Δευτέρα 25 Αυγούστου 2014

Ομιλίες πνευματικές του Οσίου Μακαρίου του Αιγυπτίου / Ομιλία 08 Ομιλία 08


Εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ Κυρίου ὡς νύμφη μετὰ νυμφίου, κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· «ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπί σοι». Καὶ συμβαίνει ὅτι ἀσχολούμενος οὗτος πᾶσαν ἡμέραν ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται εἰς προσευχὴν ὁ ἔσω ἄνθρωπος, εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ' ἐκεῖνον τὸν καιρὸν λήθην ἐγγενέσθαι τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατα, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὡς εἴθε συναπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ.
Ἐρώτησις: Εἰ πάντοτε εἰσέρχεταί τις εἰς ἐκεῖνα τὰ πράγματα;
Ἀπόκρισις: Ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι, καὶ ἐρρίζωται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πηκτὸν ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ ὡς μία οὐσία, πολυτρόπως δὲ ὡς θέλει πρὸς τὸ συμφέρον οἰκονομεῖ τὸν ἄνθρωπον. Ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἅπτεται τὸ πῦρ, ποτὲ δὲ ὡς μαλθακώτερον καὶ πραΰτερον. Καὶ αὐτὸ τὸ φῶς κατὰ καιρούς τινας πλέον ἐξάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει. Καὶ αὕτη ἡ λαμπὰς πάντοτε καιομένη καὶ λάμπουσα, ὅταν φαιδρυνθῇ πλέον, ἐν μέθῃ ἐξάπτεται τῆς ἀγάπης τοῦ Θεοῦ· αὖθις δὲ κατ' οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι. Πλὴν ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. Ἄλλοτε πάλιν ἐν τῇ εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ, καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι' ἐλαίου ἐζυμωμένοι, καὶ ὅσον ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο. Ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινόν, οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι (ὃν γὰρ τρόπον εἰς τὸ ὄρος ἀνελθὼν ὁ Κύριος μετὰ Ἰωάννου καὶ Πέτρου μετήμειψεν αὐτοῦ τὰ ἱμάτια καὶ ἐξαστράψαι πεποίηκεν), οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβεῖτο καὶ ἐθαύμαζεν ὁ ἐνδεδυμένος ἄνθρωπος.

Ἐν ἄλλῳ δὲ καιρῷ αὐτὸ τὸ φῶς ἐν τῇ καρδίᾳ φαῖνον ἤνοιγε τὸ ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν ἑαυτόν, ἀλλ' εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ γλυκύτητα, διὰ τὰ ἀπόκρυφα μυστήρια, ὥστε τὸν ἄνθρωπον κατ' ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἐκ τῆς ἁμαρτίας. Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς ἕνα βαθμὸν τὸν κατώτερον τῆς τελειότητος. Ὡς ἵνα εἴπωμεν, χρὴ δώδεκα βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. Ἐν καιρῷ τις ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρ' ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. Εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρός, πάντοτε αἰχμάλωτος καὶ μετέωρος. Καὶ νῦν ᾧ ἐδείχθη ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος, εἰ συνῆν αὐτῷ πάντοτε, οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν ἢ μεριμνᾶν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον καθῆσθαι ἐν μιᾷ γωνίᾳ μετέωρον καὶ μεμεθυσμένον.
Ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου, πλὴν τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται καὶ νενίκηται ὁ θάνατος. Τὰ δὲ πράγματα οὕτως ἐστίν. Ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα· ὅθεν ὁμολογεῖ οὗτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν ὅτι διαλέλυται καὶ τέθραυσται τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον οὔτε πάντοτε. Ἔστι γὰρ καιρός, ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει· ἔστι καιρός, ὅτι ὑποστέλλεται καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. Τίς δὲ ὁ ἐλθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος; ἀκμὴν γὰρ οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον. Ἀλλ' εἰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος, ὅμως καὶ ἡ ἁμαρτία σύνεστιν ἀκμὴν ἔσω. Αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι εἶναι καὶ τέλειοι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσιν ἐνέργειαν τῆς χάριτος. Ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς ἐκεῖνο τὸ μέτρον καὶ οἶδα καταμαθών, πῶς οὐκ ἔστι τέλειος ὁ ἄνθρωπος.
Ἐρώτησις: Εἰπὲ ἡμῖν σύ, ἐν ποίοις εἶ μέτροις;
Ἀπόκρισις: Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ, εἰρηνεύει ὅλα τὰ μέλη καὶ τὴν καρδίαν, ὥστε τὴν ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον φαίνεσθαι καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν. Ἀλλ' ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ, καὶ χαίρει ὁ ἄνθρωπος ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ ἀγαπᾶν, Ἕλληνας, Ἰουδαίους. Ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτως θαρρεῖ τῷ Υἱῷ τοῦ Θεοῦ ὡς Πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσον εἰσέρχεται πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονάς, καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα θαυμάσια δείκνυνται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱῷ καὶ κληρονόμῳ πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι. Δόξα τῷ Θεῷ. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου