Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθῇ ἐκεῖθεν καὶ εὑρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐὰν ᾖ τις ὡραία κόρη καὶ σοφωτέρα καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρόν, ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ ἐπιθῇ αὐτῷ διάδημα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· ἐμοὶ τῷ ταλαιπώρῳ καὶ πτωχῷ καὶ μετρίῳ καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη; Οὕτως καὶ ὁ Θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. Ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀγάπη ἐστίν, ἐδέξατο τὸ οὐράνιον καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπάη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος.
Ἐρώτησις: Εἰ σύνεστιν ὁ σατανᾶς τῷ Θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν τοῖς ἀνθρώποις;
Ἀπόκρισις: Ὁ ἥλιος οὗτος, κτίσμα ὢν καὶ καταλάμπων εἰς τόπους
βορβορώδεις, τί βλάπτεται; Πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε
ῥυποῦται οὔτε μιαίνεται· ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῶν
ἀνθρώπων. Πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ Θεοῦ.
Εἰ δὲ λέγει τις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν Θεόν, ποιεῖ
αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ πονηρός.
Πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερίγραπτον εἶναι καὶ ἀκατάληπτον καὶ τὰ πάντα
ἐν αὐτῷ εἶναι καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ; Μὴ γάρ, ἐπειδὴ
ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ Θεῷ εἰσι καὶ δι' αὐτοῦ
συνέστηκε, μὴ καὶ αὐτὰ Θεὸς ἐγένετο; Τὰ δημιουργήματα εἰς τὴν ἰδίαν
τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι Θεός ἐστιν.
Ἐρώτησις: Ἐπειδὴ ἡ ἁμαρτία «μεταμορφοῦται εἰς
ἄγγελον φωτός» καὶ παρομοία τῆς χάριτός ἐστι, πῶς ἵνα νοήσῃ ἄνθρωπος τὰς
μεθοδείας τοῦ διαβόλου, καὶ πῶς δέξεται καὶ διακρινεῖ τὰ τῆς χάριτος;
Ἀπόκρισις: Τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην ἔχει,
ἀλήθειαν ἔχει· αὐτὴ ἡ ἀλήθεια ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν.
Τὰ δὲ τῆς ἁμαρτίας εἴδη ἐστὶ τεταραγμένα, οὐκ ἔχει ἀγάπην καὶ χαρὰν
πρὸς τὸν Θεόν. Ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακος (τὸ μὲν
ἓν γλυκύ, τὸ δὲ ἓν πικρόν, εἰ καὶ παρόμοια), καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί
ἐστιν ὅμοια ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας. Οἷόν ἐστιν
αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος· ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς
τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ. Ἔστι λύχνος ἅπτων εἰς οἶκον· ἄλλη ἐστὶν ἡ
αὐγὴ ἡ πανταχοῦ λάμπουσα καὶ ἄλλο ἐστὶ τὸ φῶς τὸ ἐν αὐτῷ τῷ λύχνῳ
λαμπρότερον καὶ φαιδρότερον. Οὕτως ἐστί τινα τῆς χάριτος, ὅτι μακρόθεν
αὐτοῦ ὡς ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρεται εἰς αὐτὰς τὰς
ὁράσεις· καὶ ἔστιν ἄλλος, ὅτι εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ Θεοῦ
καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν εἰς
ἀγάπην Θεοῦ. Ὅτε τὸν Πέτρον ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν
ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ ἔρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν
αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι.
Ἐρώτησις: Καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος Θεοῦ;
Ἀπόκρισις: Αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει ὀλισθαίνουσι
καὶ πίπτουσιν. Ἄρχεται γὰρ ἐπαίρεσθαι, κατακρίνειν, λέγειν· σὺ
ἁμαρτωλὸς εἶ, ἔχειν ἑαυτὸν δίκαιον. Οὐκ οἶδας τί λέγει Παῦλος· ἐδόθη μοι
σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι;
Ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ὑπεραίρεσθαι.
Ἐρώτησις: Εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν
ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι διὰ
γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν;
Ἀπόκρισις: Ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός. Καὶ
οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν.
Ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὡς ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τὸν
τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδεν ἐν ἑαυτῷ τινα πληροφορίαν ὁράσεων.
Πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις· ὅτι πράγματα μεγάλα καὶ μυστήρια Θεοῦ
ἀποκαλύπτεται τῇ ψυχῇ.
Ἐρώτησις: Εἰ βλέπει τις δι' ἀποκαλύψεως καὶ φωτὸς θεϊκοῦ τὴν ψυχήν;
Ἀπόκρισις: Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ
φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι ὁρῶσι
Χριστιανοί.
Ἐρώτησις: Εἰ ἔχει μορφὴν ἡ ψυχή;
Ἀπόκρισις: Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ.
Ὥσπερ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφὴν καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος
ἔχει εἰκόνα, οὕτως καὶ ὁ ἔσω εἰκόνα ἔχει ὁμοίαν τῷ ἀγγέλῳ καὶ τῷ ἔξω
ἀνθρώπῳ μορφήν.
Ἐρώτησις: Εἰ ἄλλος ἐστὶν ὁ νοῦς καὶ ἄλλο ἡ ψυχή;
Ἀπόκρισις: Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτως καὶ μέλη ψυχῆς εἰσι πολλά, νοῦς, συνείδησις, θέλημα, λογισμοὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, ἀλλὰ ταῦτα πάντα εἰς ἕνα λογισμόν εἰσιν ἀποδεδεμένα· μέλη δέ ἐστι ψυχῆς, μία δέ ἐστι ψυχὴ ὁ ἔσω ἄνθρωπος. Ὥσπερ
δὲ οἱ ἔξωθεν ὀφθαλμοὶ προβλέπουσι μακρόθεν τὰς ἀκάνθας καὶ τοὺς
κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει, γοργότερος ὤν, τῆς
ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται
τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. Δόξαν ἀναπέμψωμεν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου