Ἡ τοῦ Θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια ἐν ψυχῇ γιγνομένη μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας νοὸς μυστικῆς κατεργάζεται καὶ μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου. Καὶ τότε τὸ ἔργον τῆς χάριτος τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὰς δοκιμασίας εὐαρέστου τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης. Ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν, οἷον ὡς ἐπὶ τοῦ Ἰωσήφ.
Ἐν πόσοις καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ Θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ τὰ ὁράματα ἐπληρώθη, καὶ ἐν πόσοις πρότερον πόνοις καὶ θλίψεσι καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ Θεῷ εὑρεθεὶς δοῦλος. Τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετελέσθη καὶ τὸ βούλημα τοῦ Θεοῦ, διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πρόρρησιν εἰληφός. Ὁμοίως περὶ τοῦ ∆αβίδ. Ὁ Θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου· καὶ ὅτε ἐχρίσθη, τότε ἔφυγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι. Καὶ ποῦ ἡ χρῖσις τοῦ Θεοῦ καὶ ποῦ ἡ ἐπαγγελία, ὡς πρὸς τὸ τάχος; Μετὰ γὰρ τὸ χρισθῆναι τότε δεινῶς ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος καὶ ὑστερούμενος ἕως ἄρτου καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαοὺλ πρὸς αὐτὸν ἐπιβουλὴν γιγνομένην. Ὃν ὁ Θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιείχετο θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ πεπιστευκὼς τῷ Θεῷ καὶ ἑαυτὸν πληροφορήσας ὅτι ὃ ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ καὶ ὃ εἶπεν ὁ Θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ. Καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ Θεοῦ βούλημα, καὶ ἐβασίλευσεν ὁ ∆αβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου γεγενημένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.
Ὁμοίως καὶ περὶ Μωϋσέως. Ὁ Θεὸς τοῦτον προγνοὺς καὶ προορίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι θυγατρὸς Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ εἰς δόξαν καὶ τρυφὴν ηὐξήθη πάσῃ σοφίᾳ παιδευθεὶς Αἰγυπτίων, καὶ ἀνδρωθεὶς καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ Χριστοῦ «μᾶλλον ἑλόμενος» κατὰ τὸν ἀποστολικὸν λόγον «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν»· καὶ φυγὰς Αἰγύπτου γεγονὼς πόσον χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ βασιλέως υἱὸς καὶ εἰς τοσαύτην ἀπόλαυσιν καὶ τρυφὴν βασιλικὴν ἀνατραφείς. Καὶ οὕτως ὕστερον δόκιμος τῷ Θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας εὑρεθείς, οἷα πολλοὺς πειρασμοὺς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, καὶ Θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ Θεοῦ προσηγορεύθη· δι' αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ Θεὸς δι' αὐτοῦ εἰς Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν. Ἰδοὺ τὸ τοῦ Θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσας δοκιμασίας καὶ θλίψεις ἐτελέσθη.
Ὁμοίως καὶ ἐπὶ τοῦ Ἀβραάμ. Πρὸ πόσων χρόνων ἐπηγγείλατο ὁ Θεὸς χαρίσασθαι Υἱὸν καὶ οὐ παραυτὰ δέδωκεν, ἀλλὰ μεταξὺ πόσοις ἔτεσι δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. Αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτως πιστὸς εὑρεθεὶς ἐπέτυχε τῆς ἐπαγγελίας. Ὡσαύτως καὶ Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ τὴν κιβωτὸν κατασκευάζειν ἐπαγγειλαμένου κατακλυσμὸν ἐπαγαγεῖν τῇ οἰκουμένῃ καὶ ἑξακοσιοστῷ ἔτει ἐπαγαγόντος, ἑκατὸν ἔτη ἐμακροθύμησεν ἐν μηδενὶ διστάσας, ἆρα ποιεῖ ἅπερ εἶπεν ὁ Θεὸς ἢ μὴ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς ὅτι ἅπερ ἐλάλησεν ὁ Θεός, ἀναμφιβόλως γενέσθαι δεῖ. Καὶ οὕτως δόκιμος τῇ προαιρέσει ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθεὶς διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας.
Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀποδεῖξαι, ὅτι ἡ τοῦ Θεοῦ τῆς χάριτος ἐν ἀνθρώπῳ γινομένη ἐνέργεια καὶ τὸ χάρισμα τοῦ Πνεύματος τοῦ Άγίου, ὅπερ πιστὴ ψυχὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς πολλῆς καὶ μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίγνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. Καὶ ἐπὰν ἐν μηδενὶ τὸ πνεῦμα λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς ἐκ τῶν παθῶν ἐλευθερίας τυχεῖν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ Πνεύματος πλήρωσιν λαμβάνει καὶ τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας καὶ τοῦ πνευματικοῦ πλούτου καὶ τῆς συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου, ἧς οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται. Διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, συνετῶν, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν. Ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους ἀνακρίνει κατὰ τὸ γεγραμμένον, γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις μέτροις ἐστίν. Αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γιγνώσκει τὸν ὅμοιον, ὥς φησιν ὁ Ἀπόστολος· πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Ὁ τοιοῦτος πάντα τὰ τοῦ κόσμου πράγματα ἔνδοξα, πλοῦτον καὶ τρυφὴν καὶ πᾶσαν ἀπόλαυσιν αὐτήν τε τὴν γνῶσιν καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται καὶ μισητά. Ὥσπερ γὰρ ὁ φλεγόμενος καὶ κατεχόμενος πυρετῷ, ὅπερ ἂν προσενέγκῃς αὐτῷ βρῶμα ἢ πόμα ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλει διὰ τὸ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ' αὐτοῦ σφοδρῶς ἐνεργεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ Πνεύματος ἱερῷ καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ψυχὴν τρωθέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ Κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν καὶ θέλει ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν οὐράνιον τοῦ Χριστοῦ πόθον, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ μισητὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς τὸν Θεὸν διαθέσει καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τῆς ἀγάπης· ἐξ ἧς ἀγάπης οὐδὲν τῶν ἐπουρανίων ἢ ἐπιγείων ἢ καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ Ἀπόστολος ἐμαρτύρησε Παῦλος ὅτι τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
Καὶ τὰ ἑξῆς. Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ Πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα καὶ ἡ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς καὶ τῷ ἐπουρανίῳ τοῦ Πνεύματος κόσμῳ καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος καὶ πάντα ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης ἢ προσπαθείας γονέων ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίαις σαρκικαῖς κόσμου ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις· ἀλλ' ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθώς φησιν ὁ Κύριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν, καὶ πάλιν· «ζητεῖτε τὴν βασιλείαν καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Γένοιτο δέ, ἵνα οὕτως τις ἀγωνιζόμενος καὶ πάντοτε προσέχων ἑαυτῷ, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε κατὰ Θεὸν γιγνομένῳ, τὸ σκότος τῶν πονηρῶν δυνάμεων ἀποφυγεῖν δυνηθῇ.
Ὁ γὰρ νοῦς τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς Κύριον ζητήσεως ἐκτὸς μὴ γινόμενος τὴν ἑαυτοῦ ψυχὴν κτήσασθαι δύναται οὖσαν ἐν ἀπωλείᾳ παθῶν, τῷ πρὸς Κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ αἰχμαλωτίζειν ἑαυτὸν καὶ αὐτῷ μόνῳ προσκολλᾶσθαι, καθὼς εἴρηται· αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως ὁ νοῦς καταξιωθῇ γενέσθαι μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα, τῆς δωρεᾶς καὶ χάριτος τοῦ Χριστοῦ ἀναπαυσαμένης ἐν τῷ ἀγγείῳ τῆς ψυχῆς, εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης αὐτῆς καὶ μὴ ἐνυβριζούσης τὸ τοῦ Κυρίου πνεῦμα ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ τῶν πονηρῶν ἀνθρώπων συνδυασμοῖς καὶ κοινωνίαις.
Ἀγαπητὸν γὰρ εἰ ὅλη ἐξ ὅλου ἑαυτὴν τῷ Κυρίῳ ἀναθεῖσα καὶ αὐτῷ μόνῳ προσκολλωμένη καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀνεπιλήστως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν καὶ ἐπισκιάσαν τοῦ Χριστοῦ πνεῦμα ἀξίως τιμήσασα καταξιωθῇ μετ' αὐτοῦ εἰς ἓν πνεῦμα καὶ μίαν κρᾶσιν γενέσθαι, καθώς φησιν ὁ Ἀπόστολος· «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν»· ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξαν ἢ ἀρχήν, ἢ τιμῶν ἀνθρωπίνων ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν γηΐνοις λογισμοῖς ἡ ψυχὴ ἀναφύρηται καὶ συγχέηται ἢ ἔν τινι τοῦ αἰῶνος τούτου δέδεται καὶ κεκράτηται, καὶ ποθῇ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τὸ σκότος τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.
Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι πρὸς Κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γίνεσθαι, εἰς τὸ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι πασῶν τῶν ἐντολῶν Αὐτοῦ τοῦ ποιῆσαι αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες Αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσωμεν καὶ τὴν ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν αὐτοῦ μόνου ἐν νῷ ἔχωμεν. Εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀσχολίαν ἐντολῶν καὶ διὰ Θεὸν ὑπακοὴν ὀλίγον ἀσχοληθῶμεν, ὁ νοῦς τῆς πρὸς Κύριον ἀγάπης καὶ ζητήσεως καὶ πόθου μὴ χωριζέσθω, ὅπως τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύοντες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς ἐπαγγελίας τοῦ πνεύματος Αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ' ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου