Παρασκευή 22 Αυγούστου 2014

4ος Λόγος. Λόγος τέταρτος. Τίνα συντέλειαν αὐτῇ δίδωσιν ἡ ἱερὰ κοινωνία.ΚΑΒΑΣΙΛΑΣ

 


1. Μετὰ δὲ τὸ μύρον, ἐπὶ τὴν τράπεζαν εἶμεν· τοῦτο τῆς ζωῆς τὸ πέρας, οὗ γενομένοις οὐδενὸς ἤδη δεήσει πρὸς τὴν ζητουμένην εὐδαιμονίαν. Οὐκέτι γὰρ θάνατον καὶ τάφον καὶ ζωῆς ἀμείνονος κοινωνίαν, ἀλλ’ αὐτὸν ἐντεῦθεν κομιζόμεθα τὸν ἀναστάντα· οὐδὲ τῶν τοῦ Πνεύματος δώρων, ὅσα λαβεῖν ἔξεστιν, ἀλλ’ αὐτὸν τὸν εὐεργέτην, τὸν νεὼν αὐτόν, ᾧ πᾶς ὁ τῶν χαρίτων ἵδρυται κύκλος.

 

2. Ἔστι μὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν μυστηρίων· καὶ τοῦτον αὐτὸν καὶ χριόμεθα καὶ λουόμεθα καὶ οὗτος ἡμῖν τὸ δεῖπνον. Σύνεστι δὲ τοῖς τελουμένοις καὶ τῶν αὑτοῦ μεταδίδωσιν, οὐ τὸν αὐτὸν ἐν ἅπασι τρόπον· ἀλλὰ λούων μὲν κακίας τὸν πηλὸν ἀπαλλάττει καὶ τὴν μορφὴν ἐντίθησιν αὐτῷ τὴν αὑτοῦ· χρίων δὲ ἐνεργὸν ποιεῖται τὰς τοῦ Πνεύματος ἐνεργείας, ὧν αὐτὸς ἐγένετο τῆς σαρκὸς ἕνεκα θησαυρός. Ἐπειδὰν δὲ ἐπὶ τὴν τράπεζαν ἀγάγῃ καὶ δῷ φαγεῖν τοῦ σώματος, ὅλον ἀμείβει τὸν τελεσθέντα καὶ πρὸς τὴν οἰκείαν μετατίθησιν ἕξιν· καὶ ὁ πηλὸς οὐκέτι πηλός, τὸ βασιλικὸν δεχόμενος εἶδος, ἀλλ’ αὐτὸς ἤδη σῶμα τοῦ βασιλέως, τούτου μακαριώτερον οὐδὲ ἔστιν ἐνθυμηθῆναι.

 

3. Ὅτι τὸ πλήρωμα καὶ ἡ τελείωσις τῆς ἐν Χριστῷ ζωῆς ἀπὸ τῆς ἱερᾶς κοινωνίας. Διὰ τοῦτο καὶ τελευταῖον τὸ μυστήριον, ὅτι περαιτέρω προελθεῖν οὐκ ἔστιν οὐδὲ προσθεῖναι. Τὸ μὲν γὰρ πρῶτον δῆλόν ἐστι τοῦ μέσου δεόμενον καὶ τοῦτο τοῦ τελευταίου· μετὰ δὲ τὴν Εὐχαριστίαν οὐκ ἔστιν ἐφ’ ὃ χωροῦμεν, ἀλλ’ ἐνταῦθα δεῖ στάντας ἐκεῖνα πειρᾶσθαι σκοπεῖν, δι’ ὧν ἂν γένοιτο σῶσαι διὰ τέλους τὸν θησαυρόν. Καὶ τοίνυν βαπτισαμένους τὸ μυστήριον μὲν τὰ αὑτοῦ ἡμᾶς εἰργάσατο πάντα· ἡμεῖς δὲ τελείως ἔτι δέομεν ἔχειν· οὔπω γὰρ τὰ δῶρα τοῦ Ἁγίου Πνεύματος, ἂ τοῦ παναγοῦς ἐξήρτηται μύρου. Τοῖς γὰρ ὑπὸ τοῦ Φιλίππου βαπτισαμένοις οὐ προσῆν οὐδέπω τὸ Πνεῦμα τὸ Ἅγιον τῶν χαρίτων ἕνεκα τούτων, ἀλλ’ ἐδέησεν ὑπὲρ τούτου τῶν Ἰωάννου καὶ Πέτρου χειρῶν· «οὔπω γάρ, φησίν, ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας αὐτοῖς καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον».

 

4. Καὶ τούτου δὲ τυχόντες καὶ τῆς τελετῆς τὴν ἑαυτῆς δύναμιν ἐν ἡμῖν ἐπιδειξαμένης, τὴν μὲν δοθεῖσαν ἔχομεν χάριν, τἄλλα δὲ οὐ πάνυ συμβαίνειν ἀνάγκη τῷ εὐεργέτῃ, ἀλλ’ ἀδύνατον οὐδέν ἐστιν ὧν καὶ δίκας ὀφείλειν· καὶ οὐδὲν κωλύει, τό τε μυστήριον τελεσθῆναι καὶ τὰ δοθέντα μὴ διαφθεῖραι, καὶ τῶν δεόντων ἐλλειπεῖς εἶναι.

 

5. Τούτων πολλοὶ μάρτυρες. Καὶ Κορινθίοις δὲ ἐπὶ τῶν ἀποστόλων συνέβη· τῶν γὰρ τοῦ Πνεύματος γέμοντες καὶ προφητεύοντες καὶ γλώσσαις λαλοῦντες, καὶ τἄλλα ἐπιδεικνύμενοι, τοσοῦτον ἀπεῖχον ἀμέλει θείως καθάπαξ καὶ πνευματικῶς ἔχειν, ὥστε μὴ πόρρω βασκανίας καὶ φιλοτιμίας ἀκαίρου καὶ ἔριδος καὶ τῶν τοιούτων ἑστάναι κακῶν. Καὶ ταῦτα αὐτοῖς προφέρων ὁ Παῦλος· «Σαρκικοί, φησίν, ἐστὲ καὶ κατὰ ἄνθρωπον περιπατεῖτε». Καίτοι πνευματικοὶ ἦσαν, τό γε τῶν χαρίτων μέρος, ἀλλ’ οὐδὲν ἤρκεσεν αὐτοῖς πρὸς τὸ πᾶν φαῦλον ἀπὸ τῆς ψυχῆς ἐκβαλεῖν.

 

6. Ἐπεὶ δὲ τῆς Εὐχαριστίας τούτων οὐδέν· οἷς γὰρ ὁ τῆς ζωῆς ἄρτος ἐνεργὸς ἐγένετο, δι’ ὧν ἐφυλάξαντο τὸν θάνατον, καὶ οὔτε δειπνοῦντες πονηρὸν οὐδὲν εἶχον οὔτ’ ἐπεισήγαγον, οὐκ ἄν τις οὐδὲν ἐγκαλέσαι τοιοῦτον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, τὴν τελετὴν ἐνεργὸν παντάπασιν εἶναι καὶ τοῖς μεμυημένοις ἡστινοσοῦν μετεῖναι φαυλότητος. Διὰ τί; ὅτι τοῦτό ἐστι τὴν τελετὴν ἐνεργὸν εἶναι, τὸ τοὺς τελουμένους οὐδενὸς τῶν γιγνομένων ἐλλείπειν. Ἡ γὰρ τῆς τραπέζης ἐπαγγελία τῷ Χριστῷ μὲν ἡμᾶς, ἡμῖν δὲ τὸν Χριστὸν ἐνοικίζει. «Ἐν ἐμοὶ γάρ, φησί, μένει, κἀγὼ ἐν αὐτῷ». Τοῦ Χριστοῦ δὲ ἐν ἡμῖν μένοντος, τίνος ἔτι δεήσει, τί δ’ ἂν τῶν ἀγαθῶν διαφύγοι; ἐν τῷ Χριστῷ δὲ μένοντες, τίνος ἐπιθυμήσομεν ἄλλου; καὶ ἔνοικός ἐστιν ἡμῖν καὶ οἰκία, ὡς μακάριοι μὲν οἰκίας, μακάριοι δὲ ὅτι τοιούτῳ γεγόναμεν οἰκία.

 

7. Τί γὰρ τῶν ἀγαθῶν οὐ πάρεστι τοῖς οὕτω διατεθεῖσι; τί κοινὸν καὶ φαυλότητι τοῖς ἐνταῦθα γενομένοις λαμπρότητος; τί ποτ’ ἂν σταίη πονηρὸν πρὸς τοσοῦτον σωρὸν ἀγαθῶν; τί μὲν παρὸν δύναιτ’ ἂν μένειν, τί δὲ ἀπὸν ἰσχύσαι προσαγαγεῖν, ὅταν ὁ Χριστὸς οὕτω ἀκριβῶς ἡμῖν συνῇ καὶ δι’ ὅλων ἡμῶν χωρῇ καὶ τἄνδον πάντα κατέχων καὶ περὶ ἡμᾶς ᾖ; Τὰ μὲν γὰρ ἔξωθεν ἐπιόντα βέλη κωλύει ψαύειν ἡμῶν, πανταχόθεν προβεβλημένος· οἰκία γάρ ἐστιν. Εἴ τι δ’ ἐστὶν φαῦλον, διωθούμενος ἀπελαύνει· ἔνοικος γάρ ἐστι, πᾶσαν ἑαυτοῦ πληρῶν τὴν οἰκίαν.

 

8. Οὐ γάρ τι τῶν αὐτοῦ, ἀλλ’ αὐτὸν μετέχομεν, οὐδὲ ἀκτῖνά τινα καὶ φῶς, ἀλλὰ τὸν δίσκον αὐτὸν ταῖς ψυχαῖς δεχόμεθα, ὥστε καὶ οἰκῆσαι καὶ ἐσοικίσασθαι, καὶ περιθέσθαι καὶ περιβαλεῖν, καὶ ἀνακραθῆναι καὶ ἓν πνεῦμα γενέσθαι. Καὶ γὰρ ψυχὴ καὶ σῶμα καὶ πᾶσαι δυνάμεις αὐτίκα πνευματικά, ὅτι ψυχὴ μὲν ψυχῇ, σῶμα δὲ σώματι καὶ αἷμα αἵματι μίγνυται· καὶ τί τὸ ἐντεῦθεν; τὰ βελτίω, κρείττω τῶν ἐλαττόνων, καὶ τὰ θεῖα, τῶν ἀνθρωπίνων ἐπικρατεῖ· καὶ ὅ φησι περὶ τῆς ἀναστάσεως Παῦλος· «Τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται», τὸ δὲ ἑξῆς· «Ζῶ δὲ οὐκέτι ἐγώ, φησί, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».

 

9. Ὢ τοῦ μεγέθους τῶν μυστηρίων! Οἷον γάρ ἐστι τὸν τοῦ Χριστοῦ νοῦν τῷ ἡμετέρῳ συμμίξαι νῷ, καὶ θελήσει θέλησιν ἐκείνην καὶ σῶμα σώματι καὶ αἷμα αἵματι κερασθῆναι· οἷος μὲν ὁ νοῦς ἡμῖν τοῦ θείου κατακρατήσαντος νοῦ, οἵα δὲ ἡ θέλησις τῆς μακαρίας θελήσεως περιγενομένης, οἷος δὲ ὁ χοῦς τοῦ πυρὸς ὑπερνενικηκότος ἐκείνου! Καὶ μὴν ὅτι ταῦτα οὕτω συμβαίνει δείκνυσι Παῦλος, οὔτε νοῦν αὐτὸς ἐχεῖν τὸν ἑαυτοῦ οὔτε θέλησιν φάσκων οὔτε ζωήν, ἀλλὰ πάντα ταῦτα αὐτῷ γενέσθαι Χριστόν. Καὶ γάρ· «Νοῦν Χριστοῦ ἔχομεν», καί· «Δοκιμὴν ζητεῖτε, φησί, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», καί· «Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν», καί· «Φιλῶ ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ», ὅθεν δῆλος ἦν τὴν αὐτὴν ἐκείνῳ θέλησιν ἔχων· καὶ πάντα συνελών· «Ζῶ δὲ οὐκέτι ἐγώ, φησί, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».

 

10. Οὕτω τέλειόν ἐστι τὸ μυστήριον, τελετῆς ἁπάσης διαφερόντως, καὶ τῶν ἀγαθῶν ἐπ’ αὐτὴν ἄγει τὴν κορυφήν, ἐπεὶ καὶ πάσης ἀνθρωπείας σπουδῆς ἐνταῦθα δὴ τὸ ἔσχατον τέλος. Θεοῦ γὰρ αὐτοῦ τυγχάνομεν ἐν αὐτῷ, καὶ Θεὸς ἡμῖν ἑνοῦται τὴν ἕνωσιν τὴν τελεωτάτην· τοῦ γὰρ ἓν πνεῦμα μετὰ τοῦ Θεοῦ γενέσθαι, τίς ἂν ἀκριβεστέρα γένοιτο συναφή;

 

11. Ὅτι καὶ τὰ ἄλλα τελειοῖ μυστήρια ἡ θεία Εὐχαριστία· καὶ ὅτι δι’ αὐτῆς ἡ ἄφεσις τῶν μετὰ τὸ βάπτισμα ἁμαρτιῶν. Διὰ ταῦτα καὶ τοῖς ἄλλοις μυστηρίοις τὸ τελείοις εἶναι παρέχεται μόνη τελετῶν ἡ Εὐχαριστία. Καὶ βοηθεῖ μὲν αὐτοῖς παρ’ αὐτὸ τὸ τελεῖσθαι, τελέσαι μὴ δυναμένοις χωρὶς αὐτῆς, βοηθεῖ δὲ μετὰ τὴν τελείωσιν ἐν τοῖς τελεσθεῖσιν, ἐπειδὰν ἁμαρτιῶν σκότει τὴν ἀπὸ τῶν μυστηρίων ἀκτῖνα συγχεθεῖσαν ἀνακαλεῖσθαι δεήσῃ.

 

12. Τὸ γὰρ ἐκλείποντας καὶ νεκρουμένους ἁμαρτίαις αὖθις ἀναβιώσκεσθαι, μόνης τῆς τραπέζης τῆς ἱερᾶς ἔργον. Οὐ γὰρ ἔστιν ἀνθρωπείᾳ δυνάμει τὸν ἄνθρωπον ἀναστῆναι πεσόντα, οὐδὲ κακίαν ἀνθρώπων ἀνθρωπείᾳ λυθῆναι δικαιοσύνῃ. Τὸ γὰρ ἁμαρτάνειν εἰς αὐτὸν τὸν Θεὸν φέρει τὴν ὕβριν· «Διὰ τῆς παραβάσεως γάρ, φησί, τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», καὶ δεῖ μείζονος ἢ κατὰ ἄνθρωπον ἀρετῆς, ἣ τὸ ἔγκλημα δυνήσεται λῦσαι.

 

13. Τίς ἡ αἰτία δι’ ἣν οὐκ ἀρκεῖ πρὸς ἄφεσιν ἁμαρτιῶν ἡ ἀνθρωπίνη σπουδή. Τὸν γὰρ ἐλάχιστον εἰς τὸν μέγιστον ὑβρίσαι μὲν μάλιστα καὶ διαφερόντως εὐχερές, ἀντισηκῶσαι δὲ τιμῇ τὴν ὕβριν ἀμήχανον, καὶ μάλισθ’ ὅταν ἐκεῖνος πολλῶν μὲν ὀφειλέτην ἔχῃ τὸν ὑβρικότα, τοσοῦτον δὲ ὑπερέχῃ ὡς μηδὲ μέτρον εἶναι τοῦ μέσου. Καὶ γὰρ ἀνάγκη τὸ ἔγκλημα λύοντα καὶ τὴν ἀπενεχθεῖσαν τιμὴν ἀποκαταστῆναι τῷ πεπαρῳνημένῳ ζητοῦντα, πλείω τῶν ὀφειλομένων εἰσενεγκεῖν, τὰ μὲν ἀποδιδόντα, τὰ δ’ ἐξ ἀντιρρόπου περὶ ὧν ἠδίκησε προστιθέντα· ᾧ δὲ οὐκ ἔστιν οὐδ’ ἐγγὺς ἐφικέσθαι τῶν γινομένων, τίς ἂν γένοιτο τὰ μείζω διώκων;

 

14. Διὰ ταῦτα οὐκ ἦν οὐδένα ἀνθρώπων ἑαυτῷ τὸν Θεὸν καταλλάξαι τὴν ἑαυτοῦ δικαιοσύνην εἰσενεγκόντα· ὅθεν οὔτε ὁ παλαιὸς νόμος ἐδυνήθη «λῦσαι τὴν ἔχθραν», οὔτε τοῖς ἐν χάριτι ζῶσι πρὸς τὴν εἰρήνην ταύτην ἀρκέσειεν ἂν ἡ σπουδή· καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο δυνάμεως ἀνθρώπων ἔργα καὶ ἀνθρωπεία δικαιοσύνη· καὶ γὰρ καὶ τὸν νόμον αὐτὸν ἀνθρώπων δικαιοσύνην ὁ μακάριος καλεῖ Παῦλος· «Οὐ γὰρ ὑπετάγησαν, φησί, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες», τὸν νόμον λέγων τὸν παλαιόν· τοσοῦτον γὰρ ἐδυνήθη μόνον κατὰ τῶν ἡμετέρων κακῶν, ὅσον παρασκευάσαι πρὸς τὴν ὑγείαν καὶ ἀξίους ποιῆσαι τῆς τοῦ ἰατροῦ χειρός. «Ὁ γὰρ νόμος παιδαγωγὸς ἡμῶν, φησί, γέγονε εἰς Χριστὸν Ἰησοῦν»· καὶ ὁ μακάριος Ἰωάννης εἰς τὸν ἐρχόμενον ἐβάπτιζε· καὶ πᾶσα φιλοσοφία ἀνθρώπων καὶ πόνος ἅπας πρὸς τὴν ἀληθῆ δικαιοσύνην προτέλειαί τινές εἰσι καὶ παρασκευαί.

 

15. Τίς ἡ αἰτία δι’ ἣν ἁμαρτίαν δύναται λύειν ἡ θεία Εὐχαριστία. Ταῦτ’ ἄρα καὶ ὡς ἂν οἴκοθεν καὶ παρ’ ἡμῶν αὐτῶν ἐπιδείξασθαι μὴ δυναμένοις δικαιοσύνην, αὐτὸς ἡμῖν ὁ Χριστὸς ἐγένετο «δικαιοσύνη ἀπὸ Θεοῦ καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· καὶ «λύει τὴν ἔχθραν ἐν τῇ σαρκί», καὶ τὸν Θεὸν ἡμῖν καταλλάττει, οὐ τῇ φύσει κοινῶς οὐδ’ ὅτε ἀπέθνησκε μόνον, ἀλλ’ ἑκάστοτε καὶ ἑκάστῳ τῶν ἀνθρώπων, ὥσπερ σταυρούμενος τότε, νῦν εὐωχῶν, ἐπειδὰν μεταγνόντες περὶ ὧν ἡμάρτομεν παραιτώμεθα. Μόνος γὰρ ἐδυνήθη καὶ τὴν ὀφειλομένην ἅπασαν ἀποδοῦναι τιμὴν τῷ γεγεννηκότι καὶ περὶ τῆς ἀπενεχθείσης ἀπολογήσασθαι, τὸ μὲν τῷ βίῳ, τὸ δὲ τῇ τελευτῇ. Τὸν γὰρ θάνατον, ὃν ὑπὲρ τῆς δόξης τοῦ Πατρὸς ἀπέθανεν ἐπὶ τοῦ σταυροῦ, τῆς παρ’ ἡμῶν ὕβρεως ἀντίρροπον εἰσενεγκὼν μετὰ μείζονος τῆς παρασκευῆς, ἣν ἡμεῖς ἀφειλόμεθα τιμὴν δι’ ὧν ἐξημάρτομεν, ἀνακαλεῖται πολλῷ τῷ ὄντι· τῷ δὲ βίῳ πᾶσαν ἀπέδωκε τιμήν, καὶ ἣν εἰκὸς ἦν τιμῆσαι μὲν ἐκεῖνον, τιμηθῆναι δὲ τὸν Πατέρα.

 

16. Ἄνευ γὰρ ὧν ἐπεδείξατο πολλῶν καὶ μεγάλων ἔργων, ἃ τῷ Πατρὶ τὴν μεγίστην εἶχε τιμήν, τοῦτο μὲν ἁμαρτίας ἁπάσης καθαρὸν παρασχόμενος τὸν βίον, τοῦτο δὲ δι’ ὧν ἀκριβέστατα καὶ τελεώτατα τοὺς ἐκεῖθεν ἔσωσε νόμους, οὐχ οἷς αὐτὸς εἰργάσατο μόνον, καὶ γὰρ «τὰς ἐντολὰς τοῦ Πατρός μου, φησί, τετήρηκα», ἀλλὰ καὶ οἷς τῷ βίῳ τῶν ἀνθρώπων ἐνομοθέτει, μόνος τὴν οὐράνιον τῇ γῇ προδείξας καὶ φυτεύσας φιλοσοφίαν, ἔτι δὲ αὐτῶν τῶν θαυμάτων, ὧν αἴτιον ἐκήρυττε τὸν γεγεννηκότα· παρὰ πάντα δὴ ταῦτα τίς οὐκ οἶδεν ὡς αὐτὸ τοῦτο μόνον τὸ μετὰ ἀνθρώπων γενέσθαι καὶ οὕτως ἀκριβῶς σαρκὶ συναφθῆναι, τὴν τοῦ πέμψαντος χρηστότητα καὶ φιλανθρωπίαν ἀκριβέστατα καὶ φανερώτατα διαδείξας, τὴν περὶ αὐτοῦ προσήκουσαν ἐνέθηκε δόξαν; Εἰ γὰρ τῷ εὖ ποιεῖν τὴν χρηστότητα δεῖ μετρεῖν, οὕτω δὲ τὸ γένος ἐπὶ τῆς οἰκονομίας εὖ πεποίηκεν ὁ Θεός, ὡς μηδενὸς φείσασθαι τῶν εἰς τοῦτο φερόντων, ἀλλὰ πάντα τὸν πλοῦτον ἐνθεῖναι τῇ φύσει τὸν ἑαυτοῦ· καὶ γὰρ «ἐν αὐτῷ, φησί, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», πρόδηλον ὅτι τὸν ἔσχατον τῆς θείας φιλανθρωπίας ὅρον ἐπὶ τοῦ Σωτῆρος ἔγνωμεν· καὶ δι’ ὧν εἰργάσατο μόνος ἐδίδαξεν ἀνθρώπους ὅπως «ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», καὶ ὅση τίς ἐστιν αὐτῷ περὶ τὸ γένος κηδεμονία. Ὅθεν καὶ τὸν Νικόδημον ἐπὶ τὸ γνῶναι τὴν φιλανθρωπίαν τοῦ Πατρός, ἐντεῦθεν ἐνάγει, καὶ τοῦτο σημεῖον ἱκανὸν ποιεῖται τῆς ἀπείρου χρηστότητος· καὶ «οὕτω, φησίν, ὁ Θεὸς τὸν κόσμον ἠγάπησεν, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον».

 

17. Εἰ γὰρ ὧν κατέθετο τῇ φύσει χαρίτων ἐπὶ τῇ καθόδῳ τοῦ μονογενοῦς ὁ Πατὴρ μείζους ἢ καλλίους οὐκ ἔχει δοῦναι, δῆλον ὡς οὐδὲ μείζω δόξαν ἂν παράσχοι χρηστότητος καὶ φιλανθρωπίας, ἧς ἐκεῖθεν ὑπῆρξε λαβεῖν. Καὶ τούτου χάριν τὸν τρόπον τοῦτον ὁ Σωτὴρ δι’ ἑαυτοῦ ἀξίως ἑαυτοῦ καὶ τοῦ γεγεννηκότος τὸν Πατέρα τιμᾷ. Τιμὴ γὰρ Θεοῦ τί γένοιτ’ ἂν ἄλλο, ἢ τὸ διαδειχθῆναι διαφερόντως ἀγαθὸν ὄντα; Καὶ αὕτη ἐστὶν ἡ δόξα ἣ πόρρωθεν ὠφείλετο μέν, οὐκ ἐνῆν δὲ παρ’ οὐδενὸς ἀνθρώπων εἰσενεχθῆναι· καὶ διὰ τοῦτο· «Εἰ πατήρ, φησίν, εἰμὶ ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;» Μόνῳ γὰρ ἐξῆν τῷ μονογενεῖ τὰ εἰκότα πάντα διασῶσαι πρὸς τὸν Πατέρα· καὶ τοίνυν αὐτὸ τοῦτο δεικνύς, ὡς ἄρα μόνος ἐδυνήθη τουτονὶ τὸν ἆθλον ἀνῦσαι, ἐπεὶ τὸ πᾶν «ἐτέλεσεν ἔργον» πρὸς τὸν τετιμημένον Πατέρα· «Ἐγώ, φησίν, ἐδόξασά σε ἐπὶ τῆς γῆς, ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις». Εἰκότως.

 

18. Λόγος γάρ ἐστιν ἀκριβὲς τοῦ γεγεννηκότος φέρων τὸ εἶδος, «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ»· καὶ ἐπεὶ δι’ ὧν σαρκὶ συνήφθη, τοῖς ἐν αἰσθήσει ζῶσι συνετὸς ἐγένετο, πᾶσαν τοῦ προενεγκόντος νοῦ τὴν ἀγαθὴν ἐμήνυσε θέλησιν· πρὸς ὃ κἀκεῖνο φέρειν ἡγοῦμαι, ὃ πρὸς τὸν Φίλιππον, ἰδεῖν τὸν Πατέρα ζητοῦντα, φησὶν ὁ Σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα», καὶ διὰ τοῦτό φησιν Ἠσαΐας· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος».

 

19. Οὕτω τοίνυν πρὸς τὴν δόξαν τοῦ Πατρὸς οὐδὲν παραλιπὼν ὁ μονογενής, μόνος καθαιρεῖ «τὸ μεσότειχον τῆς ἔχθρας», καὶ λύει τῶν ἐγκλημάτων τὸν ἄνθρωπον. Ἐπεὶ δὲ κατὰ τὴν ἑτέραν τῶν φύσεων, τὴν ἡμετέραν λέγω τὴν ἀνθρωπείαν, ὁ διπλοῦς Ἰησοῦς τὸν Πατέρα ἐτίμησε καὶ ἀπὸ τοῦ σώματος αὑτοῦ καὶ τοῦ αἵματος τὸν θαυμαστὸν ἐκεῖνον στέφανον τῆς δόξης ἔπλεξε τῷ Πατρί, διὰ ταῦτα μόνον μέν ἐστι τῆς ἁμαρτίας φάρμακον τὸ τοῦ Χριστοῦ σῶμα, μόνη δὲ λύσις ἁμαρτημάτων τὸ αἷμα.

 

20. Καὶ γὰρ καὶ διὰ τοῦτο συνέστη τὴν ἀρχήν, ἵνα τὸν Πατέρα δοξάσῃ, καὶ ᾗ φησὶν αὐτὸς ὁ Σωτήρ, «εἰς τοῦτο γεγέννηται καὶ εἰς τοῦτο ἐλήλυθεν εἰς τὸν κόσμον»· καὶ τὸν ἑξῆς ἅπαντα χρόνον, μόνον μὲν τὸ πρὸς τοῦτο φέρον ἅπαν «ἐτέλεσεν ἔργον», μόνον δὲ τὸν ὑπὲρ τούτου διαφερόντως ὑπομεμένηκε πόνον. Καὶ γὰρ τοῦτο τὸ σῶμα «τοῦ πληρώματος τῆς θεότητος» ἐγένετο θησαυρός· καὶ πάσης μὲν ἦν ἄγευστον ἁμαρτίας, ἐπλήρωσε δὲ πᾶσαν δικαιοσύνην, ἐκήρυξε δὲ τοῖς ὁμογενέσι ἀγνοούμενον τὸν Πατέρα, καὶ οἷς ἔλεγε καὶ οἷς ἐπεδείκνυτο. Τοῦτό ἐστι τὸ σφαγὲν ἐπὶ τοῦ σταυροῦ καὶ ὃ τῇ σφαγῇ προσάγον, ἐδειλία καὶ ἠγωνία καὶ ἱδρῶτι περιερρεῖτο καὶ προὐδόθη καὶ συνελήφθη καὶ κριτῶν ἠνέσχετο παρανόμων· καὶ «ἐμαρτύρησε μὲν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν», ᾗ φησὶ Παῦλος, ἔδωκε δὲ δίκην τῆς ὁμολογίας θάνατον, καὶ τοῦτον ἐπὶ σταυροῦ· καὶ μάστιγας μὲν ἐπὶ τῶν μεταφρένων, ἐπὶ δὲ τῶν χειρῶν καὶ τῶν ποδῶν ἥλους, τῇ πλευρᾷ δὲ τὴν λόγχην ἐδέξατο· καὶ ἤλγησε μαστιγούμενον καὶ ὠδυνήθη προσηλούμενον. Τοῦτο τὸ αἷμα, τῶν πληγῶν ἐκπηδῆσαν, τὸν ἥλιον ἔσβεσε καὶ τὴν γῆν ἔσεισε καὶ τὸν ἀέρα ἡγίασε καὶ πάντα τὸν κόσμον ἀπέκλυσε τοῦ ῥύπου τῆς ἁμαρτίας.

 

21. Ὅθεν καθάπερ ἐδέησεν ἁπλῶς τῷ γραπτῷ νόμῳ τοῦ πνευματικοῦ νόμου, τῷ ἀτελῶς ἔχοντι τοῦ τελείου, τῷ τέλειον ἀποφῆναι τὸν κατορθοῦντα μὴ δυναμένῳ τοῦ δυναμένου, τὸν ἴσον τρόπον καὶ τῶν μετὰ τὸ λουτρόν, περὶ ὧν ἐξήμαρτον εἰς τὴν χάριν παραιτουμένων, τοῖς πόνοις καὶ τοῖς ἱδρῶσι καὶ τοῖς δάκρυσι, τοῦ αἵματος δεῖ τῆς Καινῆς Διαθήκης καὶ τοῦ σφαγέντος σώματος, ὡς οὐδὲν ὄφελος ὂν ἐκείνων τούτων χωρίς.

 

22. Διονύσιος δὲ ὁ θεῖος καὶ τὰς ἱερὰς αὐτὰς τελετὰς μὴ ἂν τελέσαι φησὶ μηδὲ τὰ αὐτῶν δυνηθῆναι, μὴ τοῦ δείπνου προστεθέντος τοῦ ἱεροῦ· σχολῇ γε δὴ πόνον καὶ δικαιοσύνην ἀνθρώπων ἁμαρτίας δύνασθαι λύειν, καὶ τὰ τοιαῦτα περαίνειν ἔχειν εἰκός ἐστιν· ἄλλως τε τῶν ἱερῶν ἓν καὶ τοῦτο μυστηρίων τοὺς περὶ ὧν ἐξήμαρτον μεταγνόντας καὶ προσαγγείλαντας ἑαυτοὺς τοῖς ἱερεῦσι πάσης ἀπολύεσθαι δίκης παρὰ Θεῷ δικαστῇ. Οὐκοῦν οὐδὲ τούτου γένοιτ’ ἂν τυχεῖν ἐνεργοῦ, μὴ τὸ ἱερὸν δειπνήσαντας δεῖπνον.

 

23. Διὰ τοῦτο καὶ λούμεθα μὲν ἅπαξ, πρόσιμεν δὲ τῇ τραπέζῃ πολλάκις, ὅτι συμβαίνει μὲν ἑκάστοτε Θεῷ προσκρούειν ἀνθρώπους ὄντας, λύειν δὲ τὸ ἔγκλημα πειρωμένοις μετανοίας χρεία καὶ πόνων καὶ τοῦ θριαμβεῦσαι τὴν ἁμαρτίαν· ταῦτα δὲ δράσειεν ἂν κατὰ τῆς ἁμαρτίας, ἢν τὸ μόνον τῶν ἀνθρωπίνων κακῶν φάρμακον προστεθῇ.

 

24. Καθάπερ γὰρ τὴν ἀγριέλαιον ἡ καλλιέλαιος, ἐπειδὰν ἐγκεντρισθῇ, πρὸς ἑαυτὴν καθάπαξ ἀμείβει, καὶ ὁ καρπὸς οὐδαμόθεν κοτίνῳ προσήκων, τὸν ἴσον τρόπον καὶ ἡ τῶν ἀνθρώπων δικαιοσύνη αὐτὴ μὲν πρὸς οὐδὲν φέρει δι’ ἑαυτήν, τῷ δὲ Χριστῷ συναφθέντων καὶ σαρκὸς καὶ αἵματος κεκοινωνηκότων, τὰ μέγιστα τῶν ἀγαθῶν εὐθὺς ἐδυνήθη, ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείας κληρονομίαν, ἃ τῆς τοῦ Χριστοῦ δικαιοσύνης ἐστὶ καρπός.

 

25. Ὥσπερ γὰρ ἀπὸ τῆς ἱερᾶς τραπέζης τὸ σῶμα Χριστοῦ κομιζόμεθα, σῶμα τῶν κρειττόνων ὑπερνικώντων, οὕτως ἀκόλουθον ἐνταῦθα καὶ τὴν δικαιοσύνην ἡμῶν χριστοειδῆ γενέσθαι δικαιοσύνην. Τὸ γάρ· «Σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέρους» οὐ κατὰ τὸ σῶμα μόνον νομιστέον εἰρῆσθαι, ἀλλὰ πολλῷ δικαιότερον τῇ ψυχῇ καὶ τῇ κατ’ αὐτὴν ἐνεργείᾳ τὴν κοινωνίαν ταύτην ἀποδοτέον ἐστίν· ἐπεὶ καὶ «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι», τοῦτό ἐστι δεικνύντος τὴν κοινωνίαν ταύτην καὶ συμφυΐαν ἐπὶ τοῦ νοῦ μάλιστα συνεστᾶναι καὶ τῆς ψυχῆς.

 

26. Διὰ τοῦτο γὰρ οὐ σῶμα περιέθετο μόνον, ἀλλὰ καὶ ψυχὴν ἔλαβε καὶ νοῦν καὶ θέλησιν καὶ πᾶν ὁτιοῦν ἀνθρώπειον, ἵν’ ὅλοις ἡμῖν ἑνωθῆναι δυνηθῇ καὶ δι’ ὅλων ἡμῶν χωρήσῃ, καὶ πρὸς ἑαυτὸν ἡμᾶς ἀναλύσῃ, πᾶσι πάντα συνάψας τοῖς ἡμετέροις τὰ ἑαυτοῦ· ὅθεν ἁμαρτάνουσιν ἀνάρμοστός ἐστι καὶ ἀκόλλητος, ὅτι ταύτῃ μόνον κοινὸν ἡμῖν οὐδὲν πρὸς ἐκεῖνον. Τὰ γὰρ ἄλλα πάντα καὶ ἐδέξατο φιλανθρώπως παρ’ ἡμῶν καὶ ἡμῖν συνάπτει φιλανθρωπότερον. Τὸ μὲν γὰρ ἦν τὸν Θεὸν εἰς τὴν γῆν κατελθεῖν, τὸ δὲ ἡμᾶς ἐνθένδε ἀναγαγεῖν· καὶ τὸ μὲν αὐτὸν ἐνανθρωπῆσαι, τὸ δὲ τὸν ἄνθρωπον θεωθῆναι· καὶ τὸ μὲν τὴν φύσιν ἁπλῶς τῶν ὀνειδῶν ἀπαλλάττει, ἐφ’ ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τὴν ἁμαρτίαν νικήσασαν, τὸ δὲ ἕκαστον τῶν ἀνθρώπων ἁμαρτιῶν ἀπολύει καὶ Θεῷ συνίστησι· ταῦτα δὲ ἐκείνων φιλανθρωπότερα. Ἐπεὶ γὰρ οὐκ ἐνῆν ἡμᾶς ἀνελθόντας τῶν αὐτοῦ μετασχεῖν, αὐτὸς κατελθὼν εἰς ἡμᾶς, τῶν ἡμετέρων μεταλαμβάνει· καὶ οὕτως ἀκριβῶς οἷς ἔλαβε συνεφύη, ὥστε δι’ ὧν ἡμῖν, ἃ παρ’ ἡμῶν ἔλαβεν, ἀποδίδωσιν, ἑαυτοῦ μεταδίδωσι, καὶ σαρκὸς καὶ αἵματος μετέχοντες ἀνθρωπείου τὸν Θεὸν αὐτὸν ταῖς ψυχαῖς δεχόμεθα, καὶ σῶμα Θεοῦ καὶ αἷμα καὶ ψυχὴν Θεοῦ καὶ νοῦν καὶ θέλησιν οὐδὲν ἔλαττον ἢ ἀνθρώπινα.

 

27. Ἔδει γὰρ καὶ τοῦτο εἶναι κἀκεῖνο γενέσθαι, τὸ τῆς ἐμῆς ἀσθενείας φάρμακον. Εἰ μὲν γὰρ Θεὸς ἦν μόνον, οὐκ ἂν οὕτως ἡνώθη· πῶς γὰρ ἂν ἡμῖν ἐγένετο δεῖπνον; Εἰ δ’ ὅπερ ἡμεῖς μόνον, οὐκ ἂν οὕτως ἔδρασε. Νῦν δὲ τὸ συναμφότερον· οὕτω μὲν ὡς ὁμογενέσιν ἑνοῦται καὶ συμφύεται τοῖς ἀνθρώποις, ἐκείνως δὲ τὴν φύσιν ἆραι δύναται καὶ κινῆσαι καὶ πρὸς ἑαυτὸν μεταστῆσαι. Τῶν γὰρ δυνάμεων τὰς ἐλάττους αἱ μείζους ἐπὶ τῶν αὐτῶν μένειν, ἐπειδὰν καὶ αὐταῖς συνενεχθῶσιν, οὐ συγχωροῦσι· καὶ σίδηρος οὐδὲν σιδήρου φέρει πυρὶ συνελθών, καὶ γῆ καὶ ὕδωρ τῶν οἰκείων τὰ τοῦ πυρὸς ἀλλάττονται πυρὸς ἀπολελαυκότα. Εἰ δὲ τῶν ὁμογενῶν δυνάμεων αἱ κρείττους οὕτω δρῶσιν εἰς τὰς ἐλάττους, τί δεῖ περὶ τῆς ὑπερφυοῦς ἐκείνης νομίσαι;

 

28. Φανερὸν τοίνυν, ὡς ἐγχεῖται μὲν ἡμῖν ὁ Χριστὸς καὶ ἀναμίγνυσιν ἑαυτόν, ἀμείβει δὲ καὶ πρὸς ἑαυτὸν μεταβάλλει, καθάπερ ῥανίδα μικρὰν ὕδατος ἐγχεθεῖσαν ἀπείρῳ μύρου πελάγει. Τοσαῦτα γὰρ δύναται τοῖς ἐμπεσοῦσι τόδε τὸ μύρον, ὥστε οὐκ εὐώδεις ἀποδείκνυσιν ἁπλῶς οὐδὲ μύρου πνέοντας μόνον, ἀλλ’ εὐωδίαν αὐτὴν τὴν ἕξιν καὶ εὐωδίαν αὐτοῦ τοῦ κενωθέντος δι’ ἡμᾶς μύρου· «Χριστοῦ γάρ, φησίν, εὐωδία ἐσμέν».

 

29. Τοιαύτην ἔχει δύναμιν καὶ χάριν τοῖς τετελεσμένοις τὸ δεῖπνον, ἐάν γε καθαροὶ προσελθόντες κακίας ἁπάσης, μηδὲν ἐπεισαγάγωμεν ἔπειτα πονηρόν· οὕτω γὰρ ἔχουσι καὶ παρεσκευασμένοις, οὐδὲν κωλύσει τὸν Χριστὸν οὕτως ἀκριβῶς ἡμῖν ἑνωθῆναι.

 

30. Ὅτι ὁ μυστικὸς γάμος καθ’ ὃν ὁ Χριστὸς νυμφευθῇ ἐν τῇ ἱερᾷ συνίσταται κοινωνίᾳ. «Τὸ μυστήριον τοῦτο μέγα ἐστί», τὴν ἕνωσιν ταύτην ἐξαίρων ὁ μακάριος ἔφη Παῦλος. Τοῦτο γάρ ἐστιν ὁ γάμος ὁ πολυύμνητος, καθ’ ὃν ὁ πάναγνος νυμφίος τὴν Ἐκκλησίαν ὡς παρθένον ἄγεται νύμφην. Καὶ γὰρ ἐνταῦθα μὲν ὁ Χριστὸς «ἐκτρέφει» τὸν περὶ αὐτὸν χορόν, τούτῳ δὲ μόνῳ τῶν μυστηρίων «σάρκες ἐσμὲν ἐκ τῶν σαρκῶν αὐτοῦ, καὶ ὀστὰ ἐκ τῶν ὀστῶν αὐτοῦ». Ταῦτα δέ ἐστιν, οἷς ὁ ἀπόστολος ὁριζόμενος τὸν γάμον, νυμφίον ἀποδείκνυσι τὸν Χριστὸν εἶναι, καὶ «τὴν νύμφην ἔχειν» ὁ νυμφαγωγός φησιν Ἰωάννης.

 

31. Ὅτι ἡ ἱερὰ κοινωνία ἑκάστῳ τῶν προσιόντων οὗ δεῖται πρὸς τὴν σωτηρίαν παρέχει· καὶ ὅτι ταύτης χωρὶς οὐκ ἦν τὸν τῆς σαρκὸς λυθῆναι νόμον. Τοῦτο τὸ μυστήριον φῶς μέν ἐστι τοῖς ἤδη κεκαθαρμένοις, καθάρσιον δὲ τοῖς ἔτι καθαιρομένοις, ἀλείπτης δὲ κατὰ τοῦ Πονηροῦ καὶ τῶν παθῶν ἀγωνιζομένοις. Τοῖς μὲν γὰρ οὐδὲν ἄλλο λοιπὸν ἢ καθάπερ ὀφθαλμῷ τὴν λήμην ἀποθεμένῳ «τὸ φῶς τοῦ κόσμου» δέξασθαι· τοῖς δὲ δεομένοις ἔτι τοῦ καθᾶραι δυναμένου, καθάρσιον, τί γένοιτ’ ἂν ἄλλο; «Τὸ γὰρ αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ καθαρίζει ἡμᾶς, φησίν, ἀπὸ πάσης ἁμαρτίας», ὁ διαφερόντως τῷ Χριστῷ φιλούμενος Ἰωάννης· τὴν δὲ κατὰ τοῦ Πονηροῦ νίκην τίς οὐκ οἶδεν, ὡς ὁ Χριστὸς ἀνῄρηται μόνος, οὗ μόνον ἐστὶ τρόπαιον κατὰ τῆς ἁμαρτίας τὸ σῶμα, καὶ τούτῳ δύναται βοηθῆσαι πολεμουμένοις, ἐν ᾧ πέπονθεν αὐτὸς καὶ νενίκηκε πειρασθείς;

 

32. Ἐπεὶ γὰρ τῇ σαρκὶ πρὸς τὴν πνευματικὴν ζωὴν κοινὸν οὐδὲν ἦν, ἤ γε καὶ λίαν ἀπεχθῶς ἔχει καὶ πολεμίως, «Ἐπιθυμεῖ γάρ, φησί, κατὰ τοῦ πνεύματος», διὰ ταῦτα σὰρξ ἐπενοήθη κατὰ τῆς σαρκός, τῆς χοϊκῆς ἡ πνευματική, καὶ λύεται σαρκὸς νόμῳ σαρκικὸς νόμος, καὶ σὰρξ εἴκει πνεύματι καὶ βοηθεῖ κατὰ τοῦ νόμου τῆς ἁμαρτίας.

 

33. Διὰ ταῦτα γὰρ τὴν πνευματικὴν ζῆσαι ζωὴν οὐδενὶ τῶν πάντων ἐξῆν, τῆς μακαρίας σαρκὸς ταύτης μήπω παγείσης, ὁπότε μηδ’ αὐτὸς ὁ νόμος ἐσῴζετο, καίτοι μηδὲ σφόδρα φιλοσοφίας ἐπειλημμένος, οὐδ’ ἴσχυεν οὐδὲν ἐν ἀνθρώποις, τοῦ καθ’ ἡμᾶς πεφυκότος τῇ χείρονι μοίρᾳ βοηθοῦντος· «Ἠσθένει γάρ, φησίν, ὁ νόμος διὰ τῆς σαρκός»· καὶ σαρκὸς ἑτέρας ἐδεῖτο σῶσαι δυναμένης αὐτῷ τὴν ἰσχύν· «Τὸ γὰρ ἀδύνατον, φησί, τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.»

 

34. Τούτων ἕνεκα τῆς σαρκὸς ταύτης ἀεὶ δεόμεθα καὶ συνεχοῦς ἀπολαύομεν τῆς τραπέζης, ὡς ἂν ὁ νόμος τοῦ Πνεύματος ἐν ἡμῖν ἐνεργὸς ᾖ, καὶ τῇ ζωῇ τῆς σαρκὸς μηδεμία γένηται χώρα, μηδὲ λάβῃ καιρὸν εἰς γῆν ἐνεχθῆναι, καθάπερ τὰ βαρέα τῶν σωμάτων, διαλιπόντος τοῦ ὑπανέχοντος. Ἔστι μὲν γὰρ τὸ μυστήριον τέλειον ἕνεκα πάντων, καὶ οὐκ ἔστιν ὧν δεῖ τοῖς τελουμένοις, ὃ μὴ παρέχει διαφερόντως.

 

35. Ἐπεὶ δὲ ἡ τῆς ὕλης φαυλότης οὐκ ἐᾷ τὴν σφραγῖδα μένειν ἀκίνητον· «ἔχομεν γὰρ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι»· διὰ τοῦτο οὐχ ἅπαξ ἀλλὰ διηνεκοῦς ἀπολαύομεν τοῦ φαρμάκου· καὶ τὸν πλάστην ἀεὶ δέον τῷ πηλῷ παρακαθῆσθαι καὶ συγχεόμενον τὸ εἶδος αὖθις ἀνακαλεῖσθαι, καὶ συνεχοῦς ἡμᾶς ἀπολαύειν τῆς τοῦ ἰατροῦ χειρός, χαυνουμένην ἰωμένου τὴν ὕλην καὶ κλινομένην ἐπανορθουμένου τὴν γνώμην, μὴ καὶ λάθῃ θάνατος παρελθών· «Νεκροὺς γὰρ ὄντας, φησί, τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ»· καί· «Τὸ αἷμα τοῦ Χριστοῦ καθαρίζει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι».

 

36. Ὅτι ἡ ἐν πνεύματι καὶ ἀληθείᾳ τοῦ Θεοῦ λατρεία ἔργον ἐστὶ τῆς ἱερᾶς κοινωνίας. Τήν τε γὰρ ἀληθινὴν ζωὴν εἰς ἡμᾶς ἡ τῆς ἱερᾶς τραπέζης δύναμις ἀπὸ τῆς μακαρίας ἐκείνης ἕλκει καρδίας, τό τε λατρεύειν Θεῷ, καθαρῶς ἐντεῦθεν ἡμῖν. Εἰ γὰρ τοῦτό ἐστι καθαρὰ λατρεία Θεοῦ, τὸ ὑποτετάχθαι, τὸ ὑπακούειν, τὸ αὐτοῦ κινοῦντος πάντα ποιεῖν, οὐκ οἶδα πότ’ ἂν μᾶλλον ὑποταγῆναι Θεῷ δυνηθεῖμεν, ἢ ἐπειδὰν αὐτοῦ γενώμεθα μέλη. Τίνι γὰρ ἂν ὁτιοῦν ἐπιτάττειν δύναιτο μᾶλλον, ἢ τοῖς μέλεσιν ἡ κεφαλή; Μέλη γὰρ Χριστοῦ τοὺς τελουμένους καὶ πάσης ἄλλης ἱερᾶς τελετῆς ἀπεργαζομένης, τελεώτερον ἡμῖν ὁ τῆς ζωῆς τοῦτο δίδωσιν ἄρτος. Καθάπερ γὰρ διὰ τὴν κεφαλὴν καὶ τὴν καρδίαν τὰ μέλη ζῇ, οὕτως «ὁ τρώγων με, φησίν, κἀκεῖνος ζήσεται δι’ ἐμέ».

 

37. Ζῇ μὲν γὰρ καὶ διὰ τὴν τροφήν· ἡ τελετὴ δὲ οὐ τοῦτον ἔχει τὸν τρόπον. Ἡ τροφὴ μὲν γὰρ ἅτε μηδὲ αὐτὴ ζῶσα, ζωὴν μὲν παρ’ ἑαυτῆς οὐκ ἂν εἰσενέγκοι· τῷ δὲ τῇ προσούσῃ τῷ σώματι βοηθεῖν, αἰτία ζωῆς τοῖς προσιεμένοις εἶναι δοκεῖ. Ὁ δὲ τῆς ζωῆς ἄρτος αὐτός ἐστι ζῶν, καὶ δι’ ἐκεῖνον ὡς ἀληθῶς ζῶσιν, οἷς ἂν αὐτοῦ μεταδοίη. Ὅθεν ἡ μὲν τροφὴ πρὸς τὸν σιτούμενον μεταβάλλει, καὶ ἰχθὺς καὶ ἄρτος καὶ ὁτιοῦν ἄλλο σιτίον αἷμα ἀνθρώπειον, ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Ὁ γὰρ τῆς ζωῆς ἄρτος αὐτὸς κινεῖ τὸν σιτούμενον καὶ μεθίστησι καὶ πρὸς ἑαυτὸν μεταβάλλει, καὶ ὃ τῆς καρδίας ἐπιεικῶς ἐστι καὶ τῆς κεφαλῆς, κινούμεθα καὶ ζῶμεν τό γε εἰς αὐτὸν ἧκον, ὡς ἔχει ζωῆς ἐκεῖνος. Ὃ καὶ δηλῶν αὐτὸς ὁ Σωτήρ, ὡς οὐ τὸν σιτίων τρόπον ἡμῖν ἀνέχει τὸν βίον, ἀλλ’ αὐτὸς ἔχων οἴκοθεν ἐμπνεῖ, καὶ καθάπερ καρδία μέλεσιν ἢ κεφαλὴ διαδίδωσι τὴν ζωήν, ζῶντά τε ἑαυτὸν ἐκάλεσεν ἄρτον, καί· «ὁ τρώγων με, φησί, κἀκεῖνος ζήσεται δι’ ἐμέ».

 

38. Φαίνεται τοίνυν τὸν Θεὸν προσκυνεῖν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ λατρεύειν καθαρῶς, τῆς ἱερᾶς ἔργον εἶναι τραπέζης· οὐ μόνον ὅτι Χριστοῦ μέλεσιν εἶναι καὶ τοῦτον εἴκειν αὐτῷ τὸν τρόπον, ἀπὸ τῶν μυστηρίων προσγίνεται τούτων ἡμῖν, ἀλλ’ ὅτι νεκροὺς μὲν ὄντας οὐκ ἂν γένοιτο ζῶντι λατρεύειν Θεῷ, ζῶντας δὲ εἶναι καὶ ἔργων ἀπηλλάχθαι νεκρῶν ἀμήχανον, μὴ τοῦτο ἀεὶ δειπνοῦντας τὸ δεῖπνον. Καθάπερ γὰρ «Πνεῦμα τὸν Θεὸν ὄντα καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», οὕτω καὶ ζῶντι ζῶντας εἶναι προσήκει τοὺς λατρεύειν προῃρημένους· «οὐ γάρ ἐστιν ὁ Θεός, φησί, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων».

 

39. Ἔστι μὲν οὖν καὶ τὸ ζῆν κατὰ τὸν ὀρθὸν λόγον καὶ πρὸς ἀρετὴν ἔχειν, Θεῷ λατρεύειν· ἀλλ’ ἐκεῖνο μὲν καὶ δούλων γένοιτ’ ἂν ἔργον· «Ὅταν γὰρ ταῦτα πάντα ποιήσητε, φησί, λέγετε ὅτι ‘Ἀχρεῖοι δοῦλοι ἐσμέν’». Αὕτη δὲ ἡ λατρεία πρὸς τῶν υἱῶν γίνεται μόνων· ἡμεῖς δὲ οὐ τῶν δούλων, ἀλλ’ εἰς τὸν τῶν παίδων καλούμεθα χορόν.

 

40. Διὰ τοῦτο σαρκὸς καὶ αἵματος αὐτῷ κοινωνοῦμεν· πραγμάτων αὐτῶν, τοῦ αἵματος, τοῦ σώματος, τῆς ζωῆς. Καὶ τί γὰρ μεῖζον ἢ ὅταν αὐτὸς ὁ Πατήρ, τοῦ μονογενοῦς ἐν ἡμῖν ἐπιγινώσκῃ τὰ μέλη, ὅταν αὐτὴν εὑρίσκῃ τὴν μορφὴν τοῦ παιδὸς ἐπὶ τῶν προσώπων τῶν ἡμετέρων; «Συμμόρφους γάρ, φησί, προώρισε τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ».

 

43. Ὅτι κατὰ ταύτην τὴν υἱοθεσίαν οἱ εἰσποιηθέντες προσφυέστερον ἔχουσι πρὸς τὸν Χριστὸν ἢ πρὸς τοὺς γεγεννηκότας. Καὶ τί λέγω τὴν υἱότητα τὴν πεποιημένην, ὅταν τῆς φυσικῆς αὐτῆς προσφυέστερον καὶ συγγενέστερον ἔχῃ, καὶ οἱ οὕτω γεννηθέντες υἱοὶ Θεοῦ μᾶλλον ἢ τῶν γεγεννηκότων αὐτῶν, καὶ τοσοῦτο μᾶλλον, ὅσον ἐκείνων μᾶλλον ἢ τῶν ὑποβαλλομένων εἰσί; Τί γάρ ἐστιν, ὃ τοὺς ἀληθεῖς ἡμῖν πατέρας ποιεῖ; Ἐκ τῶν σαρκῶν αὐτῶν, ταύτην ἔχομεν τὴν σάρκα, καὶ ἐκ τῶν αἱμάτων αὐτῶν, συνέστηκεν ἡμῖν ἡ ζωή. Τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος «σάρκες ἐσμὲν ἐκ τῶν σαρκῶν αὐτοῦ, καὶ ὀστᾶ ἐκ τῶν ὀστῶν αὐτοῦ», ἀλλὰ τῆς κοινωνίας ἑκατέρας πολὺ τὸ μέσον.

 

44. Ἐπὶ μὲν γὰρ τῶν φυσικῶν τὸ νῦν αἷμα τῶν παίδων, οὐκέτι καὶ τῶν γεγεννηκότων ἐστίν, ἀλλ’ ἦν ἐκείνων πρὶν ἢ τῶν παίδων εἶναι, καὶ τοῦτο ποιεῖ τὸ γένος, ὅτι ὃ νῦν τούτων, ἐκείνων πρότερον ἦν· τὸ δὲ τῆς τελετῆς ἔργον, τὸ αἷμα ᾧ ζῶμεν, νῦν ἐστιν αἷμα Χριστοῦ, καὶ ἡ σὰρξ ἣν πήγνυσιν ἡμῖν τὸ μυστήριον, σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ κοινὰ ἔτι τὰ μέλη καὶ κοινὴ ἡ ζωή.

 

45. Τοῦτο δέ ἐστιν ἡ ἀληθὴς κοινωνία, ὅταν ἀμφοῖν τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον παρῇ, ὡς ἐπειδὰν ἑκάτερος ἔχῃ, καὶ νῦν μὲν οὗτος, νῦν δὲ ἐκεῖνος, οὐ κοινωνεῖν ἂν εἴη μᾶλλον ἢ διεστάναι. Οὐ γάρ ἐστι τὸ συνάπτον, ὅτι μὴ πάρεστι κατὰ ταῦτον ἀμφοτέροις, ὅ γε μόνος ἑκάτερος ἔχει· ὅθεν οὔτε κοινωνοῦσιν ἀλλήλοις οὑτινοσοῦν ἀληθῶς, οὔτε κεκοινωνήκασιν, ἀλλ’ ὅτι τὸ αὐτό ἐστιν, ὃ πρότερον ἦν τούτου, νῦν δὲ ἐκείνου, εἰκόνα τινὰ κοινωνίας ἔχει. Καθάπερ γὰρ οὐκ ἄν τις εἴη σύνοικος, ᾧ τὴν αὐτὴν ᾤκησεν οἰκίαν, εἰ μετ’ ἐκεῖνον οἰκοίη οὐδ’ ἀρχῆς καὶ πραγμάτων καὶ φροντίδων κοινωνὸς ὁτῳοῦν, ὃς ἐξεδέξατο τὴν ἀρχήν, ἀλλ’ ὃς ἄν, πρός γε τῷ τὸν αὐτὸν οἰκῆσαι τόπον καὶ τῶν αὐτῶν προστῆναι πραγμάτων, ἔτι καὶ χρόνοις χρήσαιτο τοῖς αὐτοῖς· τὸν ἴσον κἀνταῦθα τρόπον ἂν ἔχοι καὶ σαρκὸς καὶ αἵματος τοῖς μὲν γεγεννηκόσιν οὐ πάνυ, μὴ τὸν αὐτὸν ἡμῖν αὐτὰ μετασχοῦσι χρόνον· τῷ Χριστῷ δὲ ὡς ἀληθῶς κοινωνοῦμεν, πρὸς ὃν ἀεὶ καὶ σῶμα καὶ αἷμα καὶ μέλη καὶ πάντα ταῦτα κοινά.

 

46. Εἰ δὲ τοῦτο ποιεῖ τὰ παιδία, τὸ κοινωνῆσαι σαρκὸς καὶ αἵματος, δῆλοι καθέσταμεν πρὸς τὸν Σωτῆρα συγγενέστερον ἔχοντες ἀπὸ τῆς τραπέζης ἢ τῆς φύσεως πρὸς τοὺς γεγεννηκότας αὐτούς· ἔτι τοίνυν οὐκ ἅπαξ ζωώσας ὥσπερ ἐκεῖνοι καὶ συστησάμενος ἀπηλλάγη, ἀλλ’ ἀεὶ πάρεστι καὶ ἥνωται, καὶ τούτῳ αὐτῷ ζωοῖ καὶ συνίστησι τῷ παρεῖναι.

 

47. Καὶ τῶν μὲν γεγεννηκότων ἀφεστηκότας οὐδὲν κωλύει περιεῖναι, τοὺς δὲ τοῦ Χριστοῦ διϊσταμένους οὐδὲν ἄλλο λοιπὸν ἢ τεθνάναι. Καὶ τὶ μὴ λέγω τὸ μεῖζον; Συστῆναι μὲν γὰρ αὐτοὺς ἐφ’ ἑαυτῶν τοὺς υἱεῖς οὐκ ἔστι μὴ διαστάντας τῶν γεγεννηκότων, ἀλλὰ τοῦτο ποιεῖ τοὺς μὲν γεγεννηκέναι, τοὺς δὲ γεγεννῆσθαι τὴν ἀρχὴν τῷ διαιρεθῆναι· ἡ δ’ ἐπὶ τῶν μυστηρίων υἱότης ἐν τῷ συνεῖναι καὶ κοινωνεῖν ἐστι, καὶ τοῦτό ἐστι διεφθάρθαι καὶ μηκέτ’ εἶναι, τὸ διεστάναι.

 

48. Οὐκοῦν εἰ κοινωνίαν τινὰ βούλεται τὸ τῆς συγγενείας ὄνομα, καὶ τούτους οἶμαι μηνύει τοὺς αἵματι κοινῷ συνημμένους, μόνη μὲν αἵματος ἂν εἴη κοινότης, μόνη δὲ καὶ συγγένεια καὶ υἱότης, καθ’ ἣν τῷ Χριστῷ κοινωνοῦμεν. Διὰ τοῦτο καὶ τὴν φυσικὴν γέννησιν ἀποκρύπτει, ἐπειδὰν ἐπὶ τῶν αὐτῶν γένωνται· «Ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, οἷς ἔδωκεν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οὐκ ἐγεννήθησαν ἐξ αἱμάτων», καίτοι γεγέννηται καὶ σάρκες ἦσαν οἱ γεγεννηκότες, καὶ τῆς γεννήσεως προτέρα ταύτης ἐκείνη, ἀλλὰ τοσοῦτον ἡ δευτέρα κατεκράτησε τῆς πρεσβυτέρας, ὥστε μηδὲ ἴχνος ἐκείνης μηδὲ ὄνομα λοιπὸν εἶναι. Καὶ οὕτως ὁ ἱερὸς ἄρτος τὸν νέον εἰσάγων ἄνθρωπον πρόρριζον ἐκβάλλει τὸν παλαιόν.

 

49. Καὶ τοῦτο γὰρ τῆς ἱερᾶς ἔργον τραπέζης· «οἱ γὰρ λαβόντες αὐτόν, φησίν, οὐκ ἐγεννήθησαν ἐξ αἱμάτων». Πότε δὲ αὐτὸν λαμβάνομεν; ἐπιγνῶμεν τὸ ῥῆμα, καὶ παρ’ ὃ τῶν μυστηρίων εἴρηται τοῦτο, λέγω δὴ τό· «Λάβετε». Δῆλον γὰρ ὡς ἐπὶ τὸ δεῖπνον ταύτῃ καλούμεθα τῇ φωνῇ, καθ’ ὃ τὸν Χριστὸν καὶ χερσὶ λαμβάνομεν ἀληθῶς καὶ στόματι δεχόμεθα καὶ ψυχῇ συμμίγνυμεν καὶ σώματι συνάπτομεν καὶ κιρνῶμεν αἵματι.

 

50. Καὶ πρόσεστι τὸ δικαίως· τοῖς γὰρ οὕτω τὸν Σωτῆρα καὶ λαβοῦσι καὶ κατασχοῦσι διατέλους, ἔστι μὲν αὐτὸς ἁρμόζουσα κεφαλή, τούτῳ δὲ ἐκεῖνοι πρέποντα μέλη· γέννησιν δὲ τὰ μέλη γεννηθῆναι τῇ κεφαλῇ τὴν αὐτήν, ἀκόλουθον ἦν. «Οὐκ ἒξ αἱμάτων» ἡ σὰρξ ἐκείνη «οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ Θεοῦ» τοῦ Ἁγίου Πνεύματος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, φησίν, ἐκ Πνεύματός ἐστιν Ἁγίου». Εἰκὸς ἦν καὶ τὰ μέλη τοῦτον γεννηθῆναι τὸν τρόπον, ὅπου γε καὶ αὐτὴ ἡ γέννησις τῆς κεφαλῆς τῶν μελῶν τούτων τῶν μακαρίων γέννησις ἦν· τοῦτο γὰρ ἦν συστῆναι τὰ μέλη, τὸ γεννηθῆναι τὴν κεφαλήν.

 

51. Εἰ δὲ καὶ ἡ ἀρχὴ τῆς ζωῆς γέννησίς ἐστιν ἑκάστῳ, καὶ τὸ τὴν ζωὴν ἄρξασθαι, τοῦτό ἐστι γεννηθῆναι, δι’ ὧν ζωὴ τῶν αὐτῷ προσκειμένων ἐστὶν ὁ Χριστός, αὐτοὶ γεγέννηνται τοῦ Χριστοῦ τὸν βίον τοῦτον εἰσεληλυθότος καὶ γεννηθέντος.

 

52. Τοσοῦτος σωρὸς ἡμῖν ἀγαθῶν ἀπὸ τῆς ἱερᾶς ἀνίσχει τραπέζης· ῥύεται δίκης, ἀποτρίβεται τὴν ἀπὸ τῆς ἁμαρτίας αἰσχύνην, ἀνακαλεῖται τὴν ὥραν, αὐτῷ προσδεῖ τῷ Χριστῷ τῶν φυσικῶν δεσμῶν ἀκριβέστερον· τὸ καθάπαξ εἰπεῖν, τελείους ποιεῖ τὸν ἀληθῆ χριστιανισμὸν τελετῆς ἁπάσης διαφερόντως.

 

53. Διὰ τί τὸ τῆς τραπέζης μυστήριον τελεώτερον τοῦ βαπτίσματος ὄν, οὔτε ἀναπλάττει τὸν ἡμαρτηκότα οὔτε καθαίρει πόνων χωρίς, ὥστε τὸ βάπτισμα: Ἐνταῦθα δὲ περὶ τοῦ μυστηρίου πολλοῖς ἐπῆλθε θαυμάζειν, εἰ οὕτω τελεώτατα πάντων ἔχον, πρὸς τὸ λύειν εὐθύνης τοῦ βαπτίσματος ἐλάττω δοκεῖ δύνασθαι, μεῖζον ὄν· ἐκεῖνο μὲν γὰρ οὐδὲν πονοῦντας, τὸ δὲ πόνων ἡγησαμένων. Καὶ τῶν μὲν ἐκεῖ καθαρθέντων πρὸς τοὺς μηδὲ τὴν ἀρχὴν μολυσμὸν ὁντινοῦν δεξαμένους οὐδεμία διαφορά, τῶν δὲ ἐπὶ τοῦ δείπνου πολλοῖς τῶν ἡμαρτημένων ἔνεισιν ἴχνη.

 

54. Καὶ διελόντας ἀκριβέστερον εἰπεῖν, τεττάρων τούτων ἐν τοῖς ἡμαρτημένοις θεωρουμένων, τοῦ τὴν ἁμαρτίαν ἐργασαμένου, τῆς πονηρᾶς ἐνεργείας, τῆς ἐπὶ ταύτῃ δίκης, τῆς ἐκεῖθεν ἐντεθείσης τῇ ψυχῇ προστροπῆς· τῆς μὲν ἐνεργείας αὐτὸν οἴκοθεν ἀπηλλάχθαι δεῖ τὸν εἰργασμένον καὶ πεπαυμένον ἐπὶ τὸ λουτρὸν ἥκειν, τἄλλα δὲ τὸ βάπτισμα μὲν οὐδὲν οὐδενὸς πραγματευσαμένου καθάπαξ ἐκ μέσου πάντα ποιεῖ, καὶ τὴν δίκην καὶ τὴν νόσον καὶ αὐτὸν ἀναιρεῖ τὸν ἡμαρτηκότα· καὶ γὰρ ἐναποθνήσκει τοῖς ὕδασι καὶ νέος τίς ἐστιν ἄνθρωπος, ὃν ἀναδίδωσι τὸ λουτρόν.

 

55. Ὁ δὲ ἱερὸς ἄρτος, ὃν ἂν ἠνιαμένον λάβοι καὶ πεπονηκότα, τῶν ἡμαρτημένων ἀξίως ἀφίησι μὲν εὐθύνης, ἀποκλύζει δὲ τῆς πονηρᾶς ἕξεως τὴν ψυχήν, ἀποκτείνει δὲ οὐδαμῶς· οὐ γὰρ ἀναπλάττειν ἄνωθεν οἶδε. Καὶ τοῦτον μόνον τῶν τῆς ἁμαρτίας ὅρων ἀκίνητον καταλείπει καὶ μένειν ἀφίησιν, ὑπεύθυνον μὲν οὐκέτι, αὐτὸν δὲ ὅμως τὸν τολμητήν. Εἰσὶ δὲ οἳ καὶ σημεῖα φέρουσιν ἔτι τῆς ἀρρωστίας καὶ οὐλὰς τῶν πάλαι πληγῶν, ἂν ἦττον ἢ προσῆκον ἦν, μελήσῃ περὶ τῶν τραυμάτων αὐτοῖς, καὶ πρὸς τὴν τοῦ φαρμάκου δύναμιν οὐκ ἐφάμιλλον εἰσενέγκωσι τῆς ψυχῆς τὴν παρασκευήν.

 

56. Καὶ τῆς καθάρσεως τούτῳ διήνεγκε ταύτης ἐκείνη, ὅτι τε οὐκ ἀποπνίγει τὸν ἡμαρτηκότα καὶ ἀναπλάττει, καὶ ὅτι μένοντα καθαίρουσα μόνον, οὐδὲ τοῦθ’ ἡμῖν ἔχει πόνων χωρίς. Ταῦτα δὲ πρὸς μὲν τὴν τελευτὴν οὐδέν, ἀλλ’ εἰς αὐτὴν ἤκει τὴν φύσιν τοῦ πράγματος, καὶ τοῦ χρῆναι τοὺς ὑπευθύνους, ταύτῃ μὲν λουμένους, ἐκείνως δὲ δειπνοῦντας καθαίρεσθαι.

 

57. Ὅτι διὰ τοῦτο λαμβάνομεν ἐν τῷ βαπτίσματι δυνάμεις τοῦ ἐνεργοῦν, ἵνα ἐνεργῶμεν. Καὶ περὶ μὲν τοῦ δεῖσθαι πόνων ἐκεῖνο λέγω. Τὸ βάπτισμα μὲν μήπω συστάντας παραλαβὸν μηδὲ δύναμιν ἡντινοῦν κεκτημένους ὑπὲρ τοῦ καλοῦ δραμεῖν, οὐ μάτην ἡμᾶς ταῦτα πάντα προῖκα ἐργάζεται καὶ δεῖται τῶν παρ’ ἡμῶν οὐδενός, ὡς ἂν εἰσενεγκεῖν οὐδὲν δυναμένων Ἡ τράπεζα δὲ συνεστῶσιν ἤδη καὶ ζῶσι καὶ δυναμένοις ἀρκεῖν ἡμῖν αὐτοῖς προκειμένη, χρῆσθαι τῇ δυνάμει καὶ τοῖς δοθεῖσιν ὅπλοις ἀφίησι, καὶ διώκειν τἀγαθὸν οὐκέτι κομιζομένους οὐδ’ ἑλκομένους, ἀλλ’ αὐτοὺς οἴκοθεν καὶ παρ’ ἡμῶν αὐτῶν ὁρμῶντας καὶ κινουμένους, ὡς ἂν ἤδη τρέχειν ἐπισταμένους.

 

58. Τί μὲν γὰρ ἔδει καὶ ποιῆσαι λαβεῖν, οἷς οὐκ ἔδει χρήσασθαι; τί δὲ ῥωννύναι καὶ καθοπλίζειν, τὸν οἴκοι μέλλοντα καθεύδειν; Εἰ γὰρ μήτε τὴν ἀρχὴν γεννωμένοις μήθ’ ὕστερον καθαίρεσθαι βουλομένοις ἀγώνων ἦν καὶ πόνων καιρός, οὐκ οἶδα πότ’ ἂν ἡμῖν αὐτοῖς ἐγενόμεθα χρήσιμοι, τί δ’ ἂν ἦν ἔργον ἀνθρώπων, τῶν ὑπὲρ τῆς ἀρετῆς δρόμων ἀνῃρημένων, μᾶλλον δὲ τί χεῖρον ἂν ἦν τοῦ καθ’ ἡμᾶς πράγματος, πραττόντων μὲν ὧν ἔπαινός ἐστιν οὐδὲ ἕν, πρὸς δὲ τὸ πονηρὸν ἐνεργὸν ἐχόντων ἑκάστοτε τὴν ψυχήν.

 

59. Διὰ ταῦτα τόπον ἔργων ἀνθρώποις ἔδει συγχωρηθῆναι καὶ καιρὸν ἀγώνων, τό γε τελείοις ἀνδράσιν εἶναι παρὰ τῶν μυστηρίων ἤδη λαβοῦσι, καὶ δυναμένοις τὸ τῇ φύσει προσῆκον ἔργον ἐργάζεσθαι, καὶ τῆς ἡμέρας φανείσης, «ἣν ὁ Κύριος ἐποίησε», μηκέτι καθεύδειν, ἀλλ’ ἐπ’ ἔργα χωρεῖν· καὶ ᾗ φησὶ Δαβὶδ «ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ τὸν ἄνθρωπον ἐξελθεῖν ἕως ἑσπέρας». Καθάπερ γὰρ μετὰ ταύτην τὴν ἡμέραν «ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι», οὕτω καὶ πρὸ ταύτης ἦν ὅτε παντελὴς ἦν τοῦ πράττειν ἀδυναμία, καὶ οὐδεὶς ἤδει ποῖ δεῖ βαδίζειν, νυκτὸς ἐχούσης ἔτι τὴν γῆν, «ἐν ᾗ, φησίν, ὁ περιπατῶν οὐκ οἶδε ποῦ ὑπάγει».

 

60. Τοῦ ἡλίου δὲ ἀνασχόντος καὶ πανταχοῦ δία τῶν μυστηρίων τῆς ἀκτῖνος χεθείσης, ἀνάγκη μηδεμίαν ἀνθρωπείων ἔργων εἶναι καὶ πόνων ἀναβολήν, ἀλλὰ σιτεῖσθαι τὸν ἄρτον τοῦτον ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἡμέτερον ὡς ὑπὲρ ἡμῶν κλώμενον, ἄλλως θ’ ὅτι τοῖς λογικοῖς ἀφώρισται μόνοις, καὶ ὅ φησιν ὁ Κύριος, «ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν», ὅπερ ἐστὶ κελεύοντος, οὐκ ἀργοὺς οὐδ’ ἀπράκτους, ἀλλ’ ἐργαζομένους ἐπὶ τὸ δεῖπνον τοῦτο χωρεῖν. Εἰ γὰρ τοὺς ἀργοὺς καὶ τῆς ἀπολλυμένης τραπέζης ὁ τοῦ Παύλου νόμος ἀπάγει· «ὁ γὰρ ἀργός, φησί, μηδὲ ἐσθιέτω»· τίνων δεήσει τῶν ἔργων, τοῖς ἐπὶ ταύτην καλουμένοις τὴν τράπεζαν; Ὅτι μὲν οὖν οὕτως ἐχρῆν τῶν ἱερῶν ἅπτεσθαι δώρων, καὶ τούτου χάριν πρὸ τῆς τελετῆς οἴκοθεν αὐτοὺς καθαίρεσθαι δεῖ, φανερὸν ἐκ τῶν εἰρημένων. Ὅτι δὲ τοῦτό ἐστιν οὐκ ἐλάττω μόνον τῶν ἄλλων μυστηρίων, ἀλλὰ καὶ μείζω δυναμένου, δῆλον ἐκεῖθεν.

 

61. Πρῶτον μὲν γάρ, εἰ τοῖς βελτίοσιν ὁ Θεὸς τὰ μείζω δωρεῖται, ὃς «τὸν ἔλεον ἵστησι καὶ ζυγῷ τινι, τὸ τοῦ προφήτου, καὶ δικαιοσύνῃ πάντα ποιεῖ», πολλῷ δὲ καλλίους ἡμᾶς εὐποιεῖ, τετελεσμένους ἤδη καί που καὶ περὶ ἀρετῆς ἠγωνισμένους, ἢ μηδὲ τὴν ἀρχὴν λουσαμένους, λείπεται καὶ τὴν χάριν, ταύτην ἐκείνης εἶναι βελτίω, καὶ τῶν δευτέρων δώρων ἀμεινόνων τοὺς μεμυημένους τυγχάνειν. Ἔστι δ’ ἐκεῖνο μὲν τὸ βάπτισμα, τοῦτο δὲ τὸ δεῖπνον τὸ ἱερόν, ὃ τοσοῦτο τελεώτερον ἡγεῖσθαι προσῆκεν, ὅσο μείζονος δεῖ τοῖς προσελθεῖν βουλομένοις παρασκευῆς. Οὐ γὰρ εἰκός, τὸ μεῖζον μὲν τοῖς βουλομένοις ἅπασι, τὸ δ’ ἔλαττον τοῖς ἀγῶσιν ἢ μυστηρίοις καθηραμένοις ἐξεῖναι· τοὐναντίον μὲν οὖν ἐντεῦθεν εὔλογον τεκμαίρεσθαι καὶ τελεώτερον ἔχειν ἐκεῖνο νομίζειν, ὃ μὴ πολλῶν ἔργων καὶ γενναίων οὐκ ἔστιν ὠνήσασθαι.

 

62. Ἔπειτα κἀκεῖνο χρὴ συνιδεῖν, ὅτι συναγωνιστής ἐστιν ἡμῖν ὁ Χριστὸς εὐωχῶν. Ὁ δὲ συναγωνιστὴς χεῖρα δίδοσιν, οὐ κειμένοις οὐδὲ νοσοῦσιν, ἀλλὰ ῥώμης μὲν καὶ τόλμης ἔχουσιν εὖ, πρὸς δὲ τὸν ἀνταγωνιστὴν γενναίως καὶ καλῶς ἱσταμένοις.

 

63. Αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς ἐνεργῶν ἐν ἑκάστῳ τῶν μυστηρίων, πάντα γίνεται, πλάστης, ἀλείπτης, συναγωνιστής, τὸ μὲν λούων, τὸ δὲ χρίων, τὸ δὲ τρέφων. Ἐκεῖ γὰρ ἐξ ἀρχῆς τὰ μέλη δημιουργεῖ, ἐνταῦθα δὲ τῷ Πνεύματι ῥώννυσιν, ἐπὶ δὲ τῆς τραπέζης σύνεστιν ἀκριβῶς καὶ συνδιαφέρει τὸν ἆθλον· μετὰ δὲ τὴν ἀπαλλαγὴν ἀθλοθέτης ἔσται καὶ καθεδεῖται τοῖς ἁγίοις κριτὴς ὧν ἐκοινώνησε πόνων. Εἶτα καὶ νικητὰς ἀποδεδειγμένους ἀναδῆσαι δεῆσαν, καὶ στέφανός ἐστιν ὁ αὐτός.

 

64. Πρὸς τοίνυν τὸ θαρρῆσαι τοὺς ὑπὲρ φιλοσοφίας ἀγῶνας καὶ διενεγκεῖν δυνηθῆναι, πλάττων μὲν καὶ ἀλείφων, πάντα δίδωσι· συναγωνιζόμενος δὲ οὐ πάντα, ἐπὶ δὲ τοῦ καιροῦ τῶν ἄθλων οὐδέν. Οὔτε γὰρ τὸν ἀλείπτην καὶ πλάστην εὔλογον παραλιπεῖν τι τῶν διαθεῖναι τὸν ἀγωνιστὴν δυναμένων· οὔτε τὸν συναγωνιστὴν ὁ τοῦ κοινωνοῦ δίδωσι λόγος, εἰς ἑαυτὸν τὸ πᾶν ἀνελέσθαι, καὶ τὸν μὲν ἐπιτρέπειν τρυφᾶν, αὐτὸν δὲ μόνον ἀποδύεσθαι· καὶ μὴν οὐδὲ τὸν ἀθλοθέτην ἢ τὸν στέφανον αὐτόν, ἀλείφειν εἰκὸς ἢ πλάττειν ἢ τὰ τοῦ ἰατροῦ ποιεῖν, οὐδέ τι προστιθέναι νίκης, ἢ ἀνδρείας ἢ ῥώμης ἢ ἀρετῆς ἡστινοσοῦν ἄλλης τοῖς ἀθληταῖς, ἀλλὰ τὴν οὖσαν μόνον καὶ φανεῖσαν εἰδέναι κοσμεῖν. Ἔστι δὲ τοῖς ἀριστεῦσιν ἄμεινον μὲν τὸ στεφανοῦσθαι τοῦ νικᾶν ἀγωνιζομένους, ἄμεινον δὲ τὸ νικητὰς εἶναι τοῦ πλάττεσθαι· τὸ μὲν γὰρ ὑπὲρ τοῦ νικᾶν, ἡ νίκη δὲ τῶν στεφάνων ἕνεκα.

 

65. Ἀλλ’ εἰ τοῦτο σημεῖον ἦν ἀτελοῦς καὶ τῆς ἐλάσσονος μοίρας, τὸ μὴ πάντη καθαίρειν μηδὲ παρασκευάζειν καὶ πλάττειν, ἧττον ἂν ἦν εἰς εὐδαιμονίαν ὁ τελευταῖος τῆς μακαριότητος ὅρος· λέγω δὴ τὸ τυχεῖν Θεοῦ στεφανοῦντος τοῦ μετὰ παραπετασμάτων ἐπὶ τῆς τραπέζης αὐτοῦ μετέχειν, ὡς τῆς μὲν τραπέζης καὶ παρασκευὴν ἐχούσης τινὰ καὶ κάθαρσιν, τῶν στεφάνων δέ, τούτων οὐδέτερον.

 

66. Διὰ ταῦτα οὐ χρὴ θαυμάζειν, εἰ τελειότερον ὂν μυστήριον τὸ δεῖπνον, ἧττον οἶδε καθαίρειν, ἄλλως τε πρὸς τοῖς εἰρημένοις καὶ ἆθλον ἐστὶ τουτὶ τὸ δῶρον, τοιοῦτον δὲ τὸ χρῆμα τῶν ἄθλων οὐ καθίστησιν οὐδὲ ἐργάζεται τοὺς ἀρίστους, ἀλλ’ ἀναδείκνυσι καὶ κοσμεῖ. Οὐ γὰρ καθάρσιον ἐν τῷ δείπνῳ καὶ συναγωνιστὴς μόνον, ἀλλὰ καὶ γέρας ἐστὶν ὁ Χριστός, ὃ δεῖ λαβεῖν ἀγωνισαμένους.

 

67. Τί γὰρ ἄλλο τοῖς μακαρίοις ἀντὶ τῶν ἐνταῦθα πόνων ἢ τὸ λαβεῖν Χριστὸν καὶ συνεῖναι; Καὶ Παῦλος μετὰ τὸν δρόμον ἐκεῖνον, τὴν ἐνθένδεν ἀνάλυσιν εἰς τοῦτο λήγειν ἔσχατον ἔφη, τὴν τοῦ Χριστοῦ συνουσίαν· «Ἀναλῦσαι γάρ, φησί, καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον». Τοῦτο δὲ τὸ τῆς τραπέζης ἔργον διαφερόντως.

 

68. Εἰ γὰρ καὶ παρὰ τοῖς ἄλλοις μυστηρίοις ἔστιν εὑρεῖν τὸν Χριστόν, ἀλλ’ ὥστε τῷ λαβεῖν παρασκευασθῆναι πρὸς τὸ δυνηθῆναι συνεῖναι· ἐνταῦθα δὲ ὥστε ἤδη καθαρῶς λαβεῖν καὶ συνεῖναι. Ποῦ γὰρ τῶν ἄλλων τὸ ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ τὸ μένειν μὲν ἐν αὐτῷ, μένοντα δὲ ἔχειν αὐτόν; ὑπὲρ οὗ καὶ δοκῶ καὶ Χριστὸς αὐτὸς τὴν μακαριότητα τῶν δικαίων, δεῖπνον εἶναι φησίν, αὐτὸν ἔχον διακονοῦντα.

 

69. Οὕτω μὲν οὖν ἆθλόν ἐστιν ὁ τῆς ζωῆς ἄρτος· ἐπεὶ δὲ οἱ τοῦτο δεχόμενοι τὸ δῶρον, τὴν γῆν ἔτι πατοῦσι καὶ ὁδοιποροῦσι, καὶ διὰ τοῦτο καὶ προσκόπτουσι καὶ κονίζονται καὶ λῃστῶν δεδοίκασι χεῖρας, πρὸς τὴν παροῦσαν χρείαν αὐτοῖς εἰκότως ἀρκεῖ καὶ τὴν ἰσχὺν ἀνέχει καὶ ἡγεμών ἐστι καὶ καθαίρει, ἕως καταλύσουσιν, οὗ κατὰ τὸν Πέτρου λόγον καλὸν εἶναι τὸν ἄνθρωπον, ὅπου τῶν ἄλλων μὲν οὐδεμία χώρα ἐν καθαρῷ πραγμάτων χωρίῳ μένουσιν ἤδη, μόνον δὲ στέφανός ἐστιν αὐτοῖς ὁ Χριστὸς συνὼν καθαρῶς.

 

70. Οὐκοῦν, ὡς μὲν καθάρσιον, καὶ πρὸς τοῦτο συστᾶν ἐξ ἀρχῆς, μολυσμοῦ παντὸς ἀπαλλάττει· ὡς δὲ κοινωνὸς ἡμῖν τῶν ἀγώνων, ὧν ἡγεμὼν ὑπῆρξε, πρῶτος εἰς τούτους ἀποδυσάμενος, ἰσχὺν κατὰ τῶν πολεμούντων παρέχει· ὅτι δὲ καὶ γέρας, οὐκ ἄνευ πόνων· ὃ τοίνυν ὡς ἆθλον ἔχει τὸ δεῖπνον καὶ ὡς ἐσχάτη μακαριότης, τίν’ ἔχει λόγον, ὡς ἐλάττω δυναμένου ποιεῖσθαι τεκμήριον;

 

71. Τὸν ἴσον δὲ τρόπον χρὴ καὶ περὶ θατέρου ψηφίζεσθαι, καὶ νομίζειν τῇ τελειότητι τοῦ μυστηρίου μὴ πολεμεῖν. Οὐ γὰρ ὅτι μὴ μέγα δύναται, τὸν ἁμαρτίαις διεφθαρμένον οὐκ ἀναπλάττει, ἀλλ’ αὐτὸν μὴ δυνάμενον ταῦτα δέξασθαι καὶ παθεῖν, ἅτε τὴν πρώτην ἔτι φέροντα πλάσιν, ᾗπερ ἐν τοῖς πρόσθεν εἴρηται λόγος· ἣν ἀφανίσαι καὶ τῶν ψυχῶν ἐξελεῖν τῶν ἅπαξ βαπτισαμένων, οὐδὲ τῆς ἐσχάτης ἐστὶ πονηρίας, οὐδ’ ἂν αὐτὴν ἀρνήσασθαι τολμήσωσιν, ἣν ὡμολόγησαν τῷ κοινῷ Δεσπότῃ δουλείαν, ὡς οὐδὲ τῆς ἄκρας φιλοσοφίας ἢ ψιλῆς τῆς ὁμολογίας δυνηθείσης ἐνθεῖναι.

 

72. Ἔπειθ’ ὅτι καὶ καθόλου κρείττων ἐστὶν ὁ ἄνθρωπος ἢ τεθνάναι καὶ συντετρίφθαι, τούτου δὲ χωρὶς οὐκ ἦν ἀναπλάττεσθαι. Καὶ γὰρ ὁ μὲν θάνατος, τοῦ παλαιοῦ κόμματος· καὶ οὗτος ὁ δυνάμενος ἀποθνήσκειν, ὃν ἀνέδωκεν ὁ χοῦς· «Ἡ γὰρ ἀξίνη, φησὶν Ἰωάννης, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται». Ὁ δὲ λελουμένος ἤδη τὸν νέον φορεῖ· οὐκοῦν πῶς μὲν ἀποθανεῖται πρὸς τὸν Ἀδὰμ ἡρμοσμένος, ὃς οὐκέτι ἀποθνήσκει; Ἀνθ’ ὅτου δ’ ἂν ἀποθάνοι, ὃν ὑπὲρ τοῦ λαβεῖν ἔδει τεθνάναι, τοῦτον ἔτι φέρων ἐν τῇ ψυχῇ;

 

73. Τοῦτο δὲ οὐδ’ ἀπ’ αὐτοῦ λαβεῖν ἔξεστι τοῦ λουτροῦ· πῶς οὖν ἂν γένοιτο τῶν τελετῶν ταύτης ἐκείνη τούτῳ βελτίων, ὃ παρ’ ἀμφοῖν ὁμοίως οὐκ ἔστιν εὑρεῖν; Οὐ γὰρ οὐδ’ αὐτὸ δύναται τὸ βάπτισμα τοὺς ἤδη περιόντας καὶ πεπλασμένους αὖθις ἀναγεννᾶν, ὅ τε ἱερὸς θεσμὸς οὐδένα διὰ ταῦτα δὶς ἔλουσεν ἄνθρωπον, οὐ τύπον τινὰ σώζων καὶ τάξιν, ἀλλ’ ὅτι δὶς κατὰ ταὐτὸ γεννηθῆναι, τῶν ἀμηχάνων.

 

74. Καὶ μὴν εἴποι τις ἄν· τοῦτό ἐστι βάπτισμα, τὸ τὴν θρησκείαν τοῖς διώκταις ἐπιδειξάμενον ἀποθνήσκειν· τί οὖν, πολλοὶ τῶν ἐπὶ τοῦ ὕδατος τετελεσμένων καὶ τοῦτον ἦλθον τὸν δρόμον, δεύτερον τοῦτο δεξάμενοι τὸ λουτρόν. Ἀλλ’ ἐκεῖνό γε πρὸς ταῦτα ἔστιν εἰπεῖν· ὡς ἄρα τῷ Χριστῷ τοὺς συνελθεῖν καὶ συζῆσαι προῃρημένους, συνίστησι μὲν τὸ πρὸς τὴν καλὴν πλάσιν ὑπὸ τῆς χειρὸς ἐκείνης πεπλάσθαι, συνίστησι δὲ τὸ δι’ ἀρετῆς αὐτοὺς παρ’ ἑαυτῶν ἀφικέσθαι καὶ τῶν ἐπαινουμένων ἀγώνων. Τὸ μὲν οὖν ὕδατι βαπτισθῆναι, πλάττει τὸν ἄνθρωπον, καὶ τοῦτ’ αὐτὸ δύναται μόνον· ὁ δ’ ὑπὲρ Χριστοῦ θάνατος δῆλός ἐστιν ἀμφότερον ἔχων, ὅ τε χορηγεῖν οἶδε τὸ ὕδωρ, καὶ ὃ παρ’ ἡμῶν εἰσφέρεσθαι δεῖ.

 

75. Καὶ τοίνυν, τοῖς μὲν μήπω μεμυημένοις ἔστι μὲν βάπτισμα καὶ πλάσις, τῷ Χριστῷ καὶ μετὰ Χριστοῦ καὶ μαρτυροῦσι καὶ θαπτομένοις, ἐν οἷς ὁ τοῦ βαπτίσματος ἕστηκεν ὅρος, ἔστι δὲ ἀρετή, τῶν ὑπὲρ τοῦ καλοῦ γέμων ἱδρώτων καὶ καρτερίας τῆς ἐσχάτης· τοῖς δὲ τετελεσμένοις, τὸ μὲν πρῶτον οὐ γίνεται, πλασθεῖσιν ἤδη καὶ ζῶσι, τὸ δεύτερον δέ· καὶ γὰρ γυμνάσιον εὐσεβείας καὶ ἀρετῆς ἀπόδειξις, καὶ τοῦ τὸν Χριστὸν εἰδέναι καὶ φιλεῖν μὲν ὑπὲρ ὅ τι φιλητὸν ἅπαν, τῶν δ’ εἰς ἐκεῖνον ἐλπίδων μηδὲν ἀσφαλέστερον ἄγειν; πεῖρα σαφὴς σιδήρῳ καὶ πυρὶ καὶ τοῖς βιαιοτάτοις δοκιμασθεῖσα. Καὶ τούτων ἕνεκα τῷ μὲν βαπτίσματι τοὺς ἅπαξ μεμυημένους αὖθις θεμιτὸν ἥκιστα χρῆσθαι, δωρεῖσθαι μηδὲν πλέον, οὗ λαβόντες ἐκεῖθεν ἔχομεν, δυναμένῳ· τῇ μαρτυρίᾳ δὲ καὶ πάνυ, μὴ μόνον γεννᾶν καὶ πλάττειν, ἀλλὰ καὶ στεφάνους αὐτοῖς ἀπὸ γενναίων ἔργων πλέκειν ἐπισταμένῃ, καὶ διὰ τοῦτο τοῖς μὲν ἀμυήτοις ἀμφότερα κεκτημένῃ, τοῖς μεμυημένοις δὲ θάτερον.

 

76. Καινὸν γὰρ οὐδέν, ἑαυτὴν συντελῆ πρὸς ἄμφω παρεχομένῃ, τοὺς ἀμφοτέρων μὴ δεομένους, ὑπὲρ θατέρου χρωμένους, τυγχάνειν οὗ δέονται μόνου, ἐπεὶ καὶ τὰ τῆς ἱερᾶς δῶρα τραπέζης οἶδε μὲν καθαίρειν τοὺς μήπω τοῦτο δεξαμένους, δύναται δὲ φωτίζειν τοὺς ἤδη κεκαθαρμένους· καὶ ὅμως οὐδὲν κωλύει περὶ τοῦ δευτέρου προσιέναι τῷ μυστηρίῳ τοὺς τὸ πρῶτον ἔχοντας. Καὶ τούτων μὲν ἅλις.

 

77. Ἀλλ’ ὅθεν ἡμῖν ὁ λόγος ἐπὶ ταῦτα προήχθη, τὴν παντελῆ τῶν ἀνθρώπων πρὸς τὸν Θεὸν ὅπερ ἐργάζεται κοινωνίαν, εἴτε λατρείαν χρὴ τὸ πρᾶγμα καλεῖν, εἴτε υἱοθεσίαν εἴτε καὶ ἄμφω ταῦτα, τὸ ἱερόν ἐστι δεῖπνον, ὃ συγγενεῖς ἡμὰς τῷ Χριστῷ ποιεῖ μᾶλλον ἢ τὸ παρ’ αὐτῶν φῦναι τοῖς γεγεννηκόσιν αὐτοῖς. Οὔτε γὰρ ἀμυδράν τινα σώματος ἡμῖν καταβάλλεται κρηπῖδα καὶ μικρὰς αἵματος ἀφορμάς, ἀλλὰ τελείων αὐτῶν ἡμῖν κοινωνεῖ· οὔτε ζωῆς αἴτιος μόνον ὥσπερ οἱ γεγεννηκότες, ἀλλὰ καὶ ζωή, καὶ οὐ τούτῳ δὴ λέγεται ζωὴ τῷ ζωῆς αἴτιος εἶναι, ὃν τρόπον φῶς ἐκάλει τοὺς ἀποστόλους, ὅτι φωτὸς ἡμῖν κατέστησαν ἡγεμόνες, ἀλλ’ ὅτι ᾧ ζῆν ἔστιν ὡς ἀληθῶς, αὐτός ἐστιν αὐτὴ ἡ ζωή.

 

78. Ἐπεὶ καὶ ἁγίους τοὺς αὐτῷ προσκειμένους ἀπεργάζεται καὶ δικαίους, οὐ μόνον παιδεύων καὶ διδάσκων ἃ δεῖ, καὶ πρὸς ἀρετὴν ἀσκῶν τὴν ψυχήν, καὶ ἣν ἐκείνη πρὸς τὸν ὀρθὸν λόγον δύναμιν ἔχει πρὸς ἐνέργειαν ἄγων, ἀλλὰ καὶ αὐτὸς γινόμενος αὐτοῖς δικαιοσύνη ἀπὸ Θεοῦ καὶ ἁγιασμός. Τοῦτον γὰρ μάλιστα τὸν τρόπον τοῖς ἁγίοις τοῦτ’ αὐτὸ τὸ μακαρίοις καὶ ἁγίοις εἶναι συμβαίνει, τοῦ συνόντος ἕνεκα μακαρίου, δι’ ὃν ἀπὸ μὲν νεκρῶν ζῶσι, σοφοὶ δὲ ἀπὸ ἀνοήτων, ἅγιοι δὲ καὶ δίκαιοι καὶ υἱοὶ Θεοῦ ἀπὸ μιαρῶν καὶ πονηρῶν κατέστησαν δούλων. Οἴκοθεν γὰρ αὐτοῖς καὶ τῆς ἀνθρωπείας φύσεως καὶ σπουδῆς, ἐξ ὧν ἂν κυρίως ταῦτα καλοῖντο, γέγονεν οὐδὲ ἕν, ἀλλὰ καὶ ἅγιοι διὰ τὸν ἅγιον, καὶ δίκαιοι καὶ σοφοὶ διὰ τὸν συνόντα δίκαιον καὶ σοφόν· καὶ ὅλως εἴ τις ἀληθῶς ἐν ἀνθρώποις τὰ μεγάλα καὶ σεμνὰ ταῦτα δίκαιός ἐστιν ἀκούειν, τὴν ἐπωνυμίαν ἐκεῖθεν ἔχει· μάλιστα μέν, ὅτι τά γε οἴκοθεν καὶ παρ’ αὐτῶν, τοσοῦτον ἀπέχει δικαίους αὐτοὺς ἀπεργάζεσθαι καὶ σοφούς, ὥστε πονηρία μὲν αὐτοῖς ἡ δικαιοσύνη, μωρία δὲ σαφὴς ἡ σοφία. Ἔπειτα, εἰ καὶ τὰ μάλιστα σεμνοὺς ἐποίει καὶ κόσμον ἡμῖν εἶχεν ἡ ἀρετή, δι’ ὧν πρὸς τὴν ἐκ Θεοῦ δικαιοσύνην καὶ τὴν σοφίαν οἰκείως ἔχομεν μᾶλλον ἢ τὴν ἀνθρωπείαν, καὶ ἣν ἡμῖν ἐνέθηκεν ἡ σπουδή, καλεῖσθαι μᾶλλον ἀπὸ ταύτης ἢ ἐκείνης εἰκὸς ἂν εἴη.

 

79. Καθάπερ γὰρ οὐ τῶν ἔξωθέν ἐσμεν ἐπώνυμοι καὶ τῶν ἀλλοτρίων, ἀπὸ δὲ τῶν οἰκείων καὶ ἅπερ ἡμῶν ἔνεστι τῇ φύσει καὶ διατίθεσθαι καὶ καλεῖσθαι συμβαίνει, οὐ γὰρ ἡ οἰκία καὶ τὸ ἱμάτιον πρὸς τοῦτο ἢ ἐκεῖνο τὸ ἦθος πλάσειεν ἄν, οὐδ’ ἂν πονηρίας ἢ ἀρετῆς ὀνόματος μεταδοῖεν, οὕτω τῶν οἰκείων αὐτῶν ἐκεῖνα διατίθησι μᾶλλον καὶ τὴν ἐπωνυμίαν ποιεῖται κοινήν, ἃ μᾶλλον ἡμέτερα· τὰ δὲ τοῦ Χριστοῦ ἡμέτερα μᾶλλον ἤπερ τὰ ἡμῶν αὐτῶν. Οἰκεῖα μὲν γάρ, ὅτι μέλη καὶ υἱοὶ καθέσταμεν καὶ σαρκὸς καὶ αἵματος καὶ Πνεύματος αὐτῷ κοινωνοῦμεν· ἔγγιον δὲ ἡμῖν οὐ τῶν ἀπὸ τῆς ἀσκήσεως μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἀπὸ τῆς φύσεως περιγενομένων, ὅτι συγγενέστερος ἡμῖν ἐδείχθη καὶ τῶν γεγεννηκότων αὐτῶν.

 

80. Διὰ ταῦτα γάρ, οὐδὲ τὴν ἀνθρωπείαν εἰσενέγκαι φιλοσοφίαν, οὐδὲ μέχρι τούτων στῆναι τῶν ἄθλων, ἀλλὰ ταύτην μὲν ζῆσαι τὴν ἐν Χριστῷ ζωὴν τὴν καινήν, ἐκείνην δὲ ἐπιδείξασθαι τὴν δικαιοσύνην ὑποχρέῳ καθέσταμεν πάντες. Οὐκ ἂν εἰ μὴ ταύτῃ προσήκομεν μᾶλλον, καὶ διαφερόντως πρὸς ἡμῶν ἦν· διὰ τοῦτο γὰρ «τῷ Χριστῷ συνετάφημεν διὰ τοῦ βαπτίσματος, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν». Καὶ πρὸς Τιμόθεον· «Ἐπιλαβοῦ, φησὶ Παῦλος, τῆς αἰωνίου ζωῆς». Καί· «Γίνεσθε ἅγιοι κατὰ τὸν καλέσαντα ἅγιον». Καί· «Γίνεσθε οἰκτίρμονες», οὐ τὸν ἔλεον τὸν ἀνθρώπειον, ἀλλὰ «καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί». Καί· «Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς». ᾯ φίλτρῳ Παῦλος ἐφίλει «ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ»· ὅθεν καὶ ὁ Σωτὴρ αὐτὸς τοὺς μαθητὰς εἰρήνην ἄγειν κελεύων, αὐτὴν ἐντίθησιν αὐτοῖς τὴν εἰρήνην τὴν ἑαυτοῦ· «Εἰρήνην γάρ, φησί, τὴν ἐμὴν δίδωμι ὑμῖν»· καὶ πρὸς τὸν Πατέρα· «ἵνα, φησίν, ἡ ἀγάπη ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ».

 

81. Καὶ ὅλως καθάπερ ἡ γέννησις θεία τίς ἐστι καὶ ὑπερφυής, οὕτω καὶ ἡ ζωὴ καὶ ἡ δίαιτα καὶ ἡ φιλοσοφία καὶ πάντα ταῦτα, καινὰ καὶ πνευματικά. Καὶ τοῦτο δηλῶν ὁ Σωτὴρ Νικοδήμῳ· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, φησί, πνεῦμά ἐστι». Διὰ τοῦτο καὶ Παῦλος· «Ἵνα εὑρεθῶ, φησίν, ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην».

 

82. Ὁ δὲ λόγος ὅτι τοῦτό ἐστι τὸ βασιλικὸν ἱμάτιον· τὰ γὰρ ἡμέτερα, δοῦλα· ἐλευθερία δὲ καὶ βασιλεία, πρὸς ἣν ἐπείγεσθαι δεῖ, πῶς ἂν γένοιτο δούλων ἆθλον; οὐ γὰρ ἂν εἴη βασιλείας ἀξίους φανῆναι, πλέον οὐδὲν ἢ δούλων ἀρετὴν ἐπιδειξαμένους. Καθάπερ γὰρ «ἡ φθορὰ τῆς ἀφθαρσίας, ᾗ φησι Παῦλος, οὐκ ἂν γένοιτο κληρονόμος», «δεῖ δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», τὸν ἴσον τρόπον οὐδὲ τὰ τῶν δούλων ἔργα, πρὸς τὴν βασιλείαν ἐκείνην ἀρκέσαι δύναιτ’ ἂν ἡμῖν, ἀλλὰ τῆς ἐκ Θεοῦ δεήσει δικαιοσύνης. Υἱὸν γὰρ εἶναι δεῖ τὸν κληρονόμον, οὐ δοῦλον· «Ὁ γὰρ δοῦλος, φησί, οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα».

 

83. Ἀνθ’ ὧν ἕκαστον τῶν ἐπὶ τὸν κλῆρον τοῦτον ἀφιξομένων, πρότερον ἀποβαλόντα τὸν δοῦλον, δεῖξαι δεῖ τὸν Υἱόν· ὅπερ ἐστὶ τὴν μορφὴν τοῦ Μονογενοῦς ἐπὶ τῶν προσώπων κομισαμένους, μετὰ τούτου τοῦ κάλλους τῷ γεγεννηκότι φανῆναι. Καὶ τοῦτό ἐστιν ὑπὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ πάσης ἀφεθῆναι δουλείας καὶ ὡς ἀληθῶς ἐλευθέρους εἶναι, ὃ τῷ Χριστῷ νοεῖ τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον ἐκεῖνο· «Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε». Λύει γὰρ καὶ υἱοὺς Θεοῦ ποιεῖται τοὺς δούλους, ὅτι Υἱὸς ὢν αὐτὸς καὶ πάσης ἐλεύθερος ἁμαρτίας, καὶ σῶμα αὐτοῖς καὶ αἷμα καὶ Πνεῦμα καὶ τὰ αὐτοῦ πάντα κοινὰ ποιεῖται· τοῦτον γὰρ τὸν τρόπον καὶ ἀνέπλασε καὶ ἠλευθέρωσε καὶ ἐθέωσε, τὸν ὑγιᾶ καὶ ἐλεύθερον καὶ ἀληθινὸν Θεὸν ἑαυτὸν ἡμῖν ἀναμίξας.

 

84. Καὶ οὕτω τὴν ἀληθινὴν ὄντα δικαιοσύνην τὸν Χριστόν, ἡμέτερον ἀγαθόν, καὶ πρὸ τῶν φυσικῶν αὐτῶν, τὸ ἱερὸν ἐργάζεται δεῖπνον, ὥστε καὶ φιλοτιμούμεθα τοῖς αὐτοῦ καὶ ὡς ἂν αὐτοὶ κατορθωκότες οὕτως εὐδοκιμοῦμεν, καὶ καλούμεθά γε ἐκεῖθεν, εἰ τὴν κοινωνίαν φυλάττομεν· καὶ εἴ τις ἀληθῶς ἅγιος καὶ δίκαιος καὶ ὁτιοῦν τῶν ἐπαινουμένων ἀκούοι, τὴν ἐπωνυμίαν, ἐξ ὧν ἐκείνου τετύχηκεν ἔλαβεν· «Ἐν τῷ Θεῷ γάρ, φησίν, ἐπαινεθήσεται ἡ ψυχή μου» καί· «ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη».

 

85. Ὅθεν τῶν ἀνθρωπίνων μὲν οὐδέν, τὰ Χριστοῦ δὲ ἀπαιτούμεθα καὶ ἐνεγκεῖν ἐπὶ τῶν ψυχῶν καὶ φέροντας ἀπελθεῖν, καὶ ταύτην πρὸ τῶν στεφάνων ἐπιδείξασθαι τὴν φιλοσοφίαν ἐκ παντὸς τρόπου καὶ τοῦτον τὸν καινὸν πλοῦτον, μηδὲν ἐπεισαγαγόντας αὐτῷ τοῦ πονηροῦ κόμματος, ὡς μόνην ταύτην οὖσαν ὑπὲρ τῆς ἐν οὐρανῷ βασιλείας ἀξιόχρεω φοράν.

 

86. Ἐπεὶ γὰρ ἆθλον ὃ δεῖ λαβεῖν ἀγωνισαμένους ὁ Θεός ἐστιν αὐτός, ἀνάγκη δὴ πρὸς τὸ γέρας ἀνάλογον ἔχειν, καὶ θείους εἶναι τοὺς ἀγῶνας, καὶ Θεὸν τοῖς ἀθληταῖς οὐ μόνον ἀλείπτην εἶναι καὶ τῶν ἀγώνων ἡγεμόνα, ἀλλὰ καὶ αὐτὸν ἐν αὐτοῖς εἶναι τὸν κατορθοῦντα, ὥστε τὸ μὲν ζητούμενον τέλος τῇ παρασκευῇ, τῷ τέλει δὲ τὴν παρασκευὴν ἀκόλουθον εἶναι.

 

87. Καθάπερ γὰρ εἰς τὴν γῆν πέμπων, οὐδὲν ἡμᾶς ἔδρασεν οὐδ’ ἀπῄτησεν ὑπερφυές, οὕτω πρὸς Θεὸν ἄγων καὶ τῆς γῆς ἀπαλλάττων, οὐδὲν ἀφῆκεν ἔχειν ἀνθρώπινον, ἀλλ’ ὧν ἡμῖν ἐδέησε πρὸς πάντα ἑαυτὸν ἥρμοσε, καὶ τῶν πρὸς τὸ τέλος ἐκεῖνο παρασκευάσαι δυναμένων οὐδὲν ἀφῆκεν ἀργὸν ἑαυτοῦ.

 

88. Εἶτε γὰρ ἀρρωστίαν εἴποι τις ἂν τὸ ἡμέτερον τοῦτο καὶ ἰατρείαν, οὐκ αὐτὸς εἰσῆλθεν εἰς τὸν κάμνοντα μόνον καὶ ὀφθαλμῶν ἠξίωσε καὶ χειρός, καὶ ὧν ἔδει πρὸς τὴν θεραπείαν αὐτουργὸς ἦν, ἀλλὰ καὶ αὐτὸ τὸ φάρμακον καὶ ἡ δίαιτα καὶ ὁτιοῦν ἄλλο τῶν πρὸς τὴν ὑγείαν φερόντων, αὐτὸς ἐγένετο.

 

89. Εἴτε ἀνάπλασίς ἐστιν, ἐξ ἑαυτοῦ καὶ τῶν οἰκείων σαρκῶν ἀνακαλεῖται, καὶ ὃ τοῦ διαφθαρέντος ἡμῖν ἀντεισήγαγεν, αὐτὸς ἦν. Οὐ γὰρ ὅθεν ἔπλασεν ἀπὸ τῆς αὐτῆς ἀνεπλάσθημεν ὕλης· ἀλλ’ ἐκεῖνο μὲν ἐποίησε «χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ὑπὲρ δὲ τοῦ δευτέρου τὸ οἰκεῖον ἔδωκε σῶμα. Καὶ τὴν ζωὴν ἀνακτώμενος, οὐ τὴν ψυχὴν ἐπὶ τῆς φύσεως ἑστῶσαν ποιεῖ καλλίω, ἀλλὰ τὸ αἷμα ἐγχέων ταῖς καρδίαις τῶν μεμυημένων τὴν ἑαυτοῦ ζωὴν αὐτοῖς ἀνατέλλει· τότε μὲν γὰρ «ἐνεφύσησε, φησί, πνοὴν ζωῆς», νῦν δὲ τοῦ Πνεύματος ἡμῖν αὑτοῦ κοινωνεῖ. Καὶ γάρ· «Ἐξαπέστειλε, φησίν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ, ἐν ταῖς καρδίαις ἡμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ». Ἐπεὶ καὶ φωτὸς δεῆσαν, τότε μέν· «Γενηθήτω φῶς εἶπε, καὶ ἐγένετο φῶς», τὸ δοῦλον τοῦτο· νῦν δὲ ὁ Δεσπότης αὐτὸς «ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, ὁ τότε εἰπὼν ἐκ σκότους φῶς λάμψαι», Παύλου φωνή.

 

90. Καὶ τὸ πᾶν εἰπεῖν· ἐπὶ μὲν τῶν προτέρων χρόνων διὰ τῶν κτισμάτων τούτων τῶν ὁρωμένων εὐηργέτει τὸ γένος, καὶ προστάγμασι καὶ πρεσβείαις καὶ νόμοις ἦγε τὸν ἄνθρωπον, τοῦτο μὲν χρώμενος ἀγγέλοις, τοῦτο δὲ τῶν ἀνθρώπων τοῖς σεμνοτέροις· νῦν δὲ αὐτὸς ἀμέσως δι’ ἑαυτοῦ καὶ πρὸς πάντα χρώμενος ἑαυτῷ.

 

91. Σκοπῶμεν γὰρ ἄνωθεν. Ἐπὶ τῷ σῶσαι τὸ γένος οὐκ ἄγγελον ἔπεμψεν, ἀλλ’ αὐτὸς ἐλήλυθεν· ἔδει μαθεῖν τοὺς ἀνθρώπους ὑπὲρ ὧν ἀφίκετο, καὶ οὐ κατὰ χώραν μένων μετεπέμπετο τοὺς ἀκουσομένους, ἀλλ’ αὐτὸς ἐξήτει περιϊών, οἷς ἂν μεταδοίη τῶν λόγων. Καὶ τὰ μέγιστα τῶν ἀγαθῶν ἐπὶ τῆς γλώττης κομίζων, ἐπὶ τὰς θύρας ἐχώρει τῶν εὖ παθεῖν δεομένων, καὶ μὴν καὶ τοὺς νοσοῦντας οὕτως ἰᾶτο, παραγινόμενος αὐτὸς καὶ χειρὸς ἁπτόμενος· καὶ ὀφθαλμοὺς ἐδημιούργει γεγεννημένῳ τυφλῷ, τῷ προσώπῳ πηλὸν ἐπιβαλών, ὃν αὐτὸς οἴκοθεν ἐποίησε πτύσας εἰς τὴν γῆν καὶ τῷ δακτύλῳ μάξας, ἀνείλετο καὶ προσέπλασε. Καὶ «ἥψατο τῆς σοροῦ» φησί. Καὶ ἐπέστη τῷ τάφῳ Λαζάρου καὶ φωνὴν ἐγγύθεν ἀφῆκε, καίτοι καὶ πόρρωθεν εἴπερ ἐβούλετο καὶ λόγῳ καὶ νεύματι μόνῳ, καὶ ταῦτα καὶ τὰ τούτων ἔτι μείζω πάντα ἂν εἰργασμένος, ὅς γε καὶ τὸν οὐρανὸν τὸν τρόπον τοῦτον ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἂν ἦν τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἐναργές, ἐκεῖνο δὲ τῆς φιλανθρωπίας σημεῖον, ἣν ἐπιδειξόμενος ἦλθεν.

 

92. Ἔτι τοίνυν τοὺς ἐν ᾍδου δεσμώτας ἔδει λυθῆναι, καὶ τὸ ἔργον οὐκ ἐπέτρεψεν ἀγγέλοις ἢ τοῖς ἄρχουσι τῶν ἀγγέλων, ἀλλ’ αὐτὸς κατῆλθεν εἰς τὸ δεσμωτήριον. Τοὺς αἰχμαλώτους τὴν ἐλευθερίαν εἰκὸς ἦν οὐ προῖκα λαβεῖν, ἀλλ’ ἐωνημένους· καὶ λύει τὸ αἷμα καταβαλών. Τοῦτον τὸν τρόπον ἐξ ἐκείνου καὶ εἰς τὴν ἐσχάτην ἡμέραν ἁμαρτιῶν ἀπαλλάττει καὶ εὐθύνης ἀφίησι καὶ ῥύπου τὰς ψυχὰς ἀποκλύζει.

 

93. Καὶ γὰρ αὐτός ἐστιν ᾧ καθαίρει, ὅπερ ὁ Παῦλος δηλῶν· «Δι’ ἑαυτοῦ, φησί, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς». Διὰ ταῦτα καὶ διάκονον αὐτὸν καλεῖ καὶ αὐτὸς ἑαυτὸν διακονοῦντα, καὶ ἐπὶ τῷ διακονῆσαι παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἐληλυθέναι.

 

94. Καὶ τὸ μέγιστον ἁπάντων· οὐ γὰρ ἐπὶ τοῦ παρόντος μόνον, ὅτε μετὰ τῆς ἀνθρωπείας ἀσθενείας ἐφάνη καὶ ἦλθεν οὐχ «ἵνα κρίνῃ τὸν κόσμον» καὶ τὰ δούλων ἐπεδείκνυτο καὶ τὰ τοῦ Δεσπότου πάντα ἀπέκρυπτεν, ἀλλ’ ἤδη καὶ ἐπὶ τοῦ μέλλοντος, ὅτε μετὰ δυνάμεως ἀφίξεται καὶ ἐπὶ τῆς πατρικῆς φανεῖται δόξης, ἐπὶ τῆς ἀναδείξεως, ἐπὶ τῆς βασιλείας αὐτῆς· «Περιζώσεται, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς», εἰκότως, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς.

 

95. Τοῦτον γὰρ τὸν τρόπον τὴν καθαρὰν καὶ ἀληθινὴν ἐβασίλευσε βασιλείαν, αὐτὸς ἑαυτῷ πρὸς τὴν βασιλείαν ἀρκέσας· καὶ οὕτως ἤγαγεν ὧν ἐκράτησεν, ἱλαρώτερον μὲν φίλων, ἀκριβέστερον δὲ τυράννων, πατρὸς φιλοστοργότερον, μελῶν συμφυέστερον, καρδίας ἀναγκαιότερον, οὐ φόβῳ κλίνων, οὐ μισθῷ δουλούμενος, ἀλλ’ αὐτὸς ὢν ἑαυτῷ δύναμις τῆς ἀρχῆς καὶ μόνος αὐτὸς ἑαυτῷ συνάπτων τοὺς ἀρχομένους. Τὸ γὰρ φόβῳ ἢ μισθούμενον βασιλεύειν οὐκ αὐτόν ἐστιν ὡς ἀληθῶς ἄρχειν, ἀλλὰ τῆς ὑπακοῆς τὰς ἐλπίδας αἰτιᾶσθαι δεῖ καὶ τὰς ἀπειλάς. Ὥσπερ τοίνυν οὐκ ἂν ἄρχοι κυρίως, ᾧ τὸ κρατεῖν ἑτέρωθεν, οὕτως οὐδὲ δουλεύειν ἔστιν ἀληθῶς τῷ Θεῷ, ἐπειδὰν κατά τινα τῶν εἰρημένων ὑποταττώμεθα τρόπον.

 

96. Ἐπεὶ δὲ ἔδει τὴν καθαρωτάτην ἀρχὴν αὐτὸν βασιλεύειν, οὐ γὰρ ἦν εἰκὸς τὴν ἑτέραν, ἐξεῦρεν ὅπως ἀνύσει. Καὶ οὗτος ἦν ὁ τρόπος ὁ παραδοξότατος. Τοῖς γὰρ ἐναντίοις ἐχρήσατο, καὶ ἵνα Δεσπότης ἀληθὴς ᾖ, δούλου δέχεται φύσιν καὶ διακονεῖ τοῖς δούλοις μέχρι σταυροῦ καὶ θανάτου, καὶ οὕτω τὰς ψυχὰς τῶν δούλων αἱρεῖ καὶ τὴν θέλησιν ἀμέσως χειροῦται. Τούτου χάριν καὶ Παῦλος ταύτην τὴν διακονίαν τὴν αἰτίαν εἰδὼς εἶναι τῆς βασιλείας, ὅτι «Ἐταπείνωσεν ἑαυτόν, φησί, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε». Καὶ ὁ θαυμαστὸς Ἠσαΐας· «Διὰ τοῦτο αὐτός, φησί, κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ μετὰ ἀνόμων ἐλογίσθη».

 

97. Διὰ μὲν γὰρ τὴν πρώτην δημιουργίαν τῆς φύσεως ἡμῶν ὁ Χριστὸς Δεσπότης, διὰ δὲ τὴν καινὴν κτίσιν τῆς γνώμης ἐκράτησεν· ὅπερ ἐστὶν ἀνθρώπων ὡς ἀληθῶς βασιλεύειν, ὅτε τὴν κατὰ τὸν λογισμὸν ἐξουσίαν καὶ τὴν τῆς γνώμης αὐτονομίαν, ἃ ποιεῖ τὸν ἄνθρωπον, ἐνταῦθα καταδήσας καὶ δουλωσάμενος ἤγαγεν· ὑπὲρ οὗ καί· «Ἐδόθη μοι πᾶσα ἐξουσία, φησίν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», ὡς δή τι καινὸν παθὼν ὁ πρὸ τῶν αἰώνων Δεσπότης τοῦ κόσμου, ὅτι μετὰ τῶν ἐν οὐρανῷ καὶ ἡ τῶν ἀνθρώπων φύσις τὸν κοινὸν ἐπέγνω Δεσπότην. Καὶ μὴν καὶ τὸ τοῦ Δαβὶδ ἐκεῖνο· «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη», ταύτην ἐστὶν αἰνιττομένου τὴν βασιλείαν, καθ’ ἣν τὰ ἔθνη «σύσσωμα τῷ Σωτῆρι καὶ συμμέτοχα», Παῦλός φησι. Τῷ γὰρ οὕτω τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καθάπαξ ἡνῶσθαι, οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν καὶ προαιρέσεων κατέστη Δεσπότης, καὶ κρατεῖ τὴν ὡς ἀληθῶς αὐτάρκη καὶ καθαρὰν βασιλείαν, αὐτὸς ἄγων δι’ ἑαυτοῦ, καθάπερ ψυχὴ σῶμα καὶ μέλη κεφαλή.

 

98. Ἄγονται γὰρ οἳ στέργειν τὸν ζυγὸν ᾠήθησαν τοῦτον, ὥσπερ οὐκ αὐτοὶ λόγῳ συζῶντες, οὐδὲ προαιρέσεως συνόντες αὐτονομίᾳ. «Κτηνώδης γάρ, φησίν, ἐγενόμην παρά σοι»· καὶ τοῦτό ἐστι τὴν ψυχήν τινα τὴν ἑαυτοῦ μισῆσαι καὶ ἀπολέσαι καὶ δι’ ὧν ἀπόλλυσι σῶσαι ὅταν οὕτως ἡ καινὴ κτίσις κρατήσῃ, καὶ ὁ καινὸς Ἀδὰμ παντάπασιν ἀποκρύψῃ τὸν παλαιόν, καὶ οὔτε γεννήσεως οὔτε ζωῆς οὔτε τελευτῆς οὐδὲν τῆς παλαιᾶς περιλειφθῇ ζύμης.

 

99. Καὶ γὰρ τῷ παλαιῷ μὲν ἀπὸ τῆς γῆς συνέστη τὸ σῶμα, «ὁ δὲ νέος ἐκ Θεοῦ, φησίν, ἐγεννήθη»· καὶ τῆς ζωῆς δὲ ἑκατέρας ἡ τράπεζα μαρτύριον ἑκατέρα· τὴν μὲν γὰρ ἀνῆκεν ἡ γῆ, τὸν δὲ καινὸν ἄνθρωπον ὁ ἐπουράνιος ἀπὸ τῶν οἰκείων τρέφει σαρκῶν· διὰ ταῦτα καὶ ἀναλύοντες ὁ μὲν εἰς τὴν γῆν ἐπανῆλθεν, ἐξ ἧς προῆλθεν, ὁ δὲ εἰς τὸν Χριστὸν ἐχώρησεν, ὅθεν ἐλήφθη.

 

100. Καὶ τῇ τοῦ προενεγκόντος ἀρχῇ κατάλληλον ἑκάτερος ποιεῖται τὴν τελευτήν· «Οἷος γάρ, φησίν, ὁ χοικός, τοιοῦτοι καὶ οἱ χοϊκαί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι». Καὶ οὐ τῆς ψυχῆς ἕνεκα μόνον, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ. Καὶ αὐτὸ γὰρ ἐπουράνιον, καθάπερ τὸ συναμφότερον ἐκεῖ χοϊκόν· ἥ τε γὰρ ψυχὴ τὰς χεῖρας οἰκεῖ τοῦ ἐπουρανίου, τό τε σῶμα, μέλος ἐκείνου· καὶ ψυχῆς μὲν οὐ μετέχει, τοῦ δὲ ζῶντος Πνεύματος γέμει· καὶ ζῇ μετὰ τελευτήν, τῆς προτέρας ζωῆς οὐδ’ ὅσον εἰπεῖν καλλίω, ἐπεὶ οὐδὲ ἀπέθανεν ἀληθῶς τὴν ἀρχήν· «Ἔδοξαν γάρ, φησὶ Σολομών, τεθνάναι», καὶ οὐ τοῖς εὖ φρονοῦσιν, ἀλλ’ «ἐν ἀφρόνων ὀφθαλμοῖς». Καθάπερ γὰρ «ὁ Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει», οὕτω τὰ Χριστοῦ μέλη «θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα»· πῶς γὰρ ἂν καὶ γεύσαιτο θανάτου τῆς ζώσης ἀεὶ καρδίας ἐξηρτημένα;

 

101. Εἰ δὲ κόνις τὸ ὁρώμενον καὶ πλέον οὐδέν, οὐ χρὴ θαυμάζειν. Ὁ μὲν γὰρ πλοῦτος ἔνδον· «Ἡ ζωὴ γάρ, φησίν, ἡμῶν κέκρυπται»· ὁ δὲ θησαυρὸς ὀστράκινον σκεῦος· «Ἔχομεν γὰρ τὸν πλοῦτον τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», Παῦλος εἶπεν. Ὅθεν οἷς τὰ θύραζε φαίνεται μόνον, ὁ πηλὸς ἂν ὁρῷτο μόνος.

 

102. Τοῦ Χριστοῦ δὲ διαδειχθέντος, καὶ ἡ κόνις αὕτη τὸ οἰκεῖον ἐπιδείξεται κάλλος, ὅτε τῆς ἀστραπῆς ἐκείνης μέλος οὖσα φανεῖται, καὶ προσαρμόσει τῷ ἡλίῳ καὶ τὴν ἀκτῖνα κοινὴν ἀφήσει. «Λάμψουσι γάρ, φησίν, οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν»· βασιλείαν τοῦ Πατρὸς τὴν ἀκτῖνα καλῶν ἐκείνην, καθ’ ἣν ὤφθη μὲν αὐτὸς λάμπων τοῖς ἀποστόλοις, «τὴν βασιλείαν τοῦ Θεοῦ», καθάπερ αὐτός φησι, «ἐληλυθυῖαν ἐν δυνάμει» θεασαμένοις. Λάμψουσι δὲ καὶ οἱ δίκαιοι ἐπὶ τῆς ἡμέρας ἐκείνης μίαν λαμπρότητα καὶ δόξαν, τῶν μὲν τῷ δέχεσθαι, τοῦ δὲ τῷ διδόναι φαιδρυνομένων. Ὁ γὰρ ἄρτος οὗτος, τὸ σῶμα τοῦτο ὅπερ ἐνθένδεν ἀπὸ τῆς τραπέζης ταύτης, ἐκεῖ κομίζοντες ἥξουσι, τοῦτό ἐστιν ὅπερ ἐπὶ τῶν νεφελῶν τότε φανεῖται πᾶσιν ὀφθαλμοῖς, καὶ δείξει τὴν ὥραν ἀνατολῇ καὶ δύσει δίκην ἀστραπῆς ἐν μιᾷ χρόνου ῥοπῇ.

 

103. Μετὰ ταύτης ζῶσιν οἱ μακάριοι τῆς ἀκτῖνος καὶ τελευτώντων τὸ φῶς οὐκ ἀποχωρεῖ. «Φῶς γὰρ δικαίοις διαπαντός», καὶ πρὸς τὴν ζωὴν ἐκείνην τούτῳ λάμποντες ἀφικοῦνται, ᾧ τὸν ἀεὶ συνῆσαν χρόνον, ἐπ’ ἐκεῖνο τηνικαῦτα τρέχοντες. Ὁ γὰρ ἑκάστῳ συμβήσεται τότε τῶν ἀναβιωσκομένων, ὀστᾶ καὶ μέρη καὶ μέλη τῇ κεφαλῇ συνιόντα τὴν ὁλότητα τῷ σώματι διασώζειν, τοῦτο καὶ τῷ Σωτῆρι Χριστῷ, τῇ πάντων κοινῇ κεφαλῇ.

 

104. Καὶ γὰρ ἐπὶ τῶν νεφελῶν ἀστράψασα μόνον, τὰ οἰκεῖα πανταχόθεν ἀπολήψεται μέλη, Θεὸς ἐν μέσῳ θεῶν, ὡραῖος ὡραίου κορυφαῖος χοροῦ· καὶ καθάπερ τὰ μετέωρα βάρη, τῶν δεσμῶν τῶν ἐπεχόντων ῥαγέντων, ἐπὶ τὴν γῆν χωρεῖ καὶ τὸν μέσον εὐθὺς ἐζήτησε τόπον· ὡς δὲ καὶ τὰ σώματα τοῖς ἁγίοις προσήλωται μὲν τῇ γῇ, τῇ φθορᾷ δεθέντα καὶ τυραννούμενα μένει, καὶ διὰ τοῦτο «στενάζομεν, φησί, ἐν τῷ σκήνει», φανείσης δὲ τῆς ἐλευθερίας, ἀκρατήτῳ φορᾷ πρὸς τὸν Χριστὸν ἵεται, τὸν οἰκεῖον κομιζόμενα τόπον. Ὅθεν ὁ Παῦλος ἄσχετον δεικνὺς εἶναι τὸν δρόμον ἐκεῖνον, ἁρπαγὴν τὸ πρᾶγμα καλεῖ· «Ἁρπαγησόμεθα γάρ, φησίν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα»· καὶ ὁ Σωτὴρ παραλαμβάνεσθαί φησιν αὐτούς· «Τότε γάρ, φησί, δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται», ἐκεῖνο σημαίνων, ὡς οὐδὲν ἀνθρώπινον οὐδὲ παρ’ αὐτῶν, ὥστε καὶ σχολῇ τινα χώραν εἶναι, ἀλλ’ αὐτὸς ἑλκύσει, αὐτὸς ἁρπάσει, ὃν οὐκ ἕνι χρόνῳ δουλεύειν.

 

105. Καθάπερ γὰρ ἐξ ἀρχῆς οὐκ ἀνέμεινε ζητηθῆναι παρ’ αὐτῶν, ἀλλ’ αὐτὸς ἐζήτησε πλανωμένους, καὶ τὴν ὁδὸν ὑποδείξας, ἔπειτα βαδίζειν μὴ δυναμένους, ἀνελόμενος ἐπὶ τῶν ὤμων ἐκόμισε, καὶ πίπτοντας ἀνεκαλεῖτο, καὶ ῥαθυμοῦντας ἐπηνωρθοῦτο, καὶ ἀποχωροῦντας παρεκάλει, καὶ ὅλως περὶ τῆς σωτηρίας αὐτοῖς διετέλεσεν ἐνοχλῶν· οὕτω καὶ τότε τὸν τελευταῖον πρὸς αὐτὸν τρέχοντας δρόμον, αὐτὸς ἀναστήσει καὶ πετομένοις αὐτὸς ἐργάσεται τὸ πτερόν. Διὰ τοῦτο καὶ ἀετοὺς αὐτοὺς ἀπεκάλει συνιόντας ἐπὶ τὸ πτῶμα· «Ὅπου γάρ, φησί, τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί».

 

106. Καὶ γὰρ ἀπὸ τραπέζης ἐπὶ τράπεζαν ἥξουσι, τῆς ἔτι καλυπτομένης ἐπὶ τὴν ἤδη φανερουμένην, ἀπὸ τοῦ ἄρτου ἐπὶ τὸ πτῶμα. Νῦν μὲν γὰρ ἄρτος ἐστὶν αὐτοῖς ὁ Χριστός, τὴν ἀνθρωπεῖαν ἔτι ζῶσι ζωήν· καὶ πάσχα, διαβαίνουσι γὰρ ἐνθένδεν ἐπὶ τὴν ἐν οὐρανῷ πόλιν. Ὅτε δὲ «ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί», ὁ θαυμαστός φησιν Ἠσαίας, τότε δὲ ἐπ’ αὐτοῦ τοῦ πτώματος καθεδοῦνται καθαροῦ παραπετασμάτων.

 

107. Ὃ καὶ δηλῶν ὁ μακάριός φησιν Ἰωάννης· «Ὀψόμεθα αὐτὸν καθώς ἐστιν». Οὔτε γὰρ ἄρτος ἐστὶν αὐτοῖς ὁ Χριστός, τῆς ἐν σαρκὶ ζωῆς πεπαυμένης, οὔτε πάσχα μένουσιν ἤδη. Τοῦ πτώματος δὲ πολλὰ φέρει· καὶ γὰρ μετὰ τῶν στιγμάτων αἱ χεῖρες καὶ τὰ ἴχνη τῶν ἥλων οἱ πόδες ἔχουσι, καὶ τὸν τύπον ἔτι φέρει τοῦ δόρατος ἡ πλευρά.

 

108. Τοῦτο τὸ δεῖπνον ἐπ’ ἐκεῖνο φέρει τὸ πτῶμα, τούτου χωρὶς ἀμήχανον ἐκεῖνο λαβεῖν, οὐχ ἧττον ἢ τὸν ἐκκοπέντα τοὺς ὀφθαλμοὺς τοῦ φωτὸς εἰς πεῖραν ἐλθεῖν. Εἰ γὰρ «οὐκ ἔχουσι ζωὴν ἐν ἑαυτοῖς» οἱ τοῦτο μὴ δειπνοῦντες τὸ δεῖπνον, νεκρῶν μελῶν ἀθάνατος πῶς ἂν γένοιτο κεφαλή;

 

109. Μία μὲν γὰρ ἡ τῆς τραπέζης δύναμις, εἷς δὲ ὁ ἑστιῶν ἐν ἑκατέρῳ τῶν κόσμων· καὶ τοῦτο μέν ἐστιν ὁ νυμφών, τοῦτο δὲ ἡ πρὸς τὸν νυμφῶνα παρασκευή, τοῦτο δὲ αὐτὸς ὁ νυμφίος. Ὅθεν τοῖς μὴ μετὰ τούτων ἀπεληλυθόσι τῶν δώρων πρὸς τὴν ζωήν, ἔσται πλέον οὐδέν. Οἷς δὲ ὑπῆρξε καὶ λαβεῖν τὴν χάριν καὶ σῶσαι, καὶ «εἰς τὴν χαρὰν εἰσῆλθον τοῦ Κυρίου αὐτῶν» καὶ τῷ νυμφίῳ συνεισῆλθον εἰς τὸν νυμφῶνα καὶ τῆς ἄλλης ἀπήλαυσαν τῆς ἐν τῷ δείπνῳ τρυφῆς, οὐ τηνικαῦτα τυχόντες, ἀλλ’ ὃ κομίζοντες ἦλθον, τούτου διαδειχθέντος καθαρώτερον αἰσθανόμενοι. Καὶ οὗτος ὁ λόγος, καθ’ ὃν «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου