Ὥσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τὸν ὀφθαλμὸν καὶ αὐτὸς ὁρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα· ὑπόθου δέ μοι διέρχεσθαί τινα διὰ τόπων ὑλωδῶν καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορβόρων, ἔνθα καὶ πῦρ ἀναβάλλει καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖ τυγχάνει. Τὸ λοιπὸν ὁ γοργὸς καὶ σπουδαῖος καὶ εὐκίνητος ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν χερσὶ καὶ ποσὶ τὸν χιτῶνα αὐτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ ἢ ὑπὸ τοῦ βορβόρου ἀφανισθῇ ἢ ὑπὸ ξίφους διακοπῇ. Καὶ ὁ ὀφθαλμὸς ὅλον ὁδηγεῖ τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταρραγῇ ἢ ὕδασι καταποντισθῇ ἤ τινι χαλεπῷ καταβλαβῇ.
Ὁ οὕτως γοργὸς καὶ συνετὸς καὶ μετὰ πάσης νήψεως παρερχόμενος, συσφίγγων τὸν χιτῶνα αὐτοῦ, ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος φυλάσσει καὶ ἑαυτὸν ἀβλαβῆ καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ. Ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς καὶ ῥάθυμος καὶ βαρὺς καὶ χαῦνος διὰ τῶν τοιούτων παρερχόμενος τόπων, περιρρέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ ἔνθεν εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται ἢ ὑπὸ τοῦ πυρὸς κατακαίεται διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως τὸ ἔνδυμα ἢ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται ἢ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν τοῦ ἐνδύματος χιτῶνα διὰ τὴν ἀπροσεξίαν καὶ χαυνότητα καὶ ὀκνηρίαν αὐτοῦ. Εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ αὐτὸς εἰς φάραγγα πεσεῖται ἢ ἐν τοῖς ὕδασι καταποντισθήσεται.
Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα καλόν, τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα διακριτικὸν μέλος εὐθῦνον ὅλην τὴν ψυχὴν μετὰ τοῦ σώματος, παρερχομένη διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ βίου καὶ βορβόρου καὶ πυρὸς καὶ κρημνῶν, τουτέστιν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ τῶν λοιπῶν ἀτόπων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νήψεως καὶ ἀνδρείας καὶ σπουδῆς καὶ προσοχῆς συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν καὶ τὸν χιτῶνα τοῦ σώματος, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις μεριμνῶν καὶ ἀσχολιῶν καὶ περισπασμῶν γηΐνων, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας κατακαυθῇ. Οἷον ἐνδεδυμένη τὸν ὀφθαλμὸν ἀποστρέφει τοῦ μὴ ἰδεῖν πονηρά, τὸ οὖς ὁμοίως ἀποστρέφει τοῦ μὴ ἀκούειν καταλαλιάν, τὴν γλῶσσαν τοῦ μὴ λαλεῖν μάταια, χεῖρας καὶ πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν.
Ἔχει γὰρ θέλημα ἡ ψυχὴ τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θεαμάτων καὶ ἀκοῆς πονηρᾶς καὶ αἰσχρᾶς καὶ λόγων ἀπρεπῶν καὶ ἐπιτηδευμάτων κοσμικῶν καὶ πονηρῶν. Ἀποστρέφει δὲ καὶ ἑαυτὴν ἡ ψυχὴ ἀπὸ ῥεμβασμῶν, φυλάττουσα τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν αὐτῆς. Καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ συνέχουσα πάντοθεν ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον καὶ ἄκαυστον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει. Καὶ αὐτὴ διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ θελήματος αὐτῆς, τὸ δὲ πᾶν διὰ τῆς τοῦ Κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέφουσα καὶ οὕτως ὑπὸ Κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν προειρημένων κακῶν.
Ἐπὰν γὰρ ἴδῃ ὁ Κύριός τινα γενναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς καὶ περισπασμοὺς καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων, δίδωσι τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα. Καὶ οὕτως ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ Θεοῦ καὶ ἀγγέλων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δυνατόν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα καὶ ὑπ' αὐτοῦ βοηθηθεῖσα τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξελήλυθεν.
Εἰ δέ τις ἐν χαυνότητι καὶ ῥαθυμίᾳ μὴ προσεχόντως ἐν τῷ βίῳ τούτῳ πορεύεται καὶ ἐκ θελήματος ἰδίου οὐκ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου καὶ τὸν Κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ζητεῖ, εἰς τὰς ἀκάνθας καὶ ὕλας τοῦ κόσμου τούτου περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας ὁ χιτὼν τοῦ σώματος παρακαίεται καὶ ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν σπιλοῦται, καὶ οὕτως ἀπαρρησίαστος ἡ ψυχὴ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκεται, τὸ ἔνδυμα αὐτῆς ἄσπιλον μὴ δυνηθεῖσα τηρῆσαι, ἀλλὰ καταφθείρασα αὐτὸ ταῖς ἀπάταις τοῦ αἰῶνος τούτου· καὶ διὰ τοῦτο ἀπόβλητος τῆς βασιλείας γίνεται. Τί γὰρ ποιήσει ὁ Θεὸς τῷ θελήματι ἰδίῳ παραδιδόντι ἑαυτὸν τῷ κόσμῳ καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ ἢ ῥεμβασμοῖς ὑλικοῖς ἐκπλανωμένῳ; Ἐκείνῳ γὰρ βοήθειαν δίδωσι τῷ ἀποστρεφομένῳ τὰς ὑλικὰς ἡδονὰς καὶ προτέρας συνηθείας καὶ βίᾳ τὴν διάνοιαν πάντοτε πρὸς Κύριον ἕλκοντι ἀρνουμένῳ τε ἑαυτὸν καὶ τὸν Κύριον μόνον ἐπιζητοῦντι. Τοῦτον διατηρεῖ τὸν φυλασσόμενον πανταχόθεν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης τοῦ κόσμου, τὸν μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον καὶ μετὰ πάσης προσεχείας διὰ τῶν παγίδων καὶ βρόχων καὶ ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου παρερχόμενον καὶ τὴν τοῦ Κυρίου βοήθειαν ἐπιζητοῦντα καὶ τῷ ἐλέει αὐτοῦ διὰ τῆς χάριτος σῴζεσθαι ἐλπίζοντα.
Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι αἱ φρόνιμοι, νήψασαι καὶ γοργευσάμεναι τὸ ξένον τῆς ἑαυτῶν φύσεως, λαβοῦσαι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν, τουτέστι τὴν ἄνωθεν χάριν τοῦ πνεύματος, ἠδυνήθησαν συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα. Αἱ δὲ ἄλλαι, αἱ μωραί, αἱ ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέξασθαι τὸ «ἔλαιον τῆς ἀγαλλιάσεως» ἐν τοῖς ἀγγείοις αὐτῶν, ὡς ἔτι ἐν σαρκὶ ἦσαν. Ἀλλ' ὥσπερ ἀπεκοιμήθησαν δι' ἀμέλειαν καὶ χαυνότητα καὶ ῥαθυμίαν καὶ ἀγνωσίαν ἢ καὶ οἴησιν δικαιοσύνης. Διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας ἀπεκλείσθησαν μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ.
Δεσμῷ γὰρ κόσμου καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατασχεθεῖσαι τὴν ἀγάπην αὐτῶν ὅλην καὶ τὸν ἔρωτα πρὸς τὸν οὐράνιον νυμφίον οὐκ ἔδωκαν οὔτε τὸ ἔλαιον ἐκομίσαντο. Καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως, τὸν ἁγιασμὸν τοῦ πνεύματος ζητοῦσαι ψυχαὶ ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποδεσμοῦσι κἀκεῖ περιπατοῦσι κἀκεῖ εὔχονται κἀκεῖ λογίζονται, πάντα ἀποστρεφόμεναι. Διὸ καταξιοῦνται λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου χάριτος καὶ οὕτως ἄπτωτοι διεξελθεῖν δύνανται, τελείως τῷ πνευματικῷ νυμφίῳ εὐαρεστοῦσαι. Αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ τῷ λογισμῷ ἐπὶ τῆς γῆς ἕρπουσιν, ἐπὶ γῆς λογίζονται, ἐπὶ γῆς τὴν δίαιταν ὁ νοῦς αὐτῶν ἔχει· καὶ τῷ μὲν δοκεῖν νομίζουσι τοῦ νυμφίου εἶναι καὶ δικαιώμασι κεκοσμῆσθαι σαρκός, ἄνωθεν δὲ ἐκ τοῦ πνεύματος οὐκ ἐγεννήθησαν, τὸ «ἔλαιον τῆς ἀγαλλιάσεως» μὴ δεξάμεναι.
Αἱ γὰρ πέντε λογικαὶ αἰσθήσεις τῆς ψυχῆς, ἐὰν δέξωνται τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι τυγχάνουσι, τὴν ἄνωθεν τῆς χάριτος δεξάμεναι φρόνησιν. Εἰ δὲ εἰς τὴν φύσιν αὐτῶν μόνην ἀπομείνωσι, μωραὶ εὑρίσκονται καὶ τέκνα τοῦ κόσμου ἀποδείκνυνται· οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ δοκεῖν νομίζουσι δι' εὐλογοφανείας τινὰς καὶ σχῆμα τοῦ νυμφίου εἶναι νύμφαι. Ὥσπερ γὰρ αἱ ὅλαι ἐξ ὅλου τῷ Κυρίῳ προσκολλώμεναι ψυχαὶ ἐκεῖ εἰσι τῷ λογισμῷ κἀκεῖ εὔχονται κἀκεῖ περιπατοῦσι κἀκεῖ ἐπιποθοῦσιν εἰς τὴν τοῦ Κυρίου ἀγάπην, οὕτω πάλιν ψυχαὶ αἱ ἐν τῇ ἀγάπῃ τοῦ κόσμου δεθεῖσαι καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι ἐκεῖ περιπατοῦσι καὶ ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς ἐνδιαιτᾶται· διὸ καὶ ἀμετάτρεπτοι πρὸς τὸ ἀγαθὸν φρόνημα τοῦ πνεύματος τυγχάνουσι.
Ξένον οὖν τι τῆς φύσεως ἡμῶν (λέγω δὴ τὴν ἐπουράνιον χάριν) χρεὼν συστῆναι καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουράνιον νυμφῶνα τῆς βασιλείας τῷ Κυρίῳ συνεισελθεῖν καὶ τῆς αἰωνίου σωτηρίας τυχεῖν. Ξένον γὰρ τῆς φύσεως ἡμῶν, τὴν κακίαν τῶν παθῶν, «διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου» ἐν ἑαυτοῖς ἐδεξάμεθα, ἣν καὶ ὥσπερ φύσιν ἡμῶν καταστᾶσαν συνηθείᾳ καὶ προλήψει πολλῇ διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν, τῆς ἐπουρανίου δωρεᾶς τοῦ Πνεύματος, ἐξωσθῆναι πάλιν χρὴ καὶ εἰς τὴν ἀρχαίαν καθαρότητα ἀποκαταστῆναι. Καὶ εἰ μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ Πνεύματος δεξόμεθα νῦν ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσευχῇ καὶ ἀποστροφῇ τοῦ κόσμου, καὶ προσκολληθῇ τῇ ἀγάπῃ, ἥτις ἐστὶν ὁ Κύριος, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης τοῦ Πνεύματος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀκριβῶς ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα. Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσάν μοι δύναμιν εἰπεῖν βούλομαι· διὸ συνετῶς ἀκούσατε.
Ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀπρόσιτος καὶ ἀποίητος Θεὸς δι' ἄπειρον καὶ ἀνεννόητον χρηστότητα, καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν ἐκ τῆς ἀπροσίτου δόξης, ἵνα συνενωθῆναι δυνηθῇ τοῖς ἀοράτοις αὐτοῦ κτίσμασιν (οἷον ψυχαῖς ἁγίων καὶ ἀγγέλων λέγω), ἵνα δυνηθῶσι ζωῆς θεότητος μετασχεῖν. Ἕκαστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων· ὅτι κἂν λεπτά ἐστιν, ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ εἰκόνι κατὰ τὴν λεπτότητα τῆς φύσεως αὐτῶν σώματα τυγχάνει λεπτά. Ὥσπερ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ λεπτὴ οὖσα περιέλαβε τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς δι' οὗ ἀκούει, ὁμοίως τὴν γλῶσσαν δι' ἧς λαλεῖ, τὴν χεῖρα, καὶ ἁπαξαπλῶς πᾶν τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιλαβοῦσα ἡ ψυχὴ συγκέκραται, δι' οὗ ἀπεργάζεται πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα. Τὸν αὐτὸν τρόπον καὶ ὁ ἄπειρος καὶ ἀνεννόητος Θεὸς τῇ χρηστότητι αὐτοῦ ἐσμίκρυνεν ἑαυτὸν καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου καὶ περιέλαβεν ἑαυτὸν ἀπὸ τῆς ἀπροσίτου δόξης, καὶ διὰ ἡμερότητα καὶ φιλανθρωπίαν μεταμορφούμενος σωματοποιεῖ ἑαυτὸν καὶ ἀναμίγνυται καὶ παραλαμβάνει τὰς ἁγίας καὶ εὐαρέστους καὶ πιστὰς ψυχὰς καὶ γίγνεται μετ' αὐτῶν εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου· ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἡ ψυχὴ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς, καὶ δόξης ἀφθάρτου μέτοχος γένηται ἥ γε ἀξία αὐτοῦ καὶ εὐάρεστος. Εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν τοιαύτην ἐν πολλῇ τινι διαφορᾷ καὶ ποικιλίᾳ, καὶ πρὶν γενέσθαι οὐκ ἦν, ἠθέλησε δὲ καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω, ὄρη, δένδρα· ὁρᾷς οἵα σκληρότης φύσεως), καὶ πάλιν μέσα ὕδατα καὶ ἐξ αὐτῶν γεννᾶσθαι πετεινὰ προσέταξε καὶ πάλιν λεπτότερα, πῦρ καὶ ἀνέμους, καὶ διὰ λεπτότητα μὴ ὁρώμενα τῷ τοῦ σώματος ὀφθαλμῷ.
Πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ τέχνη ἔκτισεν ἐκ μὴ ὄντων παχύτερα καὶ λεπτότερα καὶ ἁπαλώτερα σώματα ἐνυπόστατα τῷ θελήματι αὐτοῦ, πόσῳ μᾶλλον αὐτὸς ὢν ὡς θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον μεταβάλλει καὶ σμικρύνει, καὶ ἐξομοιοῖ ἑαυτὸν σωματοποιῶν κατὰ χώρησιν ταῖς ἁγίαις καὶ ἀξίαις πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ αὐταῖς ὁ ἀόρατος καὶ ψηλαφηθῇ κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς ὁ ἀψηλάφητος, καὶ αἴσθωνται αὐτοῦ τῆς γλυκύτητος, καὶ τῆς χρηστότητος τοῦ φωτὸς τῆς ἀρρήτου ἀπολαύσεως αὐτῇ πείρᾳ ἀπολαύσωσιν. Ὅτε βούλεται, πῦρ γίνεται πᾶν φαῦλον καὶ ἐπείσακτον πάθος τῆς ψυχῆς κατακαῖον· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον φησίν. Ὅτε βούλεται, ἀνάπαυσις ἄρρητος καὶ ἄφραστος, ἵνα ἀναπαῇ ἀναπαύσει θεότητος ἡ ψυχή· ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη, θάλπων καὶ περιέπων αὐτήν. Εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων ἑαυτὸν ἀφομοιῶσαι βούλεται διὰ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν νοερῶν κτισμάτων, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει πάντα καθὼς εἴρηται· «ὑμεῖς δὲ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ».
Πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ θέλει, μεταμορφουμένῳ ταῖς ἀξίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς. Μόνον τις ἀγωνιζέσθω φίλος καὶ εὐάρεστος αὐτῷ γίγνεσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τὸ πνεῦμα τοῦ Κυρίου, γιγνόμενον εἰς ἀνάπαυσιν τῶν ἀξίων ψυχῶν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον. Σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν καὶ πόσιν ὁ Κύριος, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ· «ὁ τρώγων τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα», ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ψυχήν· καὶ γάρ φησιν· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁμοίως καὶ εἰς πόσιν νάματος ἐπουρανίου, καθώς φησιν· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», «καὶ πάντες» φησὶ «τὸ αὐτὸ πόμα ἐποτίσθημεν». Οὕτως ἑκάστῳ τῶν ἁγίων πατέρων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφερεν· ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλωςτῷ Νῶε, τῷ ∆ανιήλ, τῷ ∆αβίδ, τῷ Σολομῶν, τῷ Ἠσαΐᾳ, καὶ ἑκάστῳ τῶν ἁγίων προφητῶν· ἄλλως τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ. Καὶ ἐγὼ νομίζω, ὅτι Μωϋσῆς κατὰ πᾶσαν ὥραν ἐν τῷ ὄρει ἐν τῇ τῶν τεσσαράκοντα ἡμερῶν νηστείᾳ εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχόμενος ἐνετρύφα καὶ ἀπέλαυεν. Ἑκάστῳ οὖν τῶν ἁγίων ὡς ἠθέλησεν ὤφθη εἰς τὸ ἀναπαῦσαι καὶ σῶσαι καὶ εἰς ἐπίγνωσιν Θεοῦ ἀγαγεῖν. Πάντα γὰρ αὐτῷ εὐχερῆ ἐστιν ἃ βούλεται, καὶ ὡς θέλει σμικρύνων ἑαυτὸν σωματοποιεῖ καὶ μεταμορφοῦται ὀπτανόμενος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀπροσίτῳ δόξῃ φωτός, κατὰ πολλὴν καὶ ἄφραστον ἀγάπην φανερούμενος τοῖς ἀξίοις κατὰ τὴν αὐτοῦ δύναμιν.
Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα ἐν πολλῇ ἐπιθυμίᾳ καὶ προσδοκίᾳ καὶ πίστει καὶ ἀγάπῃ δέξασθαι ἐκείνην τὴν ἐξ ὕψους δύναμιν, τὴν ἐπουράνιον τοῦ πνεύματος ἀγάπην καὶ τὸ ἐπουράνιον πῦρ τῆς ἀθανάτου ζωῆς λαβοῦσα, πάσης ἀγάπης κοσμικῆς ἐξ ἀληθείας λύεται καὶ παντὸς δεσμοῦ κακίας ἐλευθεροῦται. Ὥσπερ γὰρ σίδηρος ἢ μόλιβδος ἢ χρυσὸς ἢ ἄργυρος ἐπὶ πῦρ βληθέντα λύεται ἐκ τῆς φύσεως τῆς σκληρᾶς, εἰς ἁπαλότητα μεταβαλλόμενα, καὶ ἐφ' ὅσον ἐν τῷ πυρὶ τυγχάνει, λύεται καὶ ἠλλοίωται τῆς φυσικῆς σκληρότητος διὰ τὴν τοῦ πυρὸς θερμὴν δύναμιν, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν Κύριον μόνον ποθήσασα ἐν πολλῇ ψυχῆς ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι, καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἔχουσα πρὸς αὐτὸν ἐλπίδι καὶ πίστει καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον πῦρ τῆς θεότητος καὶ ἀγάπης τοῦ Πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς ποιεῖται καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας μεταβάλλεται, καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον νυμφίον ὃν ἐδέξατο ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ.
Λέγω σοι δέ, ὅτι αὐτοὺς τοὺς περιποθήτους ἀδελφούς, οὓς ἔχει πρὸ ὀφθαλμῶν, ἐὰν ἐμποδίζωσιν ἀπ' ἐκείνης τῆς ἀγάπης, ὥσπερ εἰπεῖν ἀποστρέφεται· ἐκεῖνο γάρ ἐστιν αὐτῆς ζωὴ καὶ ἀνάπαυσις, ἡ τοῦ ἐπουρανίου βασιλέως μυστικὴ καὶ ἄρρητος κοινωνία. Εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη χωρίζει πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτῶν γίγνεται ἐν τῷ νῷ, καὶ εἰ ἀγαπᾷ, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ πᾶσαν εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται, «ἀντὶ τούτου» γάρ φησι «καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης, πόσῳ μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνου τοῦ Ἁγίου καὶ ἐπουρανίου καὶ ἀγαπητοῦ Πνεύματος, ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ πάντα περισσὰ αὐτοῖς καταφανήσεται τῷ νενικῆσθαι αὐτοὺς τῷ οὐρανίῳ πόθῳ καὶ τῇ τρώσει αὐτοῦ ἡνῶσθαι. Ἐκεῖ γὰρ ἐπιποθοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ ζῶσιν, ἐκεῖ οἱ λογισμοὶ αὐτῶν περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς πάντοτε τὴν διατριβὴν ἔχει νενικημένος τῷ θείῳ καὶ οὐρανίῳ ἔρωτι καὶ πόθῳ πνευματικῷ.
Τὸ λοιπόν, ὢ ἀγαπητοὶ ἀδελφοί, τοιούτων ἀγαθῶν προκειμένων καὶ τοσούτων ἐπαγγελιῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου ἐπηγγελμένων πάντα τὰ ἐμπόδια ἀφ' ἑαυτῶν ἀπορρίψωμεν καὶ πᾶσαν ἀγάπην τοῦ κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνο μόνον τὸ ἀγαθὸν τῇ ζητήσει καὶ πόθῳ ἑαυτοὺς ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης τοῦ πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος παρῄνεσε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν λέγων· διώκετε τὴν ἀγάπην, ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν, ἔρωτι θείου πνεύματος τρωθέντες. Ὁ γὰρ Κύριος πολὺ φιλανθρωπεύεται σπλαγχνιζόμενος, πότε ἐπιστρέψομεν ὅλοι ἐξ ὅλου πρὸς αὐτόν, πάντων τῶν ἐναντίων ἑαυτοὺς ἐξαίροντες. Εἰ γὰρ καὶ ἡμεῖς διὰ πολλὴν ἀγνωσίαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοεῖν, ἀλλ' αὐτὸς πολὺ σπλαγχνίζεται ἐφ' ἡμᾶς μακροθυμῶν, πότε ἐπιστρέψαντες προσέλθωμεν πρὸς αὐτὸν καὶ τὸν ἔσω ἡμῶν ἄνθρωπον φωτισθῶμεν, ἵνα μὴ καταισχυνθῶσι τὰ πρόσωπα ἡμῶν ἐν ἡμέρᾳ κρίσεως. Εἰ δὲ καὶ δύσκολον ἡμῖν καταφαίνεται διὰ τὴν σκληρὰν τῆς ἀρετῆς ἄσκησιν, μᾶλλον δὲ διὰ τὴν ὑπόθεσιν καὶ συμβουλίαν τοῦ ἀντικειμένου, ἰδοὺ αὐτὸς σπλαγχνίζεται καὶ μακροθυμεῖ ἐκδεχόμενος τὴν ἡμετέραν ἐπιστροφήν, καὶ ἁμαρτανόντων ἡμῶν ἀνέχεται· ἀνέχεται ἀναμένων τὴν μετάνοιαν ἡμῶν, καὶ πίπτοντας ἡμᾶς οὐκ ἐπαισχύνεται πάλιν δέχεσθαι, καθὼς εἶπεν ὁ προφήτης· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ἤ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μόνον ἡμεῖς διανήψωμεν ἔννοιαν ἀγαθὴν κτησάμενοι καὶ ἐπιστρέψωμεν εὐθέως καὶ ὀρθῶς βοήθειαν παρ' αὐτοῦ ἐπιζητοῦντες· καὶ αὐτὸς ἕτοιμός ἐστι σῶσαι ἡμᾶς. Ἐκδέχεται γὰρ τοῦ θελήματος ἡμῶν τὴν πρὸς Αὐτὸν ζέουσαν ὁρμὴν (ὅσον ἔχομεν δυνάμεως) καὶ τὴν ἐκ προαιρέσεως ἀγαθῆς πίστιν καὶ προθυμίαν· τὴν δὲ κατόρθωσιν πᾶσαν αὐτὸς ἐν ἡμῖν ἐργάζεται.
Σπουδάσωμεν τοίνυν, ἀγαπητοί, ὡς τέκνα Θεοῦ ἀποδυσάμενοι πᾶσαν πρόληψιν καὶ ἀμέλειαν καὶ χαύνωσιν γενναῖοι καὶ ἕτοιμοι γενέσθαι ἀκολουθεῖν ὀπίσω αὐτοῦ μὴ ἀναβαλλόμενοι ἡμέραν ἐξ ἡμέρας, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενοι· οὐ γὰρ οἴδαμεν, πότε ἡ ἀπὸ τῆς σαρκὸς ἡμῶν ἔξοδος γίνεται. Μεγάλαι γὰρ καὶ ἄρρητοί εἰσιν αἱ τῶν Χριστιανῶν ἐπαγγελίαι τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πίστει καὶ πλούτῳ οὐκ ἀναλογεῖ πᾶσα ἡ δόξα καὶ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἡ λοιπὴ διακόσμησίς τε καὶ ποικιλία καὶ ὡραιότης καὶ πλοῦτος καὶ τρυφὴ τῶν ὁρωμένων. Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις προτροπαῖς καὶ ἐπαγγελίαις τοῦ Κυρίου ὅλοι ἐξ ὅλου προσελθεῖν καὶ ἐκδότους ἑαυτοὺς αὐτῷ καταστῆσαι, ἀρνησάμενοι κατὰ τὸ εὐαγγέλιον μετὰ πάντων καὶ τὴν ἑαυτῶν ψυχήν, καὶ μόνον αὐτὸν ἀγαπῆσαι καὶ σὺν αὐτῷ ἄλλο οὐδέν;
Ἀλλ' ἰδοὺ καὶ ταῦτα πάντα, καὶ πόση δόξα ἐδόθη, πόσαι οἰκονομίαι τοῦ Κυρίου ἀπὸ πατέρων καὶ προφητῶν γεγόνασι, πόσαι ἐπαγγελίαι ἐπηγγέλθησαν, πόσαι προτροπαί, πόση εὐσπλαγχνία τοῦ Δεσπότου ἐξ ἀρχῆς ἐφ' ἡμᾶς γέγονεν. Ἔσχατον δὲ καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄρρητον χρηστότητα ἐφ' ἡμᾶς διὰ τῆς σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν μετενέγκῃ ἐπιστρέψαντας. Καὶ ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου καὶ τῶν προλήψεων καὶ συνηθειῶν κακῶν οὐκ ἀναχωροῦμεν; Διὸ ὀλιγόπιστοι ἢ καὶ ἄπιστοι δεικνύμεθα. Καὶ ἐπὶ τούτοις πᾶσιν ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ περιθάλπων, μὴ κατὰ τὰ ἁμαρτήματα παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ καὶ τῇ τοῦ κόσμου ἀπάτῃ ἀφιὼν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ μακροθυμίαν ἀποσκοπῶν, πότε πρὸς αὐτὸν ἐπιστρέψομεν.
Ἀλλὰ δέδοικα μήποτε τὸ τοῦ Ἀποστόλου ῥητὸν πληρωθῇ εἰς ἡμᾶς τῇ καταφρονητικῇ ἐννοίᾳ συζῶντας καὶ ταῖς προλήψεσι συναπαγομένους, τὸ λέγον· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Εἰ δὲ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι καὶ τῇ ἀνοχῇ αὐτοῦ πλείονα προστιθέαμεν ἁμαρτήματα καὶ κατακρίσεις μείζους διὰ τῆς ἀμελείας καὶ καταφρονήσεως ἡμῶν ἑαυτοῖς πορισόμεθα, πληρωθήσεται τὸ λόγιον· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ Θεοῦ».
Πολλῇ γὰρ ἀγαθότητι ἀνεκδιηγήτῳ καὶ μακροθυμίᾳ ἀνεκφράστῳ κέχρηται ὁ Θεὸς περὶ τὸ γένος τῶν ἀνθρώπων, μόνον ἡμεῖς διανῆψαι θελήσωμεν καὶ ἐξ ὅλου ἐπιστραφῆναι πρὸς αὐτὸν σπουδάσωμεν, ἵνα σωτηρίας τυχεῖν δυνηθῶμεν. Εἰ δὲ βούλει ἐπιγνῶναι τὴν τοῦ Θεοῦ μακροθυμίαν καὶ τὴν πολλὴν χρηστότητα, ἀπὸ τῶν θεοπνεύστων γραφῶν καταμάθωμεν.
Ἀπόβλεψον εἰς τὸν Ἰσραήλ, ἐξ ὧν οἱ πατέρες, οἷς αἱ ἐπαγγελίαι ὡρίσθησαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οἷς αἱ λατρεῖαι καὶ διαθήκη. Πόσα ἥμαρτον, ποσάκις ἐξετράπησαν, καὶ αὐτὸς οὐκ εἴασεν αὐτοὺς εἰς τέλος, ἀλλὰ πρόσκαιρον χρόνον πρὸς τὸ συμφέρον αὐτοῖς παιδείαις παρεδίδου, τὸ σκληρὸν τῆς καρδίας αὐτῶν διὰ τῆς θλίψεως μαλάξαι βουλόμενος ἐπέστρεφε, παρεκάλει, προφήτας ἀπέστελλε. Καὶ πόσοις χρόνοις ἐμακροθύμει ἁμαρτανόντων καὶ προσκοπτόντων αὐτῶν, καὶ ἐπιστρέφοντας μετὰ χαρᾶς προσεδέχετο, καὶ πάλιν ἐκτρεπομένων αὐτῶν αὐτὸς οὐκ ἀφίστατο, ἀλλὰ διὰ τῶν προφητῶν εἰς ἐπιστροφὴν αὐτοὺς μετεκαλεῖτο. Καὶ πλεονάκις ἐκτραπέντων καὶ ἐπιστρεφομένων ἡδέως ἀντείχετο καὶ φιλανθρώπως προσεδέχετο, ἕως οὗ ὕστερον ἐν τῷ μεγάλῳ παραπτώματι εὑρέθησαν, χεῖρας ἐπιβαλόντες ἐπὶ τὸν ἴδιον δεσπότην, ὃν προσεδόκων διὰ παραδόσεων πατέρων καὶ προφητῶν ἁγίων λυτρωτὴν καὶ σωτῆρα καὶ βασιλέα καὶ προφήτην. Ἐλθόντα γὰρ οὐ παρεδέξαντο, ἀλλὰ τοὐναντίον πολλὰ αὐτῷ ἐνδειξάμενοι ἀτιμίας ἄξια ὕστερον σταυρῷ θανάτου ἐτιμωρήσαντο, καὶ ἐν τούτῳ τῷ μεγάλῳ προσκόμματι καὶ ὑπερβάλλοντι παραπτώματι αἱ ἁμαρτίαι αὐτῶν ὑπερπληθύνασαι ἀνεπληρώθησαν. Καὶ οὕτω λοιπὸν εἰς τέλος ἀφείθησαν, τοῦ Ἁγίου Πνεύματος ἐκεῖθεν ἀναχωρήσαντος, ὅτε τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ οὕτως αὐτῶν ὁ ναὸς ἔθνεσι παραδοθεὶς κατεσκάφη καὶ ἠρημώθη κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν· «οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε ὃς οὐ καταλυθήσεται», καὶ οὕτως εἰς τέλος παρεδόθησαν τοῖς ἔθνεσι καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, ὑπὸ τῶν αἰχμαλωτισάντων αὐτοὺς τότε βασιλέων μηκέτι εἰς τοὺς ἰδίους ἀνακάμψαι τόπους κελευσθέντες.
Οὕτως οὖν καὶ νῦν ἐφ' ἑκάστῳ ἡμῶν χρηστὸς ὢν καὶ ἀγαθὸς μακροθυμεῖ, ὁρῶν πόσα ἕκαστος προσκόπτει, καὶ ἡσυχάζει ἐκδεχόμενος, πότε διανήψει καὶ ἀποστραφήσεται τοῦ μηκέτι προσκόπτειν, ἐν πολλῇ ἀγάπῃ καὶ χαρᾷ τὸν ἐπιστρέφοντα ἀπὸ τῆς ἁμαρτίας δεχόμενος· «οὕτως» γάρ φησι «χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ πάλιν· «οὐκ ἔστι θέλημα τοῦ πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων». Εἰ δέ τις τῆς χρηστότητος καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ πολλῆς ἐπικειμένης ἐπ' αὐτόν, μὴ ἐπεξερχομένου εἰς ἄμυναν τοῖς κατὰ μέρος τῶν ἁμαρτημάτων προσκόμμασιν εἴτε κρυπτοῖς εἴτε φανεροῖς, ὁρῶντος καὶ ἡσυχάζοντος ὡς εἰς μετάνοιαν ἐκδεχομένου τοῦ θεοῦ, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν ἁμαρτήματα προστίθησιν ἐπὶ ἁμαρτήματα, καὶ ῥαθυμίαν ἐπὶ ῥαθυμίᾳ συνάπτει καὶ πρόσκομμα ἐπὶ πρόσκομμα οἰκοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν καὶ εἰς τοιοῦτον λοιπὸν πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐκέτι δύναται ἀνανεῦσαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῷ πονηρῷ παραδοθεὶς ἀπόλλυται.
Οὕτως ἐπὶ Σοδόμων γέγονε· πολλὰ γὰρ ἁμαρτάνοντες καὶ οὐκ ἐπιστρέφοντες ὕστερον οὕτω προσέκοψαν, ἐπὶ τῇ τῶν ἀγγέλων κακῇ βουλῇ ἀρρενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι θελήσαντες, ὥστε μηκέτι αὐτοὺς ἔχειν μετάνοιαν, ἀλλ' εἰς τέλος ἀπεδοκιμάσθησαν. Ἀνεπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερέβησαν· διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν. Οὕτως καὶ ἐπὶ Νῶε γέγονε· πολλὰ προσκόπτοντες καὶ μὴ μετανοοῦντες εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν καταφθαρῆναι. Οὕτως ἐπὶ τῶν Αἰγυπτίων πολλὰ προσκοψάντων καὶ εἰς τὸν λαὸν τοῦ Θεοῦ ἁμαρτησάντων ἐχρηστεύετο ὁ Θεὸς μὴ τοιαύτας αὐτοῖς μάστιγας ἐπιφέρειν, ὥστε εἰς τέλος αὐτοὺς διαφθεῖραι, ἀλλ' εἰς παιδείαν καὶ ἐπιστροφὴν καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων, μακροθυμῶν καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος.
Οἱ δὲ πολλὰ ἁμαρτήσαντες εἰς τὸν λαὸν τοῦ Θεοῦ καὶ ἐπιστρέφοντες καὶ πάλιν μεταμελόμενοι καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως καθιστάμενοι καὶ τὸν λαὸν τοῦ Θεοῦ καταπονήσαντες, ὕστερον ὅτε διὰ θαυμασίων πολλῶν ὁ Θεὸς τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως ἐξέβαλε, μέγα προσέκοψαν καταδιώξαντες ὀπίσω τοῦ λαοῦ τοῦ Θεοῦ. Διὸ καὶ εἰς τέλος ἡ θεία δίκη τούτους ἀνάλωσε καὶ διέφθειρε καὶ ἐν τοῖς ὕδασι κατεπόντισε μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνασα. Ὁμοίως ὁ Ἰσραήλ, ὡς προείρηται, πολλὰ προσκόπτων καὶ ἁμαρτάνων, τοὺς προφήτας τοῦ Θεοῦ ἀποκτένων καὶ ἄλλα πολλὰ κακὰ ποιῶν, ἐπεὶ ὁ Θεὸς ἐμακροθύμει ἡσυχάζων καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος. Ἔσχατον οὕτω προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἠγέρθησαν· εἰς τὸ δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον. Διὸ καὶ εἰς τέλος καταλειφθέντες ἀπεβλήθησαν, καὶ ἤρθη ἀπ' αὐτῶν ἡ προφητεία καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ Κύριος· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». Μέχρι γὰρ τότε ἠνείχετο αὐτῶν καὶ ὁ Θεὸς ἐμακροθύμει καὶ οὐκ ἀφίστατο, σπλαγχνιζόμενος ἐπ' αὐτούς. Ὅτε δὲ ἀνεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερεπλεόνασαν, εἰς τὸ δεσποτικὸν ἀξίωμα τὰς χεῖρας αὐτῶν ἐπιβαλόντες, εἰς τέλος ὑπὸ τοῦ Θεοῦ κατελείφθησαν.
Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοί, ἀπὸ γραφικῶν ἐννοιῶν συνιστῶντες τὸ δεῖν ἡμᾶς ἐπιστρέφειν τάχιον καὶ σπεύδειν πρὸς τὸν Κύριον χρηστευόμενον καὶ ἐκδεχόμενον ἡμᾶς ἀπὸ πάσης πονηρίας καὶ προλήψεως κακῆς τελείως ἀναχωροῦντας καὶ ἐπιστρέφοντας μετὰ πολλῆς χαρᾶς προσδεχόμενον, ἵνα μὴ ἐπαυξήσῃ ἡ καταφρόνησις ἡμῶν ἡμέραν ἐξ ἡμέρας καὶ τὰ προσκόμματα τιθέμενα πλεονάσῃ εἰς ἡμᾶς καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ Θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς. Σπουδάσωμεν τοίνυν ἐπιστραφέντες ἐν ἀληθινῇ καρδίᾳ προσελθεῖν αὐτῷ, μὴ ἀπελπίζοντες τὴν σωτηρίαν· ὅπερ καὶ αὐτὸ τῆς κακίας πανουργία τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν εἰς ἀπελπισμὸν φέρουσα τὸν ἄνθρωπον καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ῥαθυμίαν, ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ Κυρίῳ σωτηρίας τύχῃ, πολλῆς χρηστότητος τοῦ Κυρίου ἐπικειμένης τῷ ἀνθρωπίνῳ γένει.
Εἰ δὲ ὥσπερ δύσκολον ἡμῖν καταφαίνεται καὶ ἀδύνατον ἐκ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαι ὡς προειλημμένους (ὅπερ ὡς προειρήκαμεν ὑπόθεσις τυγχάνει τῆς κακίας καὶ τῆς σωτηρίας ἡμῶν ἐμπόδιον), μνημονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ Κύριος ἐπιδημήσας τῇ ἀγαθότητι αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς τοὺς εἰς διαφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνοντας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε, λεγεῶνα δαιμόνων ἀπὸ ἑνὸς ἀνθρώπου ἐξέβαλε καὶ εἰς σωφροσύνην κατέστησε τὸν εἰς τοσαύτην μανίαν κεχωρηκότα. Πόσῳ οὖν μᾶλλον ψυχὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν καὶ παρ' αὐτοῦ τὸ ἔλεος ἐπιζητοῦσαν καὶ δεομένην τῆς αὐτοῦ βοηθείας οὐκ ἐπιστρέψει καὶ εἰς εὐφροσύνην ἀπαθείας καὶ κατάστασιν πάσης ἀρετῆς καὶ νοὸς ἀνακαινισμὸν ἐνέγκῃ καὶ μεταβάλῃ εἰς ὑγιότητα καὶ ἀνάβλεψιν διανοίας καὶ λογισμὸν εἰρήνης, ἀπὸ τῆς τυφλώσεως καὶ κωφώσεως καὶ νεκρώσεως τῆς ἀπιστίας καὶ ἀγνωσίας καὶ ἀφοβίας εἰς σωφρονισμὸν ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνεγκών· ὁ γὰρ κτίσας τὸ σῶμα αὐτὸς καὶ τὴν ψυχὴν πεποίηκε. Καὶ ὥσπερ ἐπιδημήσας ἐν τῇ γῇ τοῖς προσερχομένοις καὶ ζητοῦσι τὴν παρ' αὐτοῦ βοήθειαν καὶ ἴασιν ἀφθόνως τῇ χρηστότητι αὐτοῦ παρείχετο καθὼς ἔχρῃζον, ὡς Ἀγαθὸς καὶ μόνος Ἱατρός, οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν.
Εἰ γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει πεποίηκε προθύμως καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας (τῆς κακίας ἀπιστίας τε καὶ ἀφοβίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν), προσερχομένῃ δὲ τῷ Κυρίῳ καὶ τὴν παρ' Αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ Αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ Πνεύματος παρ' αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγήν, οὐ δωρήσεται τάχιον καὶ ἑτοιμοτέρως τὴν ἀπολύτρωσιν τῆς ἰάσεως; Κατὰ τὸν αὐτοῦ λόγον· «πόσῳ μᾶλλον ὁ οὐράνιος Πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός», καὶ ἐπάγει λέγων· «ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει». Καὶ πάλιν ἐν ἑτέρῳ παραινεῖ· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται, καὶ διεξελθὼν ἐπιφέρει «πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν», «ἀμὴν λέγω ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ἀναστὰς ὅσον χρῄζει». Ἀναιδῶς οὖν καὶ ἀδιαλείπτως καὶ ἀπερικακήτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν διὰ τούτων πάντων προετρέψατο. Διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψῃ πρὸς αὐτὸν καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ.
Μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ἀποστήσωμεν ἑαυτούς, ὅσον τὸ ἐν ἡμῖν δυνατόν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους λογισμοὺς ἀποστραφῶμεν καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις προσκολληθῶμεν. Καὶ Αὐτὸς ἑτοίμως ποιεῖ ἡμῖν τὴν παρ' Αὐτοῦ βοήθειαν· εἰς τοῦτο γάρ ἐστιν ἐλεῶν καὶ ζωοποιῶν καὶ ἰώμενος τὰ ἀνίατα πάθη καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις Αὐτὸν καὶ πρὸς Αὐτὸν ἐπιστρέφουσι πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦσι καὶ τὴν διάνοιαν ἀπὸ γῆς ἕλκουσι καὶ πρὸς αὐτὸν τῇ ζητήσει καὶ ἐπιποθήσει ἀποκρεμαμένοις. Ἡ τοιαύτη ψυχὴ τῆς παρ' αὐτοῦ βοηθείας ἀξιοῦται ἡ πάντα περισσὰ ἡγουμένη καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου ἀναπαυομένη, ἀλλ' εἰς τὴν αὐτοῦ ἀνάπαυσιν τῆς χρηστότητος ἀναπαῆναι καὶ εὐφρανθῆναι ἐκδεχομένη. Καὶ οὕτως διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ διὰ τῆς χάριτος ἀναπαύσασα καὶ λοιπὸν συμφώνως καὶ ἀκολούθως τῷ πνεύματι τῷ ἁγίῳ διακονήσασα καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα καὶ εἰς τὸ τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ κακίας μέρος διαμείνασα καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι τοῖς ἁγίοις καταξιοῦται, ἅτε δὴ κοινωνὸς καὶ σύνδρομος κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ ἀναστραφεῖσα. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου