόπτειν καὶ ἐπείγειν ἑαυτὸν πρὸς τὸν Θεὸν καὶ μὴ ποιεῖν τὰ θελήματα τῶν λογισμῶν, ἀλλὰ πανταχόθεν ῥεμβομένους αὐτοὺς συνάγειν, διακρίνοντα τοὺς φυσικοὺς λογισμοὺς ἀπὸ τῶν πονηρῶν.
Πελάζεται γὰρ ἡ ψυχὴ οὖσα ὑπὸ ἁμαρτίαν, ὥσπερ ἐὰν ᾖ ἐν ὄρει ὕλη μεγάλη ἢ ἐν ποταμῷ καλαμῶνες ἢ δάση τινὰ ἀκανθῶν καὶ ὑλῶν· οἱ οὖν βουλόμενοι δι' ἐκείνου τοῦ τόπου παρελθεῖν ὀφείλουσιν ἐκτείνειν τὰς χεῖρας καὶ μετὰ βίας καὶ καμάτου ἀπωθεῖσθαι τὴν περικειμένην ὕλην. Οὕτως καὶ ἡ τῶν λογισμῶν τῆς ἐναντίας δυνάμεως ὕλη περίκειται τῇ ψυχῇ. Πολλῆς οὖν σπουδῆς καὶ προσοχῆς νοὸς χρεία, ἵνα τις διακρίνῃ τοὺς ἀλλοτρίους λογισμοὺς τῆς ἐναντίας δυνάμεως. Ἔστι γάρ τις θαρρῶν τῇ ἑαυτοῦ δυνάμει, νομίζων ἀφ' ἑαυτοῦ ἐκκόπτειν τὰ περικείμενα ὄρη· ἔστι δὲ ἄλλος ἀπὸ καταστάσεως καὶ διακρίσεως διοικῶν τῷ νοῒ αὐτοῦ καὶ ἀκαμάτως πλέον ἐκείνου τὸ ἔργον αὐτοῦ διανύων.
Οὕτω καὶ ἐν ταῖς προσευχαῖς εἰσί τινες κραυγαῖς κεχρημένοι ἀπρεπέσιν, ὡς δὴ τῇ σωματικῇ ἰσχύϊ πεποιθότες, μὴ εἰδότες τὰς κλοπὰς τῶν λογισμῶν, ἀλλὰ νομίζοντες τῇ ἰδίᾳ δυνάμει τὸ τέλειον κατόρθωμα ποιεῖσθαι. Εἰσὶ δὲ ἄλλοι οἱ τοῖς λογισμοῖς προσέχοντες καὶ ὅλον τὸν ἀγῶνα ποιούμενοι ἔσωθεν· οὗτοι διὰ τῆς συνέσεως αὐτῶν καὶ διακρίσεως δύνανται κατορθῶσαι καὶ ἀποσείσασθαι τοὺς ἐπανισταμένους λογισμοὺς καὶ κατὰ τὸ θέλημα τοῦ Κυρίου πορεύεσθαι. Εὑρίσκομεν δὲ ἐν τῷ Ἀποστόλῳ, ὅτι τὸν οἰκοδομοῦντα τὸν ἄλλον μείζονα λέγει· φησὶ γάρ· «ὁ λαλῶν γλώσσαις ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις». Ἕκαστος οὖν ἐπιλέξεται τὸ ἄλλους οἰκοδομῆσαι, καὶ καταξιοῦται τῆς βασιλείας τῶν οὐρανῶν.
Ἐρώτησις: Ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι;
Ἀπόκρισις: Ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα. Ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ οἱ ἄρχοντες τοῦ σκότους ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον. Λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ Κύριος καὶ ἔλαβεν ἐκ τῆς Παρθένου τὸ σῶμα. Εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; Ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος ἐλάλει τοῖς ἀνθρώποις. Λοιπὸν οὖν τὰ πνεύματα τῆς πονηρίας, ἃ ἐνεκαθέζοντο εἰς τὸ σῶμα, καθεῖλεν ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, οἷς ἐνεπολιτεύοντο, καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ Κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ τὸ σῶμα.
Ἐρώτησις: Τί οὖν ἐστιν ὃ εἶπε· «καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ»;
Ἀπόκρισις: Τοῦτο εὑρίσκομεν, ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ὁ Κύριος ἀνελήφθη εἰς τοὺς οὐρανούς. Ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ Παράκλητον εἰς τοὺς δώδεκα Ἀποστόλους καὶ τὴν ἁγίαν Δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκάθισεν εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν. Ἐπεὶ δὲ οἱ παρεστηκότες εἶπον ὅτι «οὗτοι γλεύκους εἰσὶ μεμεστωμένοι», λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτοὺς λέγων περὶ τοῦ Ἰησοῦ ὅτι ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαντες ἐπὶ ξύλου. Καὶ ἴδε, ἐκεῖ ποιεῖ θαυμάσια, διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς. Γέγραπται γάρ· ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὥστε γενέσθαι κόσμον καινόν, ἐκλεκτὸν Θεοῦ. Ὁρᾷς πῶς ἐφάνη ἀρχὴ κρίσεως· ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός. Ὧδε γὰρ ἐδόθη αὐτοῖς ἐξουσία καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι, καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας τοῦ Κυρίου ἐν τῇ ἀναστάσει τῶν νεκρῶν· καὶ ὧδε γίγνεται τοῦ Ἁγίου Πνεύματος καθεσθέντος ἐν τοῖς θρόνοις τῶν νοημάτων αὐτῶν.
Ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὔκ εἰσι κτίσματα (καὶ οἱ λέγοντες κακῶς λέγουσιν), ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. Τί λέγει ὁ Ἀπόστολος Παῦλος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου; Ὅτι «αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν», εἰς ἣν ὁμολογοῦμεν. Περὶ δὲ τοῦ ἐνδύματος, ὃ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτοὺς εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου