Κυριακή 7 Απριλίου 2019

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας Α Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.



1. (1096.) Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες, καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες. Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος.

Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, ἤγουν ψυχὴν, ἐκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα. Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀποτρέχοντα, καὶ καθ᾿ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα (1097.) μὴ τούτῳ χώραν τῷ κυνὶ διὰ τοῦ ἡμετέρου δῶμεν λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμις ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βασιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διαλέγεσθαι. Ἐκεῖνο δὲ μόνον λέγομεν, ὅτι τοῖς εὐτόνως πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλάκησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπῳ, εἰ δοκεῖ, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς ἀγύμναστον τὸν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες.

2. Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δὲ ψυχῆς, λογισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια.

3. Ἡσυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμὸς, ἐν θύρᾳ καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ἢ κτείνων, ἢ ἀποσειόμενος. Ὁ ἐν αἰσθήσει καρδίας ἡσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ὢν, τούτου ἄγευστος καὶ ἄγνωστος πέλει. Ἡσυχαστὴς γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται.

4. Ἀρχὴ μὲν ἡσυχίας τὸ ἀποσείεσθαι κτύπους, ὡς τὸν βυθὸν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους· ἀλλ᾿ ἀναισθητεῖν ἐν τούτοις.

5. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ἤπιος, ἀγάπης ὅλος οἶκος·

6. δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμὸν πέφυκεν εἶναι.

7. Τὸ δὲ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον·

8. τηρεῖ μὲν μῦν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητόν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μὴ, οὔπω ἡσυχίαν ἐγνώρισας.

9. Οὐχ οὕτως μοναχὸς [ἡσυχαστὴς], ὡς μοναχὸς μοναχῷ. Ὁ μοναχὸς νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοὸς δέεται· τῷ μὲν προτέρῳ πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν ἄγγελος·

10. νοερὰς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχωροῦσιν ἐν ψυχικῷ ἡσυχαστῇ.

11. Τὸ δὲ ἐναντίον σιωπήσω σοι· δογμάτων βυθὸς βαθὺς, νοῦς δὲ ἡσυχαστοῦ ἅλλεται οὐκ ἀκινδύνως ἐν αὐτοῖς· οὐκ ἀσφαλὲς μετ᾿ ἐσθῆτος νήχεσθαι· οὐδὲ πάθος ἔχοντα θεολογίας ἅπτεσθαι.

12. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμὸς σώματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως.

13. Ὁ ψυχικὸν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχίᾳ]ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δοκοῦντι·

14. ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἡ ἡσυχία συντρέχεται [al. συνέρχεται], εἴπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικῆς ἰσχύος δέεται· ἐμοὶ λόγος περὶ ὄντως ἡσυχαστῶν σώματι καὶ πνεύματι.

15. Ἡσυχαστὴς ἀποῤῥᾳθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπους αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προτρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται δαίμονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος.

16. Εἶδον ἡσυχαστὰς, καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεὸν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἀπληρώτως (1100.) πληρώσαντας· καὶ πῦρ πυρὶ, καὶ ἔρωτι ἔρωτα, καὶ πόθῳ πόθον γεννήσαντας.

17. Ἡσυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθερώσας.

18. Ἡσυχαστής ἐστιν ὁ βοήσας ἐναργῶς· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.

19. Κλεῖε μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι.

20. Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν· ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι.

21. Μὴ φοβοῦ κτύπων ἀθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται.

22. Ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ἐνωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οὖς τοῦ βασιλέως. Ὧν τὸ στόμα εὔχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Ὅσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λεγόμενον.

23. Καθεζόμενος ἐφ᾿ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν· καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τοὺς βότρυας ἔχονται.

24. Ἀποκαμὼν ὁ σκοπὸς, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας ἐργασίας ἀνδρείως ἔχεται.

25. Ἠβούλετό τις ἐν πείρᾳ περὶ τούτων γεγονὼς λεπτῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥᾳθυμίαν ἐμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσοβήσῃ.

26. Ὁ περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξηγούμενος, διήγειρε καθ᾿ ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύναται.

27. Ὁ ἡσυχίαν καταλαβὼν ἔγνω βυθὸν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρημένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ἡρπάγη, οὐκ ἂν ἄῤῥητα ῥήματα ἀκοῦσαι ἠδύνατο.

28. Τῆς ἡσυχίας τὸ οὖς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διὸ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ.

29. Ἡσυχαστής ἐστιν ὁ οὕτως φεύγων ἀμίσως, ὡς ἕτερος προστρέχων ῥᾳθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λαβεῖν μὴ βουλόμενος.

30. Ἀπελθὼν σκόρπισόν σου συντόμως· τὸ γὰρ, Πώλησόν σου, χρόνου, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα δι᾿ εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἆρον τὸν σταυρόν (1101.) σου, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων· καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπομένων· καὶ δεῦρο λοιπόν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ἡσυχίας, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολιτείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητὴν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εἰσεληλυθὼς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄϋλοι, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋλοι· οὐκ αἰσθήσονται οἱ πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσουσιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμίᾳ αἰσθητῆς ὄψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκόπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν ἐκείνοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ᾿ ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρως· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν [al. φθάσουσι]· οὐδὲ κοπάσονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών.
    ΜΕΤΑΦΡΑΣΗ
ΜΕΡΟΣ ΠΡΩΤΟΝ
(Διὰ τὴν ἱερὰν «ἡσυχίαν», τὴν σωματικὴν καὶ τὴν ψυχικήν)

ΕΜΕΙΣ ΕΙΜΕΘΑ σὰν δοῦλοι ποὺ μᾶς ἀγόρασαν τὰ ἀνόσια πάθη καὶ μᾶς ὑπέταξαν. Γι᾿ αὐτὸν τὸν λόγο γνωρίζομε κάπως τοὺς δόλους καὶ τὰ τεχνάσματα καὶ τὰ προστάγματα καὶ τὶς πανουργίες τῶν πονηρῶν πνευμάτων ποὺ ἐκυριάρχησαν στὴν ἀθλία ψυχή μας. Ὑπάρχουν ὅμως ἄλλοι ποὺ ἐγνώρισαν τὰ τεχνάσματα τῶν πονηρῶν πνευμάτων ἀπὸ τὴν φωτιστικὴ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος καὶ ἀπὸ τὴν ἐλευθερία ποὺ ἔχουν ἀπέναντί τους. Διαφορετικὸ πράγμα εἶναι νὰ φαντάζεται κάποιος ποὺ ὑποφέρει ἀπὸ ἀσθένεια, ἀπὸ τὴν ἰδική του κατάστασι τὴν εὐχάριστη κατάτασι τῆς ὑγείας, καὶ διαφορετικὸ νὰ ἀντιλαμβάνεται καὶ νὰ συμπεραίνη κάποιος ποὺ χαίρει ἄκρας ὑγείας, ἀπὸ τὴν ἰδική του κατάστασι τὴν δυσάρεστη κατάστασι τῆς ἀσθενείας.

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ Περὶ ἡσυχίας Β (1105.) Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν.



31. Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον, μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθόν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται·

32. κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσάν μοι, ὡς οὐ σοφὸς ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέκηκα· ἕκαστος δὲ λοιπὸν βλεπέτω ἐν ποίᾳ βαθμίδι ἕστηκεν, ἐξ ἰδιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι᾿ ἀσθένειαν γλώσσης· δι᾿ ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαῖοι γένωνται, ἵνα πῦρ πυρὶ προσλάβωνται. Ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Αἱ μὲν ἑπτὰ τῆς ἑβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεκταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντικὴ ὑπάρχει.

33. Ἐπιτήρει, ὦ μοναχὲ, μεμονωμένε θηρίων ὥρας· εἰ δὲ μὴ, οὐ δυνήσῃ ἁρμοζούσας τὰς παγίδας ἱστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάσιον λαβοῦσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω.

34. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταις οἱ φωστῆρες, ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ὁ νοῶν νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι, μᾶλλον δὲ οὐ βούλομαι.

35. Οἱ μὲν τὰ πάθη μειοῦντες, οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτεροῦντες [τῇ προσευχῇ προσκαρτεροῦντες]· οἱ δὲ τῇ θεωρίᾳ ἀτενίζοντες [al. deest ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω.

36. Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν ῥᾳθυμίας εὐπορήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥᾳθυμίαν διὰ τῆς ἑτέρων (1108.) συνδιαγωγῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε.

37. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινὰς, καὶ ζέοντας εἰργάσατο.

38. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός·τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα·

39. νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι.

40. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι.

41. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται. Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα.

42. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ (1109.) προσέχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων.

43. Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε· τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσπαλαίουσιν.

44. Ὁ ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις·

45. ῥᾳθυμήσαντί μοί ποτε ἐν τῇ κέλλῃ καθεζομένῳ, καὶ ταύτην σχεδὸν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυμίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων.

46. Ὅρα καθ᾿ ὥραν τοῦ σοῦ συζύγου τοὺς ῥιπισμοὺς, καὶ παραριπισμοὺς, καὶ ῥοπὰς, καὶ τροπὰς, τὸ πῶς καὶ ποῦ τὴν ῥοπὴν κέκτηνται. Ὁ διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα.

47. Ἔργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλόγων. Ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσεῖται. Δεύτερον προσευχὴ ἄοκνος· καὶ τρίτον ἐργασία καρδίας ἄσυλος. Ἀδύνατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν.

48. Μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ᾿ οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; Ἀδύνατον, ἔφη, ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. Πρὸς ὃ δέ με ὁ πόθος εἷλκε, προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων, οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν, δι᾿ ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα· εἴτε τούτου χωρὶς, λέγειν εἰς ἅπαν οὐκ ἔχω.

49. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον.

50. Ἔγνων τὸν ἀκηδίας δαίμονα προποιοῦντα καὶ προοδοποιοῦντα τὸν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τοὺς μολυσμοὺς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυρῶς, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπὸς πόλεμος ἐνδείξασθαι δύναται.

51. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε· τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοι ὄρνις πέτανται. Καὶ τότε λοιπόν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν.

52. Μικρὰ θρὶξ ταράσσει ὀφθαλμόν, καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν. (1112.) Ἡσυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων.

53. Ὁ ὄντως ἡσυχίαν κατειληφὼς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος.

54. Ὁ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσαι δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι.

55. Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς ἄκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι·

56. ὁ οὔπω Θεὸν γνοὺς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλοὺς κινδύνους ὑφιστάμενος. Ἡσυχία ἀπείρους ἀποπνίγει· ἄγευστοι γὰρ γλυκύτητος Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπὰς, καὶ ἀκηδίας, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες.

57. Ὁ προσευχῆς κάλλος ἁψάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὔτη, εἴασεν ὄνον ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων;

58. Ὁ τὰ πάθη περικείμενος, καὶ τῇ τούτων ἀδολεσχίᾳ ἐν ἐρήμῳ διατρίβει, ὡς καὶ γέρων μοι ἅγιος τὸ τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λέγω τὸν Ἀρσιλαΐτην, ὃν καὶ ἡ σὴ τιμιότης οὐδ᾿ ὅλως ἠγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν ἔλεγε. Τῇ μὲν πρωΐᾳ, φησὶν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας ἐπιδημεῖν δαίμονας· τῇ δὲ μεσημβρίᾳ τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρᾳ τοὺς φιλοκόπρους καὶ τυράννους τῆς γαστρός·

59. κρείσσων ὑποτακτικὸς πτωχὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον.

60. Ὁ λόγῳ τὴν ἡσυχίαν μετιὼν, καὶ τὸ αὐτῆς κέρδος καθ᾿ ἡμέραν μὴ καθορῶν, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οἰήσει κλέπτεται.

61. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις·

62. ἡ Ἰησοῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.

63. Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις.

64. Ἐὰν ἐπιχαίρῃ παρουσίαις ἐν κέλλῃ, γίνωσκε σεαυτὸν ἀκηδίᾳ μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα.

65. Ὑπογραμμός σοι ἔστω προσευχῆς, ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπος ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἰσαγγέλου τούτου ἡσυχαστοῦ διαγωγῆς, καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃ.

66. Ἔγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτῶν παραβάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι᾿ ἐκείνων μικρὸν ἐμποδίσαι δυνηθῶσι. Σημείου τοὺς τοιούτους, ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν (1113.) εὐσεβῶς ῥᾳθύμους· ἴσως γὰρ ἐκ τῆς λύπης τοῦ γυρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκοποῦ χάριν εἰκῆ λυπήσῃς ψυχὴν, ὕδωρ ἐκ δίψης ἐρχομένην παρὰ σοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου σοι δέον·

67. βίος ἡσυχαζόντων, μᾶλλον δὲ μοναζόντων κατὰ συνείδησιν καὶ αἴσθησιν γινέσθω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται.

68. Ἀνοίξω, φησί τις, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω διὰ προσευχῆς τὸ θέλημά μου, κἀκεῖθεν τὴν πληροφορίαν μου ἐκδέξομαι.

69. Πίστις πτερὸν προσευχῆς· τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου ἀποστραφήσεται·

70. πίστις ἐστὶν ἀνενδοίαστος ψυχῆς στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη.

71. Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ᾿ ὁ πιστεύων πάντων τεύξεται.

72. Πίστις ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ὁ λῃστὴς ἀπέδειξε.

73. Πίστεως μήτηρ μόχθος, καὶ εὐθὴς καρδία· ἡ μὲν γὰρ ἀδίστακτον ποιεῖ· ὁ δὲ δημιουργεῖ·

74. ἡσυχαστῶν μήτηρ πίστις· εἰ μὴ γὰρ πιστεύσει, πῶς ἡσυχάσει;

75. ἐν εἱρκτῇ πεδηθεὶς, φόβον κολάζοντος δέδοικε. Ὁ δὲ ἐν κέλλῃ ἠρεμῶν φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν. Φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρὴ, ὦ θαυμάσιε· οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται.

76. Ἀτενίζει μὲν κατάκριτος διὰ παντὸς, πότε ἐν τῷ δεσμωτηρίῳ ὁ κριτὴς παραγίνεται· ὁ δὲ ὄντως ἐργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρῳ φορτίον λύπης· τῷ δὲ δευτέρῳ πηγὴ δακρύων.

77. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θᾶττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι.

78. Ὑπομονή ἐστιν ἄθραυστος πόνος ψυχῆς, ὑπ᾿ εὐλόγων, κτύπων μηδαμῶς σαλευομένη.

78. Ὑπομονητικός ἐστιν ἐργάτης ἄπτωτος, καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος.

79. Ὑπομονή ἐστιν ὁρισμὸς θλίψεως καθ᾿ ἡμέραν ἐκδεχόμενος.

Ὑπομονή ἐστι προφάσεων ἐκκοπὴ, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης δέεται. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας ὄλεθρον κομίσεται.

83. Ὑπομονητικὸς ἀνὴρ πρὸ μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος.

84. Ὑπομονὴν ἔτεκεν ἐλπὶς καὶ πένθος· ὁ γὰρ τῶν δύο χωρὶς, ἀκηδίας δοῦλος.

85. Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν, ποίους μὲν τῶν ἐχθρῶν ἐκ μακρόθεν διώκειν, ποίους (1116.) σὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στέφανον προεξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμους πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι· οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα·

86. τῶν πνευμάτων ἐπιτήρει νηφόντως, ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσει, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῇ, καὶ ὕπνῳ.

87. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἐν ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου ἐργασίας, μονοειδεῖς ὑπάρχουσι. Ἕτεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι· Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Ἐταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματατοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν.

88. Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον. Ἀκόπως, οὐ μόνον ἐγρηγορὼς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονας προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι.

89. Μὴ ἀνάμενε, μηδὲ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις.

90. Οὐδεὶς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλαν ἡσυχίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει καὶ ψηλαφίσει [al. ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν ἰδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολὴν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις·

91. σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη.

92. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρα[ς] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν·

93. οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε· λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ῥυθμίζουσιν·

94. ἔστω σοι ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία περιττὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν·

95. πόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει·

96. ἀλλοτριονόους πρὸ δυνάμεως πνευματικῆς, μὴ μετέρχου λόγους. Σκότους γὰρ ὄντα ῥήματα, τοὺς ἀδυνάτους σκοτίζουσι·

97. μία κύλιξπολλάκις γεῦσιν οἴνου ἐσήμανε· καὶ εἷς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν ἔνδον ὑπέδειξεν ἐργασίαν, καὶ κατάστασιν. Ἄρεπτον [ἀρέμβαστον] ψυχῆς ὄμμα κέκτησο πρὸς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις ὀλεθριώτερον.

99. Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν.

100. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται.

101. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ (1117.) πνεύματι· εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι.

102. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων.

103. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα.

104. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;
   
ΜΕΡΟΣ ΔΕΥΤΕΡΟΝ
(Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν)

ΣΕ ΚΑΘΕ ἐπιστήμη καὶ τέχνη, ὅπως τὸ γνωρίζουν ὅλοι, παρατηροῦνται διαφορὲς στὶς ἀπόψεις καὶ τὶς θελήσεις. Διότι δὲν μποροῦν ὅλοι νὰ κατακτήσουν τὸ τέλειο, εἴτε διότι ὑστεροῦν στὸν ζῆλο εἴτε διότι στεροῦνται δυνάμεως. Ὑπάρχουν λοιπὸν ἄνθρωποι ποὺ εἰσέρχονται σ᾿ αὐτὸν τὸν λιμένα ἢ καλύτερα τὸ πέλαγος ἢ ἴσως στὸν βυθό, ἐπειδὴ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν οἱ ταλαίπωροι νὰ τὸν συγκρατήσουν, ὅταν ζοῦν μαζὶ μὲ πλῆθος ἀνθρώπων.

Ἄλλοι ἀπὸ ἰδιορρυθμία μᾶλλον, παρὰ ἀπὸ καθοδήγησι ἄλλου, νομίζοντας ὑπερήφανα ὅτι θὰ κατορθώσουν νὰ τὸ διαπλεύσουν αὐτὸ τὸ πέλαγος. Ἄλλοι ἐπειδὴ δὲν μποροῦν νὰ ἐγκρατεύωνται ζωντας μέσα σὲ ἄφθονα ὑλικὰ ἀγαθά. Ἄλλοι γιὰ νὰ προοδεύσουν περισσότερο μὲ τὴν ἀπομονωμένη αὐτὴ ζωή. Ἄλλοι γιὰ νὰ τιμωρήσουν ἀφανῶς τὸν ἑαυτό τους γιὰ τὶς ἁμαρτίες τους. Καὶ ἄλλοι γιὰ νὰ ἀποκτήσουν δόξα. Ὑπάρχουν ὅμως καὶ μερικοὶ ἄλλοι -«εἰ ἄρα καὶ ἐλθῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς» (πρβλ. Λουκ. ιη´ 8)- οἱ ὁποῖοι συνεζεύχθησαν τὴν ὁσία αὐτή, δηλαδὴ τὴν ἡσυχία, ἀπὸ τρυφὴ καὶ ἀπὸ δίψα τῆς ἀγάπης καὶ τῆς γλυκύτητος τοῦ Θεοῦ. Καὶ δὲν τὸ ἔκαναν αὐτό, παρὰ ἀφοῦ προηγουμένως διεζεύχθησαν κάθε εἴδους ἀκηδία. Διότι ἡ σχέσις μὲ τὴν ἀκηδία στὴν ἡσυχαστικὴ ζωὴ ὑπολογίζεται ὡς πορνεία.

2. Σύμφωνά μὲ τὴν μικρὴ γνῶσι ποὺ μοῦ ἐδόθηκε, σὰν ἄσοφος ἀρχιτέκτων ἐλάξευσα κλίμακα ἀναβάσεως, καὶ καθένας ἡσυχαστὴς ἂς βλέπη σὲ ποιὰ βαθμίδα εὑρίσκεται: Ξεκίνησε ἀπὸ ἰδιορρυθμία ἢ γιὰ τὴν δόξα τῶν ἀνθρώπων ἢ γιὰ τὴν πολυλογία του ἢ γιὰ τὸν ἀσυγκράτητο θυμό του ἢ γιὰ τὴν πολλή του προσπάθεια ἢ γιὰ νὰ ἐξοφλήση τὶς ἁμαρτίες του ἢ γιὰ νὰ προοδεύσῃ περισσότερο ἢ γιὰ νὰ αὐξήση τὸ πῦρ τοῦ θείου ἔρωτος; Αὐτοὺς ποὺ ἀνέφερα τελευταίους θὰ εἶναι στὶς πρῶτες βαθμίδες, καὶ αὐτοὺς ποὺ ἀνέφερα πρώτους, στὶς τελευταῖες. Καὶ οἱ ἑπτὰ πρῶτες βαθμίδες εἶναι ἐργασίες τοῦ παρόντος αἰῶνος, ὁ ὁποῖος διακρίνεται γιὰ τὶς ἑπτὰ ἡμέρες τῆς ἑβδομάδος -ἄλλες ἐργασίες ἀπὸ αὐτὲς εἶναι δεκτὲς ἀπὸ τὸν Θεὸν καὶ ἄλλες ἀπαράδεκτες- ἐνῷ ἡ ὀγδόη βαθμίδα εἶναι φανερὸ ὅτι ὑποδηλώνει τὸν μέλλοντα αἰώνα.

3. Νὰ παρατηρῆς, ὦ μοναχὲ ὁλομόναχε, τὶς ὧρες ποὺ βγαίνουν τὰ θηρία, εἰδεμὴ δὲν θὰ κατορθώσης νὰ στήνης τὶς κατάλληλες παγίδες. Ἐὰν ἀπομακρύνθηκε τελείως αὐτὴ ποὺ πῆρε τὸ διαζύγιο, δηλαδὴ ἡ ἀκηδία, εἶναι περιττὴ ἡ ἐργασία. Ἐὰν ὅμως ξεπροβάλλη ἀκόμη μὲ θράσος, τότε δὲν γνωρίζω πῶς θὰ ἀσκήσω τὴν ἡσυχία. Γιατί ἄραγε δὲν ἀνεδείχθησαν τόσοι φωστῆρες ἀνάμεσα στοὺς ὁσίους Ταβεννησιῶτες ὅσοι στοὺς Σκητιῶτες (3); Ὁ νοῶν νοείτω, διότι ἐγὼ δὲν μπορῶ ἢ μᾶλλον δὲν θέλω νὰ ὁμιλήσω. Ἄλλοι ζοῦν μέσα στὸν βυθὸ τῆς ἡσυχίας ὀλιγοστεύοντας τὰ πάθη, ἄλλοι ψάλλοντας καὶ τὸν περισσότερο καιρὸ «τῇ προσευχῇ προσκαρτεροῦντες», καὶ ἄλλοι ἀφοσιωμένοι στὴν θεωρία. (Ποιοὶ εἶναι αὐτοί;) Ἂς δοθῇ ἀπάντησις, ἀφοῦ ληφθῇ ὑπ᾿ ὄψιν ἡ διάταξις τῆς προηγουμένης κλίμακος. Ὅποιος μπορεῖ νὰ τὸ δεχθῇ καὶ νὰ τὸ κατανοήση, ἂς τὸ κατανοήση μὲ τὴν βοήθεια τοῦ Κυρίου (4).

4. Ὑπάρχουν ρᾴθυμες ψυχὲς ποὺ ζοῦν σὲ Κοινόβια, καὶ ἐπειδὴ εὑρῆκαν ἐκεῖ πολλὲς αἰτίες γιὰ τὴν ρᾳθυμία τους, κατήντησαν σὲ τελεία ἀπώλεια. Καθὼς ἐπίσης καὶ ἄλλες ποὺ μὲ τὴν συμβίωσι μὲ τοὺς ὑπολοίπους ἀδελφοὺς ἀπέβαλαν τὴν ρᾳθυμία τους. Καὶ αὐτὸ δὲν συνέβη μόνο στοὺς πολὺ ἀμελεῖς, ἀλλὰ πολλὲς φορὲς καὶ στοὺς ἐπιμελεῖς, (οἱ ὁποῖοι ἔγιναν πιὸ ἐπιμελεῖς). Τὸν ἴδιο κανόνα μποροῦμε νὰ χρησιμοποιήσωμε καὶ στὴν ἡσυχαστικὴ ζωή. Ἐδέχθηκε πολλοὺς ἐκλεκτούς, ἀλλὰ τοὺς ἀπεδοκίμασε ἐξ αἰτίας τῆς ἰδιορρυθμίας τους καὶ τοὺς ἀπέδειξε φιληδόνους. Ἐδέχθηκε καὶ ἄλλους, τοὺς ὁποίους μὲ τὸν φόβο καὶ τὴν ἀγωνία γιὰ τὰ κρίματά τους, τοὺς ἀνέδειξε ἀγωνιστικοὺς καὶ φλογερούς.

5. Ἂς μὴ τολμήση κανεὶς νὰ γευθῇ καὶ ἴχνος ἀκόμη τῆς ἡσυχίας, ἐὰν ἐνοχλῆται ἀπὸ τὸν θυμό, τὴν οἴησι, τὴν ὑποκρισία καὶ τὴν μνησικακία, μήπως τὸ μόνο ποὺ θὰ κερδήση ἀπὸ αὐτὴν εἶναι ἡ παραφροσύνη. Ὅποιος εἶναι καθαρὸς ἀπὸ αὐτά, αὐτὸς θὰ καταλάβη τὸ συμφέρον του, ἂν καὶ νομίζω ὅτι οὔτε αὐτὸς θὰ τὸ καταλάβη.

6. Τὰ σημάδια καὶ τὰ στάδια καὶ οἱ ἀποδείξεις αὐτῶν ποὺ ἀσκοῦν μὲ φρόνησι καὶ μὲ σύστημα τὴν ἡσυχία εἶναι τὰ ἑξῆς: Νοῦς ἀκύμαντος, ἐξαγνισμένη σκέψις, ἁρπαγὴ πρὸς Κύριον, ἀναπαράστασις τῶν τιμωριῶν τῆς κολάσεως, ἐπιθυμία σύντομου θανάτου, προσευχὴ ἀκόρεστος, καρδία ποὺ δὲν κλέπτεται ἀπὸ τοὺς δαίμονας, ἀφανισμὸς τῆς πορνείας, ἄγνοια τῆς προσπαθείας, θάνατος τοῦ κόσμου, ἀνορεξία τῆς γαστριμαργίας, αἰτία καὶ ἀφορμὴ τῆς θεολογίας, πηγὴ τῆς διακρίσεως, δάκρυα κατὰ βούλησιν, ἀπώλεια τῆς πολυλογίας, καὶ ἀπόκτησις οἱουδήποτε ἄλλου πράγματος στὸ ὁποῖο συνήθως ἐναντιώνονται τὰ πλήθη τῶν ἀνθρώπων. Ἐκείνων ὅμως ποὺ ἀσκοῦν τὴν ἡσυχία χωρὶς φρόνησι καὶ σύστημα, νὰ ποιὰ εἶναι ἡ πτωχεία τοῦ πλούτου (5): Αὔξησις τῆς ὀργῆς, ἀποθήκευσις τῆς μνησικακίας, μείωσις τῆς ἀγάπης, ἀπόκτησις τῆς ὑπερηφανείας, καὶ κάτι ἄλλο ποὺ τὸ ἀποσιωπῶ (6).

7. Ἐπειδὴ ἐφθάσαμε στὸ σημεῖο αὐτὸ τοῦ λόγου, εἶναι ἀνάγκη νὰ ὁμιλήσωμε τώρα καὶ γι᾿ αὐτοὺς ποὺ ζοῦν ὡς ὑποτακτικοί. Ἄλλωστε ὁ λόγος μας ἀπευθύνεται κυρίως πρὸς αὐτούς. Ἐκείνων λοιπὸν ποὺ ἔχουν συζευχθῆ «νομίμως καὶ ἀμοιχεύτως καὶ ἀμολύντως» τὴν σεμνὴ καὶ εὐπρεπῆ ὑποταγή, σημάδια σύμφωνα μὲ τοὺς θεοφόρους Πατέρας εἶναι τὰ ἑπόμενα, τὰ ὁποῖα βεβαίως τελειοποιοῦνται στὸν καιρό τους, πλὴν ὅμως καθημερινῶς παρουσιάζουν συνεχῆ αὔξησι καὶ πρόοδο:

Αὔξησις τῆς πρώτης ταπεινώσεως ποὺ ἔδειχναν ὡς ἀρχάριοι, μείωσις τοῦ θυμοῦ -πῶς νὰ μὴ μειωθῇ, ἐφ᾿ ὅσον ἀδειάζει ἡ ψυχὴ ἀπὸ τὴν χολὴ καὶ τὴν πικρία τοῦ κακοῦ;- ἔλλειψις τοῦ πνευματικοῦ σκοτισμοῦ, πρόοδος στὴν ἀγάπη, ἀπαλλαγὴ ἀπὸ τὰ πάθη, λύτρωσις ἀπὸ τὸ μίσος, μείωσις τῆς λαγνείας, προερχομένη ἀπὸ τὸν αὐστηρὸ ἔλεγχο, ἄγνοια τῆς ἀκηδίας, αὔξησις τοῦ ζήλου, ἀγάπη πρὸς τὴν εὐσπλαγχνία καὶ τέλος ἀποξένωσις ἀπὸ τὴν ὑπερηφάνεια – κατόρθωμα ποὺ ὅλοι εὔχονται νὰ τὸ ἀποκτήσουν, ὀλίγοι ὅμως τὸ ἀποκτοῦν. Ὅταν μία πηγὴ στερῆται ὕδατος, δὲν ἁρμόζει νὰ ὀνομάζεται πηγή. Καὶ αὐτὸ ποὺ θέλω νὰ εἰπῶ ἐν συνεχείᾳ τὸ καταλαβαίνουν ὅσοι διαθέτουν νοῦ. (Ὅποιος δηλαδὴ δὲν ἔχει αὐτιά, ματαίως ὀνομάζεται ὑποτακτικός).

8. Ἡ ὕπανδρος κόρη, ποὺ δὲν ἐφύλαξε καθαρὴ τὴν κοίτη τοῦ ἀνδρός της, ἐμόλυνε τὸ σῶμα της, ἐνῷ ἡ ψυχὴ ποὺ δὲν ἐτήρησε τὶς ὑποσχέσεις της ἐμόλυνε τὸ πνεῦμα της. Καὶ στὴν πρώτη ἔρχονται σὰν συνέπειες: ἡ κατηγορία, τὸ μίσος, τὰ κτυπήματα, καὶ -τὸ χειρότερο ἀπ᾿ ὅλα- ὁ χωρισμὸς ἀπὸ τὸν ἄνδρα της. Ἐνῷ στὴν δευτέρα: μολυσμοί, λήθη τοῦ θανάτου, ἀπληστία τῆς κοιλίας, ἀκράτεια τῶν ὀφθαλμῶν, πρόοδος στὴν κενοδοξία, ἀχόρταγος ὕπνος, σκληροκαρδία, ἀναισθησία, συσσώρευσις πονηρῶν λογισμῶν, αὔξησις τῶν συγκαταθέσεων πρὸς αὐτούς, αἰχμαλωσία τῆς καρδίας, δημιουργία ταραχῶν, ἀνυπακοή, ἀντιλογία, ἀπιστία, ἀπληροφόρητος καρδία, πολυλογία, προσπάθεια καὶ -τὸ χειρότερο ἀπ᾿ ὅλα- ἡ παρρησία, καὶ τὸ ἀκόμα χειρότερο καὶ πιὸ ἀξιολύπητο ἡ ἀκατάνυκτος καρδία, τὴν ὁποία, ἂν δὲν προσέξη κανείς, διαδέχεται ἡ ἀναλγησία ποὺ εἶναι μητέρα τῶν δαιμόνων καὶ τῶν πτώσεων.

9. Τοὺς ἡσυχαστὰς τοὺς πολεμοῦν οἱ πέντε, ἐνῷ τοὺς ὑποτακτικοὺς οἱ τρεῖς μόνο ἀπὸ τοὺς ὀκτώ (7). Ἐκεῖνος ποὺ ἀσκεῖ τὴν ἡσυχία καὶ πολεμεῖ ἀκόμη ἐναντίον τῆς ἀκηδίας ζημιώνεται πολύ, διότι τὸν χρόνο τῆς προσευχῆς καὶ τῆς θεωρίας τὸν ξοδεύει στὸν ἀγώνα κατὰ τῶν μεθοδειῶν καὶ ἐπιθέσεών της.

10. Κάποτε, ἐνῷ μὲ εἶχε κυριεύσει ἡ ρᾳθυμία καὶ σχεδὸν ἐσκεπτόμουν νὰ ἐγκαταλείψω τὸ κελλί μου, μὲ ἐπισκέφθηκαν μερικοὶ ἄνδρες καὶ μὲ ἐμακάρισαν ἀρκετὰ ὡς ἡσυχαστή. Ὁ λογισμὸς τότε τῆς ρᾳθυμίας ἀνεχώρησε παρευθὺς διωγμένος ἀπὸ τὴν κενοδοξία. Καὶ ἐθαύμασα πῶς ὁ τρίβολος αὐτὸς δαίμων ἀντιμάχεται ὅλα τὰ ἄλλα πονηρὰ πνεύματα!

11. Νὰ παρατηρῆς κάθε ὥρα τοὺς ραπισμοὺς τῆς συζύγου σου, δηλαδὴ τῆς σαρκός σου, καὶ τοὺς παραρριπισμοὺς (8) καὶ τὶς διαθέσεις καὶ τὶς ἐπιθυμίες, καὶ πῶς καὶ πρὸς τὰ ποῦ κλίνει. Ὅποιος ἀπέκτησε μὲ τὴν χάρι τοῦ Ἁγίου Πνεύματος γαλήνη, ἐκεῖνος δὲν ἀγνοεῖ τὸ ζήτημα.

12. Τὸ ἀρχικὸ καὶ πρῶτο ἔργο τῆς ἡσυχαστικῆς ζωῆς εἶναι ἡ ἀμεριμνία γιὰ ὅλα τὰ πράγματα, καὶ τὰ σημαντικὰ καὶ τὰ ἀσήμαντα, διότι ὅποιος ἀνοίξη θύρα στὰ πρῶτα, θὰ ἀρχίση ὁπωσδήποτε νὰ ἀσχολῆται καὶ μὲ τὰ δεύτερα. Δεύτερο ἔργο τῆς ἡσυχαστικῆς ζωῆς εἶναι ἡ ἀκούραστη προσευχή. Καὶ τρίτο, ἡ ἄσυλος ἐργασία τῆς καρδίας, (τὸ νὰ μὴ βλάπτεται δηλαδὴ ἀπὸ τοὺς περισπασμοὺς ἢ τοὺς δαίμονας). Εἶναι φύσει ἀδύνατον σ᾿ αὐτὸν ποὺ δὲν ἔμαθε γράμματα, νὰ διαβάζη τὰ βιβλία. Περισσότερο ὅμως ἀδύνατον εἶναι σὲ ὅσους ἡσυχαστὰς δὲν ἀπέκτησαν τὸ πρῶτο, νὰ ἀσκήσουν ὀρθὰ τὰ δυὸ ἄλλα.

13. Ἐνῷ κάποτε ἀσκοῦσα τὴν μεσαία ἐργασία, (δηλαδὴ τὴν συνεχῆ προσευχή), εὑρέθηκα ἀνάμεσα στοὺς μεσαίους, (δηλαδὴ στοὺς Ἀγγέλους, οἱ ὁποῖοι εὑρίσκονται μεταξὺ Θεοῦ καὶ ἀνθρώπων) (9). Καὶ ἕνας Ἄγγελος μὲ διεφώτιζε ὅ,τι ἐδιψοῦσα νὰ μάθω, ἀλλὰ πάλι εἶχα τὶς ἴδιες ἀπορίες. Ζητοῦσα νὰ μάθω πῶς ἦταν ὁ Ἄρχων, (ὁ Χριστὸς δηλαδή), πρὸς τῆς ἐνανθρωπήσεώς Του, ἀλλὰ δὲν μποροῦσε νὰ μοῦ τὸ διδάξη, διότι οὔτε τοῦ ἐπετρεπόταν. Τὸν παρακαλοῦσα πάλι νὰ μοῦ εἰπῆ, πῶς καὶ σὲ ποιὰ μορφὴ εὑρίσκεται τώρα. Καὶ μοῦ ἀπαντοῦσε: «Μὲ τὴν ἴδια μορφὴ (τὴν θεανθρώπινη), ἀλλ᾿ ὄχι μὲ τὴν ἴδια φθαρτὴ ἀνθρώπινη σάρκα». Ἐγὼ πάλι τὸν ἐρωτοῦσα: «Τί σημαίνει ἡ δεξιὰ τοῦ Αἰτίου, (τοῦ Πατρὸς δηλαδή), στάσις καὶ καθέδρα τοῦ Χριστοῦ;» «Εἶναι ἀδύνατον, μοῦ ἀπαντοῦσε, νὰ διδαχθῇ ἀκοὴ ἀνθρώπου αὐτὰ τὰ μυστήρια». Καὶ ἐγὼ τὴν ὥρα αὐτὴ τοῦ εἶπα νὰ μὲ ὁδηγήση ἐκεῖ ὅπου μὲ εἵλκυε ὁ πόθος μου (10). «Δὲν ἔφθασε ἀκόμη ἡ ὥρα, μοῦ εἶπε, διότι στερεῖσαι τὸ πῦρ τῆς ἀφθαρσίας (τὸ ὁποῖο, ἐννοεῖται, θὰ ἀποκτήσης στὴν ἄλλη ζωή)». Ὅλα αὐτὰ ποὺ ἀνέφερα, ἂν τὰ ἔζησα μαζὶ μὲ τὸ χῶμα, (τὸ σῶμα δηλαδή), δὲν γνωρίζω· ἂν πάλι χωρὶς τὸ χῶμα, δὲν μπορῶ τίποτε νὰ εἰπῶ.

14. Εἶναι πολὺ δύσκολο νὰ ἀποτινάξη κανεὶς τὸν μεσημβρινὸ ὕπνο, καὶ μάλιστα τὴν θερινὴ περίοδο. Τόσο ἴσως μόνο ἂς μὴ ἀφίνη ὁ ἡσυχαστὴς τὸ ἐργόχειρο.

15. Ἀντελήφθηκα τὸν δαίμονα τῆς ἀκηδίας νὰ προπαρασκευάζη καὶ νὰ προετοιμάζη τὸν δρόμο στὸν δαίμονα τῆς πορνείας. Ἀφοῦ δηλαδὴ δημιουργήση χαύνωσι στὸ σῶμα καὶ τὸ βυθίση στὸν ὕπνο, ἔρχεται ὁ δαίμων τῆς πορνείας καὶ μολύνει τόσο ἔντονα τὸν ἡσυχαστή, μὲ τόσο ζωντανὲς φαντασίες, σὰν νὰ ἦταν ξυπνημένος. Ἐὰν ἀντισταθῆς γενναῖα στοὺς δαίμονας αὐτούς, ὁπωσδήποτε θὰ σὲ πολεμήσουν σκληρά. Καὶ τοῦτο, γιὰ νὰ σὲ πείσουν ὅτι δὲν κερδίζεις τίποτε, καὶ ἔτσι νὰ παύσης νὰ ἀγωνίζεσαι. Τίποτε ἄλλο ὅμως δὲν φανερώνει τὴν ἥττα τῶν δαιμόνων, ὅσο ὁ σκληρὸς πόλεμος ποὺ κάνουν ἐναντίον μας.

16. Ὅταν ἐξέρχεσαι ἀπὸ τὸ κελλί σου, φύλαγε καλὰ ὅσα ἔχεις συναθροίσει. Διότι, ὅταν ἀνοίγη ἡ πόρτα, τὰ κλεισμένα πτηνὰ πετοῦν· ὁπότε δὲν θὰ προέλθη κανένα ὄφελος ἀπὸ τὴν ἡσυχία.

17. Μία μικρὴ τρίχα ἀναστατώνει τὸν ὀφθαλμό, καὶ μία μικρὴ φροντίδα ἐξαφανίζει τὴν ἡσυχία. Διότι ἡσυχία σημαίνει ἀπόθεσις σκέψεων καὶ ἀπάρνησις σπουδαίων καὶ ἀναγκαίων φροντίδων.

18. Ὅποιος κατέκτησε ἀληθινὰ τὴν ἡσυχία, δὲν θὰ φροντίση πλέον γιὰ τὶς ὑλικές του ἀνάγκες, διότι πιστεύει ὅτι ὁ Θεὸς εἶναι ἀψευδὴς στὶς ὑποσχέσεις Του.

19. Ὅποιος ἐπιθυμεῖ νὰ παρουσιάζη καθαρὸ τὸν νοῦ του ἐνώπιον τοῦ Θεοῦ καὶ συγχρόνως ταράζεται ἀπὸ διάφορες φροντίδες, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ ἔχει σφικτὰ δεμένα τὰ πόδια του, καὶ προσπαθεῖ νὰ βαδίζη γοργά.

20. Εἶναι σπάνιοι ἐκεῖνοι ποὺ ἐσπούδασαν καὶ ἐγνώρισαν πλήρως τὴν κατὰ κόσμον σοφία. Ἐγὼ νομίζω ὅτι εἶναι σπανιώτεροι ἐκεῖνοι ποὺ κατέχουν τὴν κατὰ Θεὸν ἡσυχαστικὴ φιλοσοφία. Ἐκεῖνος ποὺ δὲν ἐγνώρισε ἀκόμη τὸν Θεόν, εἶναι ἀκατάλληλος γιὰ τὴν ἡσυχία καὶ ἐκτεθειμένος σὲ πολλοὺς κινδύνους. Αὐτοὺς ποὺ εἶναι ἄπειροί τους ἀποπνίγει ἡ ἡσυχία, διότι, ἐφ᾿ ὅσον δὲν ἔχουν γευθῆ τὸν Θεόν, ξοδεύουν τὸν καιρό τους σὲ αἰχμαλωσίες, σὲ κλοπὲς (ἀπὸ τὸν διάβολο), σὲ ἀκηδίες καὶ ρεμβασμούς.

21. Ὅποιος ἐγεύθηκε ὀλίγο τὸ κάλλος τῆς προσευχῆς, θὰ φύγῃ μακρυὰ ἀπὸ τὰ πλήθη τῶν ἀνθρώπων, ὅπως ὁ ἄγριος ὄνος. Διότι ποιὸς ἄλλος ἐκτὸς ἀπὸ αὐτὴν ἀπήλλαξε τὸν ἄγριον ὄνο ἀπὸ κάθε ἀνθρώπινη συναναστροφή; (πρβλ. Ἰὼβ λθ´ 5).

22. Ὅποιος περιφέρει ἐπάνω του τὰ πάθη καὶ ζῆ στὴν ἔρημο μὲ αὐτὰ ἀσχολεῖται καὶ αὐτὰ προσέχει, ὅπως μοῦ εἶπε καὶ μοῦ τὰ ἐδίδαξε κάποιος ἅγιος γέροντας -ἐννοῶ τὸν Γεώργιο τὸν Ἀρσιλαΐτη (11), ποὺ καὶ ἡ τιμιότης σου δὲν ἀγνοεῖ.

Αὐτὸς κάποτε ἐδίδασκε καὶ ποδηγετοῦσε μία ἀπρόκοφτη ψυχὴ στὴν ἡσυχαστικὴ ζωή. «Παρετήρησα -μοῦ ἔλεγε- ὅτι τὸ πρωὶ τὴν ἐπισκέπτονταν οἱ δαίμονες τῆς κενοδοξίας καὶ τῆς αἰσχρᾶς ἐπιθυμίας. Τὸ μεσημέρι, οἱ δαίμονες τῆς ἀκηδίας, τῆς λύπης καὶ τῆς ὀργῆς. Καὶ τὸ βράδυ, οἱ φιλόκοπροι καὶ τυραννικοὶ δαίμονες τῆς ἀθλίας κοιλίας».

23. Ἕνας ὑποτακτικὸς ποὺ εἶναι πτωχὸς καὶ ἀκτήμων, εἶναι ἀνώτερος ἀπὸ ἕναν ἡσυχαστὴ ποὺ περισπᾶται σὲ ὑλικὲς μέριμνες.

24. Ἐκεῖνος ποὺ ἀσκεῖ τὴν ἡσυχία μὲ ἐπίγνωσι καὶ δὲν βλέπει τὸ καθημερινό της κέρδος ἢ δὲν ἔγινε πραγματικὸς ἡσυχαστὴς ἢ κλέπτεται ἀπὸ τὴν οἴησι.

25. Ἡσυχία σημαίνει ἀκατάπαυση λατρεία τοῦ Θεοῦ καὶ παράστασις ἐνώπιόν Του.

26. Ἂς ἑνωθῇ ἡ μνήμη τοῦ Ἰησοῦ μὲ τὴν ἀναπνοή σου, καὶ τότε θὰ γνωρίσης τὴν ὠφέλεια τῆς ἡσυχίας.

27. Πτῶσις γιὰ τὸν ὑποτακτικὸ εἶναι ἡ ἐπιτέλεσις τοῦ ἰδίου θελήματος, ἐνῷ γιὰ τὸν ἡσυχαστὴ ἡ ἀπομάκρυνσις ἀπὸ τὴν προσευχή.

28. Ἐὰν χαίρεσαι γιὰ τὶς ἐπισκέψεις ποὺ ἔχεις στὸ κελλί σου, γνώριζε τότε ὅτι ἔχεις ἀφιερωμένο τὸν καιρό σου στὴν ἀκηδία μόνο καὶ ὄχι στὸν Θεόν.

29. Ὑπόδειγμα τῆς προσευχῆς ἂς σοῦ εἶναι ἐκείνη ἡ χήρα ποὺ τὴν ἀδικοῦσε ὁ ἀντίδικός της (πρβλ. Λουκ. ιη´ 3). Καὶ πρότυπο τῆς ἡσυχίας ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Ἐσὺ ποὺ εὑρίσκεσαι στὴν μοναξιά, νὰ ἐνθυμῆσαι τὴν ζωὴ καὶ τοὺς τρόπους τοῦ μεγάλου τούτου ἡσυχαστοῦ. Καὶ πρόσεξε ὅτι πολλὲς φορὲς ἔδιωξε μερικοὺς ἐπισκέπτας, γιὰ νὰ μὴ χάση τὸ μεγαλύτερο.

30. Ἀντελήφθηκα ὅτι οἱ δαίμονες πείθουν αὐτοὺς ποὺ περιοδεύουν ἄσκοπα, νὰ ἐπισκέπτωνται συχνότερα τοὺς πραγματικοὺς ἡσυχαστὰς, γιὰ νὰ κατορθώσουν νὰ τοὺς ἐμποδίσουν ἔστω καὶ λίγο ἀπὸ τὸ ἔργο τους. Αὐτοὺς νὰ τοὺς ἐπισημαίνεις, ἀγαπητέ μου, καὶ νὰ μὴ διστάζης χάριν τῆς εὐσεβείας νὰ λυπῆς τοὺς ρᾳθύμους. Ἴσως ἀπὸ τὴν λύπη αὐτὴ νὰ σταματήσουν τὶς ἄσκοπες περιοδείες. Πρόσεξε ὅμως καλὰ μήπως, χάριν τοῦ σκοποῦ ποὺ ἀναφέραμε, λυπήσης ἄδικα καμμία ψυχὴ ποὺ διψᾶ καὶ ἔρχεται κοντὰ νὰ ἀντλήση νερό. Σὲ κάθε πράγμα σοῦ χρειάζεται ὁ λύχνος (τῆς διακρίσεως).

31. Οἱ ἡσυχασταὶ ἢ μᾶλλον ὅλοι οἱ μοναχοὶ πρέπει νὰ ζοῦν μὲ συνείδησι καὶ ἐσωτερικὴ συναίσθησι. Ἐκεῖνος ποὺ τρέχει (στὸν πνευματικὸ δρόμο) μὲ πραγματικὴ ἐπίγνωσι, προσπαθεῖ νὰ συμμορφώνωνται ὅλα -καὶ οἱ ἐνέργειες καὶ τὰ λόγια καὶ οἱ σκέψεις καὶ τὰ διαβήματα καὶ οἱ κινήσεις- σύμφωνα μὲ τὸ θέλημα τοῦ Κυρίου. Αὐτὸς ἀγωνίζεται μὲ πραγματικὴ συναίσθησι καὶ ἐνώπιον τοῦ Κυρίου. Ἐὰν ὅμως κλέπτεται σ᾿ αὐτὰ τὰ σημεῖα, τότε δὲν ἄρχισε ἀκόμη νὰ ζῆ ἐνάρετα.

32. «Θὰ γνωρίσω -λέγει κάποιος- μὲ τὸν ἦχο τοῦ ψαλτηρίου τὸ πρόβλημά μου καὶ τὸ θέλημά μου» (πρβλ. Ψαλμ. μη´ 5), διότι ἦταν ἀκόμη ἐλλιπὴς ἡ διάκρισις. Ἐγὼ ὅμως λέγω ὅτι θὰ ἀναφέρω στὸν Θεὸν μὲ τὴν προσευχὴ τὸ θέλημά μου, καὶ ἀπὸ ἐκεῖ θὰ περιμένω τὴν πληροφορία.

33. Ἡ πίστις εἶναι τὸ πτερὸ τῆς προσευχῆς. Ἐὰν δὲν τὸ ἔχῃ, «πάλιν εἰς κόλπον μου ἀποστραφήσεται» (Ψαλμ. λδ´ 13). Ἡ πίστις εἶναι ἡ ἀδίστακτη στάσις τῆς ψυχῆς, ποὺ δὲν κλονίζεται ἀπὸ καμμία ἐναντιότητα. Πιστὸς εἶναι, ὄχι ἐκεῖνος ποὺ ἔχει τὴν γνώμη ὅτι ὅλα εἶναι δυνατὰ στὸν Θεόν, ἀλλὰ ἐκεῖνος ποὺ πιστεύει ὅτι θὰ τὰ ἐπιτύχῃ ὅλα (ὅσα ζητεῖ ἀπὸ τὸν Θεόν).

34. Ἡ πίστις εἶναι αὐτὴ ποὺ μᾶς προξενεῖ τὰ ἀνέλπιστα, καὶ τοῦτο μᾶς τὸ ἀπέδειξε ὁ λῃστής. Μητέρα τῆς πίστεως εἶναι ὁ μόχθος καὶ ἡ εὐθεία καρδία. Ἡ μία τὴν κάνει ἀδίστακτη καὶ ὁ ἄλλος, (ὁ μόχθος), τὴν δημιουργεῖ. Ἡ πίστις εἶναι ἡ μητέρα τῶν ἡσυχαστῶν, διότι, ἂν δὲν πιστεύσῃ κανεὶς προηγουμένως, πῶς θὰ ἀρχίσῃ τὴν ἡσυχαστικὴ ζωή;

35. Ἐκεῖνος ποὺ ἐδέθηκε καὶ ἐκλείσθηκε στὸ δεσμωτήριο, φοβεῖται ὅτι θὰ δικασθῇ καὶ θὰ τιμωρηθῇ. Καὶ αὐτὸς ποὺ ἡσυχάζει στὸ κελλί του, δημιουργεῖ μέσα του τὸν φόβο τοῦ Κυρίου. Δὲν φοβεῖται τὸ δικαστήριο ὁ πρῶτος τόσο, ὅσο ὁ δεύτερος τὸ βῆμα τοῦ Κριτοῦ. Ὦ θαυμάσιε, στὴν ἡσυχία σου πρέπει νὰ ἔχης πολὺ φόβο, διότι τίποτε δὲν κατορθώνει νὰ ἐκδιώκῃ τόσο πολὺ τὴν ἀκηδία.

36. Ὁ ἔνοχος κοιτάζει συνεχῶς πότε θὰ ἔλθῃ στὴν φυλακὴ ὁ κριτής. Καὶ ὁ πραγματικὸς ἐργάτης τῆς ἡσυχίας κοιτάζει πότε θὰ ἔλθη ὁ Ἄγγελος (ποὺ τὸν ἀναγκάση νὰ ἐξέλθη ἀπὸ τὸ δεσμωτήριο τοῦ σώματος). Ὁ πρῶτος φέρει ὡς δεσμὰ τὸ φορτίο τῆς λύπης, καὶ ὁ δεύτερος τὴν πηγὴ τῶν δακρύων.

37. Ἐὰν ἀποκτήσῃς τὴν ράβδο τῆς ὑπομονῆς, θὰ σταματήσουν γρήγορα οἱ κύνες τὰ ἀναιδῆ γαυγίσματά τους. Ὑπομονὴ σημαίνει κόπος καὶ ἀγώνας τῆς ψυχῆς ποὺ δὲν θραύεται καὶ δὲν σαλεύεται διόλου ἀπὸ εὔλογα ἢ ἄλογα κτυπήματα καὶ πλήγματα. Ὑπομονὴ σημαίνει ἀποφασιστικὴ ἀναμονὴ καθημερινῶν θλίψεων. Ὑπομονητικὸς σημαίνει ἀγωνιστὴς ποὺ δὲν πίπτει, καὶ ποὺ μὲ τὶς πτώσεις ἀκόμη (ποὺ ὑπέστη) δημιουργεῖ τὴν νίκη. Ὑπομονὴ σημαίνει ἐκκοπὴ τῶν (ἁμαρτωλῶν) προφάσεων καὶ προσοχὴ ἐπὶ τοῦ ἑαυτοῦ σου.

38. Ὁ ἐργάτης τῆς ἀρετῆς δὲν ἔχει ἀνάγκη τόσο ἀπὸ τροφή, ὅσο ἀπὸ ὑπομονή. Διότι, ἐὰν τοῦ λείπῃ ἡ πρώτη, θὰ λάβῃ στέφανο. Ἂν ὅμως τοῦ λείπῃ ἡ Δευτέρα, τὸν περιμένει ὄλεθρος.

39. Ὁ ὑπομονητικὸς ἄνδρας ἀπέθανε πρὶν τὸν θέσουν στὸ μνῆμα, διότι ἔκανε μνῆμα τὸ κελλί του. Τὴν ὑπομονὴ τὴν ἐγέννησε ἡ ἐλπίδα καὶ τὸ πένθος, διότι ὅποιος στερεῖται αὐτὰ τὰ δυό, γίνεται δοῦλος τῆς ἀκηδίας.

40. Πρέπει νὰ γνωρίζῃ ὁ παλαιστὴς τοῦ Χριστοῦ, ποιοὺς ἐχθροὺς θὰ τοὺς καταδιώκῃ ἀπὸ μακρυά, καὶ ποιοὺς θὰ ἀφίνῃ νὰ παλαίουν μαζί του σῶμα πρὸς σῶμα. Ἄλλες φορὲς ἡ πάλη προξένησε στέφανο, καὶ ἄλλες φορὲς ἡ ἀποφυγή της ἔκανε τοὺς παλαιστὰς ἀδοκίμους. Αὐτὰ ὅμως δὲν εἶναι δυνατὸν νὰ διδαχθοῦν μὲ λόγια, διότι δὲν γινόμαστε ὅλοι ὅμοιοι στὰ ἴδια ζητήματα καὶ μὲ τὸν ἴδιο τρόπο.

41. Πρόσεχε ἄγρυπνα ἕναν δαίμονα, διότι καὶ αὐτὸς σὲ πολεμεῖ ἀκατάπαυστα, καὶ ὅταν ἵστασαι καὶ ὅταν μετακινῆσαι καὶ ὅταν κάθεσαι καὶ ὅταν κινῆσαι καὶ ὅταν πέφτῃς στὸ κρεββάτι καὶ ὅταν προσεύχεσαι καὶ ὅταν κοιμᾶσαι (12).

42. Μερικοὶ ἀπὸ αὐτοὺς ποὺ ἀκολουθοῦν τὸν δρόμο τῆς ἡσυχίας, ἀσχολοῦνται συνεχῶς μὲ τὴν ἐφαρμογὴ τοῦ λόγου: «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός» (Ψαλμ. ιε´ 8). Διότι δὲν εἶναι ἑνὸς μόνο εἴδους ὅλοι οἱ ἄρτοι τῆς πνευματικῆς τροφῆς τοῦ οὐρανίου σίτου. Ἄλλοι ἀσχολοῦνται μὲ τό: «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» (Λουκ. κα´ 19). Ἄλλοι μὲ τό: «Γρηγορεῖτε καὶ προσεύχεσθε» (Ματθ. κς´ 41). Ἄλλοι μὲ τό: «Ἑτοίμαζε εἰς τὴν ἔξοδόν σου τὰ ἔργα σου» (Παρ. κδ´ 27). Ἄλλοι μὲ τό: «Ἐταπεινώθην καὶ ἔσωσέ με» (Ψαλμ. ριδ´ 6). Μερικοί μὲ τό: «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν» (Ῥωμ. η´ 18). Μερικοὶ σκέπτονται συνεχῶς τό: «Μήποτε ἁρπάση, καὶ οὗ μὴ ᾗ ὁ ρυόμενος» (Ψαλμ. μθ´ 22). Ὅλοι βεβαίως τρέχουν, ἕνας ὅμως ἀπὸ αὐτοὺς παίρνει τὸ βραβεῖο ἀκόπως (13).

43. Ὅποιος ἔχει προοδεύσει, ὄχι μόνο ὅταν εἶναι ξύπνιος, ἀλλὰ καὶ ὅταν κοιμᾶται, ἐργάζεται. Ἔτσι μερικοὶ καὶ στὸν ὕπνο ἐξευτελίζουν τοὺς δαίμονας ποὺ ἔρχονται νὰ τοὺς πειράξουν, καὶ τὰ ἀκόλαστα γύναια (ποὺ ἐμφανίζονται στὰ ὄνειρά τους) τὰ συμβουλεύουν νὰ σωφρονισθοῦν.

44. Μὴ κάθεσαι καὶ ἀναμένης τοὺς διαφόρους ἐπισκέπτες καὶ μὴ κάνης καμμία προπαρασκευή, διότι ὅλη ἡ κατάστασις τῆς ἡσυχίας εἶναι ἁπλὴ καὶ ἐλευθέρα ἀπὸ δεσμεύσεις.

45. Κανεὶς ἀπὸ ἐκείνους ποὺ θέλουν νὰ οἰκοδομήσουν ἕναν πύργο ἢ ἕνα ἡσυχαστικὸ κελλὶ δὲν ἀρχίζει τὸ ἔργο του, πρὶν καθήσῃ καὶ ὑπολογίσῃ ἢ ἐρευνήσῃ μὲ τὴν προσευχή, ἐὰν ἔχῃ τὶς προϋποθέσεις γιὰ τὴν ὁλοκλήρωσι τοῦ ἔργου. Καὶ τοῦτο, μήπως μετὰ τὴν κατάθεσι τοῦ θεμελίου γίνη περίγελως στοὺς ἐχθρούς του καὶ ἐμπόδιο στοὺς ἄλλους ἐργάτες, (ἐφ᾿ ὅσον δὲν θὰ ἀποτελειώσῃ τὸ ἔργο του) (πρβλ. Λουκ. ιδ´ 28).

46. Πρόσεξε καλὰ τὴν γλυκύτητα ποὺ ἔρχεται (στὴν ψυχή σου), μήπως ἔχει δολίως παρασκευασθῆ ἀπὸ πικροὺς ἢ μᾶλλον ἐπιβούλους ἰατρούς.

47. Τὴν νύκτα τὸν περισσότερο χρόνο νὰ τὸν ἀφιερώνης στὴν προσευχὴ καὶ τὸν ὀλιγώτερο στὴν ψαλμῳδία. Τὴν ἡμέρα, ἀνάλογα μὲ τὶς δυνάμεις σου. Δὲν εἶναι ὀλίγος ὁ φωτισμὸς καὶ ἡ συγκέντρωσις τοῦ νοῦ ποὺ χαρίζει ἡ ἀνάγνωσις, ἐφ᾿ ὅσον πρόκειται γιὰ λόγια του Ἁγίου Πνεύματος, τὰ ὁποῖα ὁπωσδήποτε καθοδηγοῦν καὶ διορθώνουν ὅσους τὰ μελετοῦν. Σὰν ἐργάτης καὶ ἀγωνιστὴς ποὺ εἶσαι, νὰ προτιμᾶς πρακτικὰ ἀναγνώσματα, διότι ἡ ἐφαρμογὴ αὐτῶν καθιστᾶ περιττὲς τὶς ἄλλες ἀναγνώσεις.

48. Νὰ ἐπιζητῇς νὰ φωτίζεσαι ἐπάνω στοὺς λόγους τῆς Γραφῆς, ποὺ εἶναι λόγοι πνευματικῆς ὑγείας, μὲ τοὺς κόπους κυρίως παρὰ μὲ τὰ βιβλία. Μὴ μελετᾶς βιβλία ποὺ περιέχουν ἰδέες βαθύτερες καὶ ἀλληγορικές, πρὶν ἀποκτήσης τὴν ἀπαραίτητη πνευματικὴ δύναμι. Διότι πρόκειται γιὰ σκοτεινοὺς λόγους, οἱ ὁποῖοι σκοτίζουν τοὺς ἀδυνάτους.

49. Πολλὲς φορὲς ἕνα ποτήρι ἐφανέρωσε τὴν ποιότητα τοῦ οἴνου. Ὁμοίως καὶ ἕνας λόγος ἡσυχαστοῦ, σὲ ἐκείνους ποὺ διαθέτουν αἰσθητήρια, ἐφανέρωσε ὅλη τὴν ἐσωτερική του ἐργασία καὶ κατάστασι.

50. Νὰ ἔχῃς πάντοτε τὸν ὀφθαλμὸ τῆς ψυχῆς σου προσηλωμένο στὴν οἴηση καὶ νὰ τὴν ἐπιτηρῆς. Διότι καμμία ἄλλη κλοπὴ (τοῦ πνευματικοῦ πλούτου) δὲν εἶναι χειρότερη ἀπὸ τὴν ἰδική της κλοπή.

51. Ἐξερχόμενος ἀπὸ τὸ κελλί σου νὰ κάνης οἰκονομία στὴν χρῆσι τῆς γλώσσης, διότι αὐτὴ γνωρίζει νὰ διασκορπίζη γρήγορα πολλοὺς καμάτους.

52. Νὰ ζῆς σὲ κατάστασι ἀπεριεργείας, διότι εἶναι ἱκανὴ ἡ περιέργεια νὰ μολύνη τὴν ἡσυχία, ὅσο τίποτε ἄλλο.

53. Στοὺς ἐπισκέπτας νὰ παραθέτης μόνο ὅ,τι τοὺς εἶναι ἀναγκαῖο, εἴτε στὸ σῶμα εἴτε στὴν ψυχή. Ἂν τυχὸν εἶναι σοφώτεροι ἀπὸ ἐμᾶς, ἂς δείξωμε μὲ τὴν σιωπή μας τὴν σοφία μας. Ἂν ὅμως εὑρίσκωνται στὸ ἴδιο ἀδελφικὸ ἐπίπεδο, τότε ἂς ἀνοίξωμε ὀλίγο τὴν θύρα τοῦ λόγου. Καλύτερο ὅμως εἶναι νὰ τοὺς θεωροῦμε ὅλους ἀνωτέρους μας.

54. Ἤθελα νὰ ἀπαγορεύσω τελείως τὸ ἐργόχειρο καὶ τὴν ἀπασχόλησι στὶς συνάξεις σὲ ὅσους εὑρίσκονται σὲ νηπιακὴ ἀκόμη πνευματικὴ κατάστασι. Ἀλλὰ μὲ συγκράτησε τὸ παράδειγμα ἐκείνου, ποὺ ὅλη τὴν νύκτα ἐβάσταζε ἄμμο στὸ ἔνδυμά του, (γιὰ νὰ συνηθίσῃ νὰ ἀγρυπνῇ) (14).

55. Καθὼς εἶναι ἀντίθετες οἱ διατυπώσεις τοῦ δόγματος τῆς ἐνσάρκου οἰκονομίας τοῦ Ἑνὸς τῆς Πανυμνήτου Τριάδος, πρὸς τὶς διατυπώσεις τοῦ δόγματος αὐτῆς τῆς Ἁγίας καὶ Ἀκτίστου καὶ Προσκυνητὴς Τριάδος -ὅσα ἀναφέρονται στὴν Τριάδα σὲ πληθυντικὸ ἀριθμό, στὸν Χριστὸ τίθενται σὲ ἑνικὸ καὶ ὅσα ἀναφέρονται στὴν Τριάδα σὲ ἑνικὸ ἀριθμό, στὸν Χριστὸ τίθενται σὲ πληθυντικό (15)- κατὰ παρόμοιο τρόπο ἄλλες εἶναι οἱ ἀσχολίες ποὺ ἁρμόζουν στὴν ζωὴ τῆς ἡσυχίας καὶ ἄλλες στὴν ζωὴ τῆς ὑπακοῆς.

56. Ὁ θεῖος Ἀπόστολος λέγει: «Τίς ἔγνω νοῦν Κυρίου»; (Ρωμ. ια´ 34). Καὶ ἐγὼ θὰ εἰπῶ: «Ποιὸς ἐγνώρισε τὸν νοῦ ἑνὸς ἀνθρώπου ἡσυχαστοῦ ποὺ ἀσκεῖ τὴν ἡσυχία πραγματικά, καὶ μὲ τὸ σῶμα καὶ μὲ τὸ πνεῦμα»;

Ἰσχὺς τοῦ βασιλέως εἶναι ὁ ὑλικὸς πλοῦτος καὶ τὸ πλῆθος (τῶν ὑπηκόων). Ἰσχὺς τοῦ ἡσυχαστοῦ εἶναι τὸ πλῆθος τῆς προσευχῆς.

--------

3. Οἱ Ταβεννησιῶτες ἀντιπροσωπεύουν τὴν κοινοβιακὴ καὶ οἱ Σκητιῶτες τὴν ἡσυχαστικὴ ζωὴ τοῦ Αἰγυπτιακοῦ μοναχισμοῦ.

4.  Οἱ πρῶτοι εἶναι οἱ ἀρχάριοι στὴν ἡσυχαστικὴ ζωή, οἱ δεύτεροι οἱ προχωρημένοι καὶ οἱ τρίτοι οἱ τέλειοι καὶ «θεωρητικοί». Οἱ τρίτοι εὑρίσκονται στὴν κορυφὴ τῆς τριβαθμίου αὐτῆς κλίμακος καὶ διαφέρουν κατὰ πολὺ ἀπὸ τοὺς προηγουμένους, διότι ἁρπάζονται συνεχῶς σὲ ἱερὲς θεωρίες καὶ δὲν ἀσχολοῦνται πλέον μὲ τὴν ψαλμωδία καὶ τὸ ἐργόχειρο.

5. Δηλαδὴ ἡ πτωχεία τῆς ἀρετῆς μέσα στὸν πλοῦτο τῆς κακίας.

6. Πρόκειται μᾶλλον γιὰ τὴν διασάλευσι τῶν φρενῶν, τὴν διανοητικὴ παράκρουσι. Πιθανὸν ὅμως νὰ πρόκειται γιὰ τὴν σαρκικὴ πτῶσι ἢ γιὰ τὴν κατακυρίευση ἀπὸ τὸ πνεῦμα τῆς βλασφημίας.

7. Δηλαδὴ ἀπὸ τοὺς ὀκτὼ πονηροὺς λογισμούς, τοὺς ἡσυχαστὰς τοὺς πολεμοῦν οἱ ἑξῆς πέντε: τῆς ἀκηδίας (κατὰ πρῶτο λόγο), τῆς κενοδοξίας, τῆς ὑπερηφανείας, τῆς λύπης καὶ τῆς φιλαργυρίας. Ἐνῶ τοὺς κοινοβιάτες οἱ ἑξῆς τρεῖς: τῆς γαστριμαργίας, τῆς πορνείας καὶ τῆς ὀργῆς.

8. «Παραρριπισμοὶ τῆς σαρκὸς» λέγονται οἱ σαρκικὲς προκλήσεις ποὺ ἀφ᾿ ἑνὸς μὲν εἶναι ἐντονώτατες, ἀφ᾿ ἑτέρου αἰφνίδιες, ἀστραπιαῖες καὶ σχεδὸν ἄχρονες (πρβλ. ΙΕ´ 73 ὅπου γίνεται λόγος περὶ «παραρριπισμοῦ τοῦ νοός»).

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΤΡΙΑΚΟΣΤΟΣ


Περὶ ἀγάπης, ἐλπίδος καὶ πίστεως
Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς.

1. (1153.) Νυνὶ δὲ λοιπόν, μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸν σύνδεσμον πάντων (1156.) ἐπισφίγγοντα καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη. Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται.

2. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἒν ἀπαύγασμα καὶ μίαν λαμπρότητα.

3. Ἡ μὲν γὰρ πάντα δύναται καὶ ποιεῖν, καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐδὲ πίπτει οὐδ᾿ ἑστήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα ἠρεμεῖν λοιπὸν τῆς μακαρίας μανίας ἐᾷ.

4. Ὁ περὶ ἀγάπης Θεοῦ λέγειν βουλόμενος, περὶ Θεοῦ λέγειν ἐπεχείρησε. Περὶ Θεοῦ δὲ λόγος διεξιέναι, σφαλερὸν καὶ ἐπικίνδυνον τοῖς μὴ προσέχουσιν.

5. Ὁ περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος· κἀκείνοις κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως·

6. Ἀγάπη ὁ Θεός ἐστιν, ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὸν ψάμμον μετρεῖ.

7. Ἀγάπη κατὰ μὲν ποιότητα ὁμοίωσις Θεοῦ, καθ᾿ ὅσον βροτοῖς ἐφικτόν. Κατὰ δὲ ἐνέργειαν μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως·

8. ἀγάπη ἐστὶ κυρίως ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας· εἴπερ ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν.

9. Ἀγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ὀνόμασι, καὶ μόνοις διακέκριται. Ὡς φῶς, καὶ πῦρ, καὶ φλὸξ εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων νόει.

10. Κατὰ τὸ μέτρον τῆς ἐλλείψεως ἐνυπάρχει φόβος· ὁ γὰρ φόβου χωρὶς ἀγάπης πεπλήρωται, ἢ τὴν ψυχὴν νενέκρωται·

11. οὐδὲν τὸ δυσχερὲς ἀπὸ τῶν ἀνθρωπίνων καὶ πόθου, καὶ φόβου, καὶ σπουδῆς, καὶ ζήλου, καὶ δουλείας, καὶ ἔρωτος Θεοῦ παραθεῖναι εἰκόνας. Μακάριος ὅστις τοιοῦτον πρὸς Θεὸν ἐκτήσατο ἔρωτα, οἷον μανικὸς ἐραστὴς πρὸς τὴν ἑαυτοῦ ἐρωμένην κέκτηται. Μακάριος ὁ οὕτως φοβηθεὶς τὸν Κύριον, ὡς δικαστὴν κατάδικοι δεδοίκασι· μακάριος ὁ οὕτως σπουδαῖος γενόμενος ἐν τῇ ὄντως σπουδῇ, ὡς εὐγνώμονες δοῦλοι πρὸς τὸν οἰκεῖον κύριον. Μακάριος ὃς οὕτως ζηλωτὴς ἐν ἀρεταῖς γέγονεν, ὡς οἱ περὶ τὰς ἑαυτῶν ὁμοζύγους ἐκ ζήλου νήφοντες. Μακάριος ὁ οὕτως Κυρίῳ ἐν προσευχῇ παριστάμενος, ὡς ὑπηρέται βασιλεῖ παρεστήκασι. Μακάριος ὁ Κύριον, ὡς ἀνθρώπους ἀποθεραπεύειν ἀνελλιπῶς ἀγωνιζόμενος·

12. οὐχ οὕτως μήτηρ ὑπομαζίῳ ὡς ἀγάπης υἱὸς τῷ Κυρίῳ προσκολλᾶσθαι πέφυκε πάντοτε.

13. Ὁ ὄντως ἐρῶν ἀεὶ τὸ τοῦ φιλουμένου πρόσωπον φαντάζεται, καὶ τοῦτο ἔνδον ἐνηδόνως περιπτύσσεται ὁ τοιοῦτος. Οὐκ ἔτι οὐδὲ καθ᾿ ὕπνους ἠρεμεῖν τοῦ πόθου δύναται· ἀλλὰ κἀκεῖσε πρὸς τὸ ποθούμενονἀδολεσχεῖ. Οὕτως ἐπὶ σωμάτων, οὕτως ἐπὶ ἀσωμάτων πέφυκε γίνεσθαι. Τρωθείς τις περὶ ἑαυτοῦ ἔλεγεν, ὅπερ θαυμάζω, ὡς Ἐγὼ καθεύδω διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία μου ἀγρυπνεῖ διὰ τὸ πλῆθος τοῦ ἔρωτος.

14. Σημειωτέον σοι, ὦ πισυνὲ, ὅτι περ μετὰ τούτων θηρίων παρὰ τῆς ἐλάφου ψυχῆς ὄλεθρον, τότε ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον πυρὶ τῆς ἀγάπης, ὡς ὑπὸ ἰοῦ βαλλομένη.

15. Ἡ μὲν τῆς (1157.) πείνης ἐνέργεια ἄδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς δίψης ἐπιτατική τις καὶ προφανής, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα.

16. Εἰ πρόσωπον φιλουμένου ἐναργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδροὺς, καὶ ἱλαροὺς, καὶ ἀλύπους ἀπεργάζεται· τί ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρᾷ ψυχῇ ἐπιδημίαν ἀοράτως ποιουμένου;

17. Ὁ μὲν φόβος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ῥυπαρίαν πέφυκε. Καθήλωσον γὰρ, φησὶν, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἡ δὲ ὁσία ἀγάπη ἐνίους μὲν κατεσθίειν εἴωθε, κατὰ τὸν εἰπόντα· Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας. Ποτὲ δέ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ᾿ αὐτῷ γάρ φησιν· Ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθύνθην [ἐβοηθήθην], καὶ ἀνέταλεν [ἀνέθαλεν]ἡ σάρξ μου· καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Ὅταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συνανακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι᾿ ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος.

18. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται. Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφὴν διεκρούσατο,

19. οἶμαι τῶν ἀφθάρτων τούτων λοιπόν, μηδὲ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διὰ φλογὸς ἁγνείας διακοψάσης φλόγα.

20. Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ᾿ ἡδύτητος προσίεσθαι. Ὕδωρ μὲν γὰρ ὑπόγειον ῥίζαν φυτοῦ, τούτων δὲ ψυχὴν πῦρ οὐρανίον τρέφειν πέφυκεν·

21. αὔξησις φόβου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας ὑπόθεσις θεολογίας.

22. Θεῷ τελείως τὰς αἰσθήσεις ἑνώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ᾿ αὐτοῦ· τούτων γὰρ μὴ συναφθέντων χαλεπὸν περὶ Θεοῦ διαλέγεσθαι.

23. Ἐνούσιος μὲν λόγος τελειοῖ ἁγνείαν, παρουσίᾳ ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητὴς πεφώτισται.

24. Ὁ λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνοὺς στοχαστικῶς ἀποφθέγγεται·

25. ἁγνεία μαθητὴν θεολόγον εἰργάσατο δι᾿ ἑαυτοῦ κρατύναντα τῆς τριάδος τῶν τριῶν [al. abest τῶν τριῶν] τὰ δόγματα.

26. Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. Ἀπόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον.

27. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται.

28. Ὁ λέγων Κύριον ἀγαπᾷν καὶ τῷ ἀδελφῷ αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχοντι.

29. Κράτος ἀγάπης ἐλπὶς, δι᾿ αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα.

30. Ἐλπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος·

31. ἐλπίς ἐστιν ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός·

32. αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν (1160.) ἀπόντων εἰκών· ἐλπίδος ἔλλειψις, ἀγάπης ἀφανισμὸς, ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κόποι· ταύτην κυκλοῖ ἔλεος.

34. Εὔελπις μοναχὸς, ἀκηδίας σφάκτης, ἐν μαχαίρᾳ ταύτης, ἐκείνην τροπούμενος,

35. Ἐλπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει.

36. Ἐλπίδα [ἐλπίς] λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.

37. Ἀγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως ἄβυσσος. Ἀγάπη πηγὴ πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψῶντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προκοπὴ τῶν αἰώνων.

38. Ἀπάγγειλον ἡμῖν, ὦ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δεσπόζεις πάντων. Νῦν δέ μου ψυχὴν κεκαρδίωκας, καὶ οὐ δύναμαι κατέχειν σου τὴν φλόγα, ὅθεν ὑμνήσας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις, καὶ νεκροῖς· σὺ ταπεινοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου, καὶ ἀπολεμήτους τοὺς σοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼβ ἐπὶ τὴν κλίμακά σε ἐστηριγμένην τεθέαται μαθεῖν ἐπείγομαι.

Τί δὲ ἄρα τὸ εἶδος τῆς τοιαύτης ἀνόδου ἐρωμένῳ φράσον· τίς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως, ἃς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σὸς ἐραστής· τίς δὲ ὁ ἀριθμὸς τούτων ἐδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγοὺς ἀπήγγειλεν ὁ μαθών σου τὴν πάλην καὶ τὴν ὅρασιν· οὐδὲν δι᾿ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι με λέγειν οἰκειότερον. Ἡ δὲ ὥσπερ ἐξ οὐρανοῦ μοι φανεῖσα, ἡ βασίλισσα αὔτη, καὶ ὡς ἐν ὠτί μου ψυχῆς τοῦτο προσομιλοῦσα ἔλεγεν· Ἐὰν μὴ λυθῇς, ὦ ἐραστὰ, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἔστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλίμαξ τὴν τῶν ἀρετῶν σε διδασκέτω πνευματικὴν σύνθεσιν· ἐπ᾿ αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης ἔφησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.
   
(Διὰ τὸν σύνδεσμον τῆς ἐναρέτου τριάδος τῶν ἀρετῶν)

ΝΥΝΙ ΔΕ λοιπὸν - ὕστερα ἀπὸ ὅλα τὰ προηγούμενα - μένει τὰ τρία ταῦτα – τὰ ὁποῖα σφίγγουν καὶ διατηροῦν τὸν σύνδεσμο ὅλων – πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη» (πρβλ. Α´ Κορ. ιγ´ 13), διότι καὶ ὁ Θεὸς ἀγάπη ὀνομάζεται (πρβλ. Α´ Ἰωάν. δ´ 16). Ἐγὼ ὅμως τὴν μία τὴν βλέπω σὰν ἀκτίνα, τὴν ἄλλη σὰν φῶς καὶ τὴν Τρίτη σὰν ἡλιακὸ δίσκο, καὶ ὅλες μαζὶ σὰν ἕνα φωτεινὸ ἀπαύγασμα καὶ μία καὶ τὴν αὐτὴν λαμπρότητα. Ἡ μία, ἡ πίστις, δύναται νὰ ἐπιτελέση τὰ πάντα. Ἡ ἄλλη, ἡ ἐλπίς, περικυκλώνει μὲ τὸ ἔλεος τοῦ Θεοῦ καὶ δὲν καταισχύνει τὸν ἐλπίζοντα. Καὶ ἡ Τρίτη, ἡ ἀγάπη, δὲν πέφτει ποτὲ ἀπὸ τὸ ὕψος της οὔτε σταματᾶ ἀπὸ τὸ τρέξιμό της οὔτε ἐπιτρέπει σ᾿ αὐτὸν ποὺ ἐπλήγωσε μὲ τὰ βέλη της νὰ ἠρεμήση ἀπὸ τὴν «μακαρίαν μανίαν» ποὺ τοῦ ἐπροξένησε.
ΜΕΤΑΦΡΑΣΗ
2. Αὐτὸς ποὺ θέλει νὰ ὁμιλῆ γιὰ τὴν ἀγάπη εἶναι σὰν νὰ ἐπιχειρῆ νὰ ὁμιλῆ γιὰ τὸν ἴδιο τὸν Θεόν. Ἡ ἀνάπτυξις ὅμως ὁμιλίας περὶ Θεοῦ εἶναι πράγμα ἐπισφαλὲς καὶ ἐπικίνδυνο σὲ ὅσους δὲν προσέχουν. Γιὰ τὴν ἀγάπη γνωρίζουν νὰ ὁμιλοῦν οἱ Ἄγγελοι, ἀλλὰ καὶ αὐτοὶ ἀνάλογα μὲ τὸν βαθμὸ τῆς θείας ἐλλάμψεώς τους. Ἀγάπη εἶναι ὁ Θεός, καὶ ὅποιος προσπαθεῖ νὰ δώσῃ ὁρισμὸ τοῦ Θεοῦ ὁμοιάζει μὲ τυφλὸ ποὺ μετρᾶ στὴν ἄβυσσο τοὺς κόκκους τῆς ἄμμου.

3. Ἡ ἀγάπη, ὡς πρὸς τὴν ποιότητά της εἶναι ὁμοίωσις μὲ τὸν Θεόν, ὅσο βέβαια εἶναι δυνατὸν στοὺς ἀνθρώπους. Ὡς πρὸς τὴν ἐνέργειά της, μέθη τῆς ψυχῆς. Ὡς πρὸς δὲ τὶς ἰδιότητές της, πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως.

4. Ἡ ἀγάπη κυρίως εἶναι ἡ ἀπόρριψις κάθε ἐχθρικῆς καὶ ἀντιθέτου σκέψεως, ἐφ᾿ ὅσον «ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν» (Α´ Κορ. ιγ´ 5). Ἡ ἀγάπη καὶ ἡ ἀπάθεια καὶ ἡ υἱοθεσία μόνο στὴν ὀνομασία διαφέρουν. Ὅπως ταυτίζεται ἡ ἐνέργεια στὸ φῶς, στὴν φωτιὰ καὶ στὴν φλόγα, ἔτσι νὰ σκέπτεσαι ὅτι συμβαίνει καὶ σ᾿ αὐτές. Ὅσο ποσὸν ἀγάπης λείπει, τόσο ποσὸν φόβου ὑπάρχει. Διότι ὅποιος δὲν ἔχει φόβο ἢ εἶναι γεμάτος ἀπὸ ἀγάπη ἢ εἶναι νεκρωμένος ψυχικά.

5. Δὲν εἶναι ἀπρεπὲς ἐὰν ἀπὸ τὰ ἀνθρώπινα πράγματα χρησιμοποιήσωμε παραδείγματα γιὰ τὸν πόθο καὶ τὸν φόβο καὶ τὴν ἐπιμέλεια καὶ τὸν ζῆλο καὶ τὴν δουλεία καὶ τὸν ἔρωτα τοῦ Θεοῦ.

Μακάριος ἐκεῖνος ποὺ ἀπέκτησε τέτοιο πόθο πρὸς τὸν Θεόν, ὡσὰν αὐτὸν ποὺ ἔχει ὁ μανιώδης ἐραστὴς πρὸς τὴν ἐρωμένη του.

Μακάριος ἐκεῖνος ποὺ ἐφοβήθηκε τὸν Κύριον, ὅσο οἱ ὑπόδικοι τὸν δικαστή.

Μακάριος ἐκεῖνος ποὺ ἔδειξε τόση ἐπιμέλεια καὶ φροντίδα στὰ πνευματικά, ὅσο οἱ εὐγνώμονες δοῦλοι στὸν κύριό τους.

Μακάριος ἐκεῖνος ποὺ ἔδειξε τόση ζηλοτυπία γιὰ τὶς ἀρετές, ὅση οἱ σύζυγοι ποὺ προσέχουν ζηλότυπα τὶς γυναῖκες τους.

Μακάριος ἐκεῖνος ποὺ τὴν ὥρα τῆς προσευχῆς ἵσταται ἐμπρὸς στὸν Κύριον ὅπως οἱ ὑπηρέτες ἐμπρὸς στὸν βασιλέα.

Μακάριος ἐκεῖνος ποὺ προσπαθεῖ συνεχῶς νὰ περιποιῆται καὶ νὰ ἀναπαύη τὸν Κύριον ὅπως ἔτυχε νὰ περιποιηθῇ καὶ νὰ ἀναπαύση (σεβαστούς) ἀνθρώπους.

Δὲν προσκολλᾶται τόσο πολὺ ἡ μητέρα στὸ βρέφος ποὺ θηλάζει, ὅσο ὁ υἱὸς τῆς ἀγάπης στὸν Κύριον.

6. Ὁ πραγματικὸς ἐραστὴς φέρνει πάντοτε στὸν νοῦ του τὸ πρόσωπο τοῦ ἀγαπημένου του καὶ τὸ ἐναγκαλίζεται μυστικὰ μὲ ἡδονή. Αὐτὸς ποτέ, οὔτε καὶ στὸν ὕπνο του δὲν μπορεῖ νὰ ἡσυχάση, ἀλλὰ καὶ ἐκεῖ βλέπει τὸ ποθητὸ πρόσωπο καὶ συνομιλεῖ μαζί του. Ἔτσι συμβαίνει στὸν σωματικὸ ἔρωτα. Ἔτσι συμβαίνει καὶ σ᾿ αὐτοὺς ποὺ ἂν καὶ ἔχουν σῶμα εἶναι ἀσώματοι (καὶ ἀσκοῦν τὸν πνευματικὸ ἔρωτα).

7. Κάποιος ποὺ ἐκτυπήθηκε ἀπὸ αὐτὸ τὸ βέλος ἔλεγε γιὰ τὸν ἑαυτό του - πράγμα ποὺ μὲ κάνει νὰ θαυμάζω - : «Ἐγὼ καθεύδω» ἀπὸ τὴν ἀνάγκη τῆς φύσεως, «ἡ δὲ καρδία μου ἀγρυπνεῖ» ἀπὸ τὸ πλῆθος τοῦ ἔρωτος (πρβλ. Ἆσμα ε´ 2).

8. Πρέπει νὰ σημειώσης καὶ τοῦτο, ὡς ἀφωσιωμένε φίλε, ὅτι ἀφοῦ ἡ ψυχὴ σὰν ἄλλη ἔλαφος ἐξοντώση τὰ δηλητηριώδη ἑρπετὰ τῶν παθῶν, τότε «ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον» (πρβλ. Ψαλμ. πγ´ 3), διότι πληγώνεται σὰν μὲ δηλητήριο ἀπὸ τὸ πῦρ τῆς ἀγάπης (1).

9. Ἐκεῖνο ποὺ προξενεῖ ἡ πείνα εἶναι κάτι ποὺ δὲν φαίνεται καὶ δὲν ἐκδηλώνεται. Ἐκεῖνο ὅμως ποὺ προξενεῖ ἡ δίψα εἶναι κάτι τὸ ἔντονο καὶ φανερὸ ποὺ κάνει ἔκδηλο σὲ ὅλους τὸν ἐσωτερικὸ φλογισμό. Γι᾿ αὐτὸ καὶ ἐκεῖνος ποὺ ἐπόθει τὸν Θεὸν ἔλεγε: «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα» (Ψαλμ. μα´ 3).

10. Ἐὰν τὸ πρόσωπο ποὺ ἀγαποῦμε γνήσια, μᾶς μεταβάλλη ἐξ ὁλοκλήρου μὲ τὴν παρουσία του καὶ μᾶς κάνη φαιδροὺς καὶ χαρωποὺς καὶ χωρὶς λύπη, τί δὲν θὰ προξενῆ ἄραγε τὸ πρόσωπο τοῦ Δεσπότου, ὅταν ἐπισκέπτεται μυστικὰ τὴν καθαρὴ ψυχή;

11. Ὁ φόβος, ὅταν εἰσχωρήσῃ πραγματικὰ σὲ μία ψυχή, λυώνει καὶ κατατρώγει τὰ ρυπαρὰ πάθη τῆς σαρκός. «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου», λέγει σχετικὰ ὁ Ψαλμῳδὸς (Ψαλμ. ριη´ 120). Ἐνῷ ἡ ὁσία ἀγάπη, ἄλλους συνηθίζει νὰ τοὺς κατατρώγη, ὅπως εἶπε ὁ σοφός: «Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας»· δηλαδὴ «μᾶς ἐπλήγωσες στὴν καρδιά» (Ἆσμα δ´ 9). Ἄλλους τοὺς κάνει ὡρισμένες φορὲς νὰ ἀγάλλωνται καὶ νὰ λάμπουν ἀπὸ χαρά, ὅπως πάλι ἀναφέρεται στὴν Γραφή: «Ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου» (Ψαλμ. κζ´ 7). Καί· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει» (Παρ. ιε´ 13).

Ὅταν λοιπὸν ὁλόκληρος ὁ ἄνθρωπος συγχωνευθῇ κάπως μὲ τὴν ἀγάπη τοῦ Θεοῦ, τότε καὶ ἐξωτερικὰ στὸ σῶμα του σὰν σὲ καθρέπτη δείχνει τὴν ἐσωτερικὴ λαμπρότητα τῆς ψυχῆς. Κατ᾿ αὐτὸν τὸν τρόπο ἐδοξάσθη καὶ ἐκεῖνος ὁ θεόπτης, ὁ Μωϋσῆς. Ὅσοι κατέκτησαν τὴν ἰσάγγελη αὐτὴ βαθμίδα, ξεχνοῦν πολλὲς φορὲς τὴν σωματικὴ τροφή. Καὶ νομίζω ὅτι δὲν τὴν ἐπιθυμοῦν καὶ τόσο συχνά, πράγμα ὄχι ἀπίστευτο, ἀφοῦ συμβαίνει καὶ ὁ μὴ κατὰ Θεὸν πόθος νὰ κόβη πολλὲς φορὲς τὴν ἐπιθυμία τοῦ φαγητοῦ.

Αὐτῶν ποὺ ἔφθασαν πλέον σὲ τέτοια ἀφθαρσία νομίζω ὅτι καὶ τὸ σῶμα τους δὲν θὰ ἀσθενῆ τόσο εὔκολα. Διότι κατὰ κάποιον τρόπο ἐξαγνίσθηκε πλέον καὶ ἀφθαρτοποιήθηκε. Ἡ φλόγα δηλαδὴ τῆς ἁγνότητος ἔσβησε τὴν φλόγα τῶν σαρκικῶν παθῶν καὶ ἀσθενειῶν. Νομίζω ἀκόμη ὅτι καὶ τὸ φαγητὸ ποὺ τρώγουν δὲν τοὺς προξενεῖ καμμία εὐχαρίστησι. Διότι ὅπως οἱ ὑπόγειες φλέβες τοῦ νεροῦ ποτίζουν μυστικὰ τὶς ρίζες τῶν φυτῶν, ἔτσι καὶ τὶς ψυχὲς αὐτῶν τῶν ἀνθρώπων τὶς τρέφει μυστικὰ τὸ οὐράνιο πῦρ.

12. Ἡ αὔξησις τοῦ φόβου εἶναι ἀρχὴ τῆς ἀγάπης. Καὶ τὸ τέλος τῆς ἁγνείας εἶναι προϋπόθεσις τῆς θεολογίας. Ἐκεῖνος ποὺ ἕνωσε τελείως τὶς αἰσθήσεις του μὲ τὸν Θεόν, μυσταγωγεῖται στὴν θεολογία ἀπὸ τὸν ἴδιο τὸν Θεόν. Ἐὰν ὅμως οἱ αἰσθήσεις δὲν ἔχουν ἑνωθῆ μὲ τὸν Θεόν, εἶναι δύσκολο καὶ ἐπικίνδυνο νὰ θεολογῆ κανείς (2).

13. Ὁ ἐνυπόστατος Λόγος τοῦ Θεοῦ Πατρός, σὲ ἐκεῖνον ποὺ θὰ κατοικήση, θὰ χαρίση τελεία ἁγνότητα καὶ καθαρότητα, νεκρώνοντας τὸν θάνατο, (δηλαδὴ τὰ πάθη ποὺ νεκρώνουν τὴν ψυχή). Μετὰ ἀπὸ τὴν νέκρωσι αὐτή, ὁ μαθητὴς τοῦ Χριστοῦ φωτίζεται καὶ γίνεται γνώστης τῆς θεολογίας. (Ὁ ἁγνὸς γνωρίζει τὸν Ἁγνόν), ἐφ᾿ ὅσον «ὁ Λόγος Κυρίου, δηλαδὴ ὁ Υἱὸς τοῦ Κυρίου καὶ Θεοῦ, ἁγνός (ἐστι) διαμένων εἰς αἰώνα αἰῶνος» (πρβλ. Ψαλμ. ια´ 7, ιη´ 10). Καὶ ὅποιος δὲν ἐγνώρισε κατ᾿ αὐτὸν τὸν τρόπο τὸν Θεόν, ὁμιλεῖ περὶ Θεοῦ «στοχαστικῶς».

14. Ἡ ἁγνεία ἀνέδειξε θεολόγο τὸν μαθητή (3), ὁ ὁποῖος μὲ τὴν ἁγνεία του αὐτὴ ἀξιώθηκε νὰ κηρύξη καὶ νὰ στερεώση τὰ δόγματα τῆς Ἁγίας Τριάδος.

15. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν Κύριον, ἔχει προηγουμένως ἀγαπήσει τὸν ἀδελφό του. Τὸ δεύτερο ὁπωσδήποτε εἶναι ἀπόδειξις τοῦ πρώτου. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν πλησίον του, ποτὲ δὲν θὰ ἀνεχθῇ ἀνθρώπους ποὺ καταλαλοῦν. Θὰ φύγῃ δὲ μακρυὰ ἀπὸ αὐτοὺς σὰν ἀπὸ φωτιά. Ἐκεῖνος ποὺ λέγει ὅτι ἀγαπᾶ τὸν Κύριον καὶ συγχρόνως ὀργίζεται κατὰ τοῦ ἀδελφοῦ του, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ τρέχει στὸν ὕπνο του!

16. Ἡ δύναμις τῆς ἀγάπης εἶναι ἡ ἐλπίς, διότι μὲ αὐτὴν περιμένομε τὸν μισθὸ τῆς ἀγάπης. Ἡ ἐλπὶς εἶναι «ἀδήλου πλούτου πλοῦτος», (δηλαδὴ πλοῦτος ἑνὸς πλούτου ποὺ δὲν φαίνεται). Ἡ ἐλπὶς εἶναι ἀσφαλὴς ἀπόκτησις θησαυροῦ πρὶν ἀπὸ τὴν ἀπόκτησί του. Αὐτὴ εἶναι ἀνάπαυσις καὶ ἀνακούφισις ἀπὸ τοὺς κόπους. Αὐτὴ εἶναι ἡ θύρα τῆς ἀγάπης. Αὐτὴ φονεύει τὴν ἀπόγνωσι. Αὐτὴ εἰκονίζει ἐμπρός μας τὰ πράγματα ποὺ εὑρίσκονται μακρυά. Ἔλλειψις τῆς ἐλπίδος σημαίνει ἀφανισμὸς τῆς ἀγάπης. Σ᾿ αὐτὴν εἶναι δεμένοι οἱ πόνοι, σ᾿ αὐτὴν εἶναι κρεμασμένοι οἱ κόποι, αὐτὴν περικυκλώνει τὸ ἔλεος τοῦ Θεοῦ.

17. Ὁ εὔελπις μοναχὸς εἶναι σφάκτης τῆς ἀκηδίας, τὴν ὁποία κατανικᾶ μὲ τὴν μάχαιρα τῆς ἐλπίδος. Ἡ ἐλπὶς γεννᾶται ἀπὸ τὴν γεῦσι καὶ τὴν ἐμπειρία τῶν δώρων τοῦ Κυρίου. Διότι αὐτὸς ποὺ δὲν τὰ ἐγεύθηκε, ἔχει δισταγμούς. Τὴν ἐλπίδα τὴν ἐξαφανίζει ὁ θυμός, διότι ὅπως λέγει ἡ Γραφή, «ἡ ἐλπὶς οὐ καταισχύνει» (Ρωμ. ε´ 5), ἐνῷ «ἀνὴρ θυμώδης οὐκ εὐσχήμων» (Πάρμ. ια´ 25).

18. Ἡ ἀγάπη χορηγεῖ τὴν χάρι τῆς προφητείας, ἡ ἀγάπη παρέχει τὴν δύναμι τῆς θαυματουργίας, ἡ ἀγάπη εἶναι ἡ ἄβυσσος τῆς θείας ἐλλάμψεως, ἡ ἀγάπη εἶναι ἡ πηγὴ τοῦ θεϊκοῦ πυρὸς – ὅσο περισσότερο πῦρ ἀναβλύζει, τόσο περισσότερο καταφλέγει ἐκεῖνον ποὺ διψᾶ. Ἡ ἀγάπη εἶναι ἡ στάσις καὶ ἡ ἑδραίωσις τῶν Ἀγγέλων, ἡ πρόοδος εἰς τοὺς αἰῶνες ὅλων τῶν ἐκλεκτῶν τοῦ Θεοῦ.

«Ἀνάγγειλέ μας, ὦ σὺ ἡ ὡραία ἀνάμεσα στὶς ἀρετές, ποῦ βόσκεις τὰ πρόβατά σου; Ποῦ κατασκηνώνεις τὸ μεσημέρι;» (πρβλ. Ἆσμα α´ 7). «Φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς». Ἐπιθυμοῦμε πιὰ νὰ ἀνεβοῦμε κοντά σου. Διότι ἐσὺ κυριαρχεῖς σὲ ὅλα. Τώρα μοῦ ἐπλήγωσες τὴν καρδία καὶ δὲν μπορῶ νὰ ἀνθέξω στὴν φλόγα σου. Γι᾿ αὐτὸ θὰ σὲ ὑμνήσω καὶ θὰ προχωρήσω: Ἐσὺ κυριαρχεῖς ἐπάνω στὴν δύναμι τῆς θαλάσσης, ἐσὺ καταπραΰνεις καὶ νεκρώνεις τὴν ταραχὴ τῶν κυμάτων της. Ἐσὺ ταπεινώνεις καὶ καταρρίπτεις ὡς τραυματία τὸν ὑπερήφανο λογισμό. Μὲ τὸν ἰσχυρό σου βραχίονα διασκορπίζεις τοὺς ἐχθρούς σου (πρβλ. Ψαλμ. πη´ 10-11) καὶ ἀναδεικνύεις ἀνικήτους τους ἰδικούς σου ἐραστὰς.

» Καὶ βιάζομαι νὰ μάθω πῶς σὲ εἶδε ὁ Ἰακὼβ ἐπάνω στὴν κορυφὴ τῆς κλίμακος. Ἐρωτῶ νὰ μάθω γι᾿ αὐτὴν τὴν ἀνάβασι. Πές μου, πῶς ἦταν ὁ τρόπος καὶ ἡ σύνθεσις στὴν διάταξι τῶν βαθμίδων; Τῶν βαθμίδων τῆς ἀναβάσεως ἐκείνης, τὴν ὁποία ἔβαλε στὸν νοῦ καὶ στὴν καρδία του νὰ ἐπιχειρήση ὁ ἐραστής σου; (πρβλ. Ψαλμ. πγ´ 6). Διψῶ ἀκόμη νὰ μάθω, ποιὸς ἦταν ὁ ἀριθμὸς τῶν βαθμίδων, καὶ πόσος χρόνος ἐχρειαζόταν γιὰ τὴν ἀνάβασι. Διότι τοὺς μὲν χειραγωγοὺς τῆς ἀναβάσεως, (τοὺς Ἀγγέλους δηλαδή), τοὺς ἀνήγγειλε αὐτὸς ποὺ σὲ εἶδε καὶ ἐπάλαιψε μαζί σου (4), ἀλλὰ γιὰ τίποτε ἄλλο δὲν θέλησε ἢ μᾶλλον δὲν κατώρθωσε νὰ μᾶς διαφωτίση».

Ἐκείνη δὲ -ἂν καὶ θεωρῶ καλύτερο νὰ εἰπῶ Ἐκεῖνος (5)- ἡ βασίλισσα, σὰν νὰ ἔσκυψε ἀπὸ τὸν οὐρανό, ἔλεγε στὰ αὐτιὰ τῆς ψυχῆς μου:

«Ἐάν, ὦ ἐραστά, δὲν λυθῆς ἀπὸ τὴν παχύτητα τοῦ σώματος, δὲν θὰ μπορέσης νὰ γνωρίσης τὸ κάλλος τοῦ προσώπου μου. Ἡ κλίμαξ ἂς σὲ διδάσκη τὴν πνευματικὴ σύνθεσι τῶν ἐπὶ μέρους ἀρετῶν. Στὴν κορυφὴ δὲ αὐτῆς τῆς κλίμακος εἶμαι στηριγμένη ἐγώ, καθὼς τὸ εἶπε ὁ μεγάλος μύστης μου, (ὁ Ἀπόστολος Παῦλος): «Νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη» (Α´ Κορ. ιγ´ 13).

----------

1. Γιὰ τὴν κατανόησι τῆς φράσεως αὐτῆς πρέπει νὰ σημειωθῇ, ὅτι σύμφωνα μὲ μία λανθασμένη ἀντίληψι τῶν ἀρχαίων (βλέπε σχόλιο 1, λόγου ΚΕ´) ἡ ἔλαφος κατατρώγει τοὺς ὄφεις, τὸ δὲ δηλητήριό τους μέσα στὸν ὀργανισμό της δημιουργεῖ φλόγωσι καὶ ἀφόρητη δίψα, ὥστε νὰ ἐπιποθῇ «ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων». Ἐδῶ χαρακτηρίζεται ὡς ἔλαφος ἡ ψυχὴ ποὺ ἀνέβηκε στὶς βαθμίδες τῆς ταπεινοφροσύνης καὶ τῆς ἀπαθείας καὶ προχωρεῖ τώρα γεμάτη δίψα καὶ θεῖο πόθο πρὸς τὴν κορυφὴ τῆς ἀγάπης.

2. Ἐὰν δηλαδὴ ὁ ἄνθρωπος δὲν καταστῆ ἡγιασμένο δοχεῖο τῆς Χάριτος, δὲν μπορεῖ νὰ γίνῃ θεολόγος. «Πᾶσα προσπάθεια τοῦ ἀνθρώπου -παρατηρεῖ σύγχρονος θεολόγος- ὅπως γίνῃ μέτοχος τῆς θεολογίας αὐτοδυνάμως, ἐν τῇ αὐταρκείᾳ τῆς ἐκπεσούσης αὐτοῦ φύσεως καὶ τῶν διεσπασμένων καὶ φύσει ἄλλωστε περιωρισμένων αὐτοῦ δυνατοτήτων εἶναι ἀνέφικτος. . . [Καὶ ἀντὶ θεολογίας ἔχομεν τότε] τὸν περὶ Θεοῦ θνητὸν ἀνθρώπινον λόγον, ἐντὸς τοῦ ὁποίου κυοφορεῖται ἐν πολλοῖς τὸ σκάνδαλον μιᾶς ἁμαρτανούσης θεολογίας, ἡ ὁποία ἀντὶ τῆς ζωῆς εἶναι φορεὺς τοῦ θανάτου» (Κ. Μουρατίδης, «Κοινωνία» ΙΖ´ 2, σελ. 59).

3. Ἐννοεῖ τὸν ἅγιο Ἰωάννη τὸν Εὐαγγελιστή.

4. Πρόκειται γιὰ τὸν πατριάρχη Ἰακώβ. Τὸ περιστατικὸ τῆς πάλης του μὲ τὸν Θεὸν περιγράφεται στὴν Γένεσι, λβ´ 24-31.

5. «Ἐκεῖνος», δηλαδὴ ὁ Θεός, ἐφ᾿ ὅσον «Ὁ Θεὸς ἀγάπη ἐστίν» (Α´ Ἰωάν. δ´ 16)

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ EΝΑΤΟΣ Περὶ ἀπαθείας


Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας,
καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς
πρὸ τῆς κοινῆς ἀναστάσεως.

1. (1148.) Ἰδοὺ λοιπὸν καὶ ἡμεῖς οἱ τεθέντες ἐν λάκκῳ ἀγνωσίας βαθυτάτῳ καὶ σκοτεινοῖς πάθεσι, καὶ σκιᾷ θανάτου τούτου τοῦ σώματος, περὶ τοῦ ἐπιγείου οὐρανοῦ ἐκ θρασύτητος φιλοσοφεῖν ἀρχόμεθα. Ἔχει μὲν γὰρ τὸ στερέωμα τοὺς ἀστέρας κάλλος, ἡ δὲ ἀπάθεια τὰς ἀρετὰς κόσμον· οὐδὲν γὰρ ἕτερόν τι ἔγωγε ἀπάθειαν ὑπείληφα εἶναι· ἀλλ᾿ ἢ ἐγκάρδιον νοὸς οὐρανόν, τὰς τῶν δαιμόνων πανουργίας, ἀθύρματα λοιπὸν λογιζόμενον.

2. Ἀπαθὴς μὲν οὖν κυρίως καὶ ὑπάρχει, καὶ γνωρίζεται, ὁ τὴν σάρκα μὲν ἄφθαρτον ποιήσας, τὸν δὲ νοῦν τῆς κτίσεως ἀνυψώσας, τὰς δὲ πάσας αἰσθήσεις τούτῳ ὑποτάξας· τῷ δὲ προσώπῳ Κυρίου τὴν ψυχὴν παραστήσας ὑπὲρ τὴν ἑαυτῆς ἰσχὺν πρὸς αὐτὸν ἀεὶ ἐπεκτεινομένης.

3. Τινὲς δὲ πάλιν ἀπάθειαν εἶναι ὁρίζονται ἀνάστασιν ψυχῆς πρὸ τοῦ σώματος· ἄλλοι δὲ ἐπίγνωσιν Θεοῦ τελείαν, ἀγγέλων δευτέραν·

4. αὕτη οὖν ἡ τελεία τῶν τελείων ἀτέλεστος τελειότης καθά μοί τις αὐτῆς γευσάμενος ὑφηγήσατο, οὕτω λοιπὸν τὸν νοῦν ἁγιάζει, καὶ τῶν ὑλῶν ἀφαρπάζει, ὡς τὸ πολὺ τῆς ἐν σαρκὶ ζωῆς, μετὰ τὴν κατάληψιν μέντοι τοῦ οὐρανίου λιμένος, ἐν οὐρανῷ ἐξεστηκότα αὐτὸν πρὸς θεωρίαν ἀνυψοῖ· περὶ οὗ καί φησί που ὁ πεῖραν ἴσως εἰληφὼς, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· τοιοῦτον ἔγνωμεν καὶ τὸν Αἰγύπτιον, τὸν μὴ ἐῶντα τὰς ἑαυτοῦ χεῖρας ἐπὶ πολὺ τεταμένας ἐν προσευχῇ, ἡνίκα ἂν μετά τινων προσηύχετο.

5. Ἔστιν ἀπαθής, καὶ ἔστιν ἀπαθοῦς ἀπαθέστερος. Ὁ μὲν γὰρ ἰσχυρῶς μισεῖ τὰ πονηρὰ, ὁ δὲ ἀπλείστως πλουτεῖ ἐν ἀρεταῖς,

6. καὶ ἡ ἁγνεία ἀπάθεια λέγεται, καὶ εἰκότως. Προοίμιον γὰρ τῆς κοινῆς ἀναστάσεως καὶ ἀφθαρσίας φθαρτῶν.

7. Ἀπάθειαν ἔδειξεν ὁ εἰπών· Νοῦν Κυρίου κέκτημαι. Ἀπάθειαν ἔδειξεν ὁ εἰπὼν Αἰγύπτιος, μὴ φοβεῖσθαι τὸν Κύριον. Ἀπάθειαν ἔδειξεν ὁ ἀνθυποστρέψαι τὰ πάθη εὐξάμενος. Τίς πρὸ τῆς μελλούσης λαμπρότητος, ὡς ὁ Σύρος ἐκεῖνος ἀπαθείας ἠξίωται; Ὁ μὲν γὰρ Δαυῒδ ὁ περίφημος ἐν προφήταις· Ἄνες μοι, φησὶν πρὸς (1149.) Κύριον, ἵνα ἀναψύξω. Ὁ δὲ τοῦ Θεοῦ ἀθλητής· Ἄνες τὰ κύματα τῆς χάριτός σου.

8. Ἀπάθειαν ἔχει ψυχὴ, ἡ οὕτως ποιωθεῖσα ταῖς ἀρεταῖς, ὡς οἱ ἐμπαθεῖς ταῖς ἡδοναῖς.

9. Εἰ τοῦτο ὅρος γαστριμαργίας, τὸ, καὶ μὴ ὀρεγόμενον βιάζεσθαι, τοῦτο πάντως ὅρος ἐγκρατείας, τὸ καὶ πεινῶσαν τὴν φύσιν ἀνυπεύθυνον οὖσαν ἐπικρατεῖν.

Εἰ τοῦτο ὅρος λαγνείας, τὸ, καὶ ἐπὶ ζώοις καὶ ἀψύχοις μαίνεσθαι· τοῦτο ὅρος ἁγνείας, τὸ, ἐπὶ πᾶσιν ὡς ἀψύχοις τῇ αἰσθήσει διακεῖσθαι.

Εἰ τοῦτο φιλαργυρίας πέρας, τὸ, μηδέποτε τοῦ συναθροίζειν παύεσθαι, ἢ κορέννυσθαι· τοῦτο ἀκτημοσύνης, τὸ, μηδὲ τοῦ σώματος φείσασθαι τοῦ ἰδίου. Εἰ τοῦτο ἀκηδίας πέρας, τὸ, ἐν πάσῃ ὑπάρχοντα ἀνέσει ὑπομονὴν μὴ κεκτῆσθαι· τοῦτο ὑπομονῆς, τὸ, ἐν θλίψει ὄντα, ἄνεσιν ἔχειν λογίζεσθαι.

Εἰ τοῦτο ὀργῆς πέλαγος, τὸ καὶ μηδενὸς παρόντος θηριοῦσθαι· τοῦτο μακροθυμίας τοῦ ἀπόντος, τοῦ λοιδοροῦντος καὶ παρόντος ὡσαύτως γαλιᾷν [γαληνιᾷν].

Εἰ τοῦτο κενοδοξίας ὕψος, τὸ καὶ μηδενὸς παρόντος τοῦ ἐπαινεῖν ὀφείλοντος κενοδοξίας ἔργα σχηματίζεσθαι, τοῦτο πάντως ἀκενοδοξίας εἶδος, τὸ μηδέποτε ἐν παρουσίαις τὴν ἔννοιαν κλέπτεσθαι. Εἰ τοῦτο εἶδος ἀπωλείας, εἴγουν ὑπερηφανίας τὸ ἐν εὐτελεῖ σχήματι ἐπαίρεσθαι, τοῦτο σωτηριῶδες ταπεινώσεως τεκμήριον, τὸ ἐν ὑψηλοῖς ἐγχειρήμασι, καὶ κατορθώμασι ταπεινὸν ἔχειν φρόνημα.

Καὶ εἰ τοῦτο ἐμπαθείας παντελοῦς τεκμήριον, τὸ πᾶσι τοῖς ὑπὸ δαιμόνων ὑποσπειρομένοις σχεδὸν ὀξέως ὑπείκειν. Ἐγὼ τοῦτο τῆς ἁγίας ἀπαθείας ὑπείληφα γνώρισμα, τὰ δύνασθαι ἐναργῶς λέγειν· Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, οὐδὲ πῶς ἐλήλυθεν, οὐδὲ τίνος ἕνεκα, οὐδὲ πῶς ἀπελήλυθεν, ἀλλ᾿ ὅλος λοιπὸν ἀναισθήτως πρὸς τὰ τοιαῦτα ἔχω· ἡνωμένος ὅλος ὢν, καὶ ἀεὶ ἐσόμενος Θεῷ.

10. Ὁ τοιαύτης καταστάσεως ἠξιωμένος, ἔτι ὢν ἐν σαρκὶ, αὐτὸν τὸν ἐνοικοῦντα ἀεὶ ἐν ἅπασι λόγοις, καὶ ἔργοις, καὶ διανοήμασιν ἔχει κυβερνῶντα. Ὅθεν λοιπὸν καὶ ὡς φωνῆς τινος, τῆς τοῦ Κυρίου βουλήσεως ἔνδον διὰ φωτισμοῦ ἀντιλαμβάνεται, πάσης διδασκαλίας ἀνθρωπίνης ὑψηλότερος γενόμενος· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; οὐ γὰρ φέρω λοιπὸν τοῦ πόθου τὴν ἐνέργειαν· ἀλλὰ ζητῶ, ὅπερ ἀθάνατον κάλλος πρὸ τῆς πηλοῦ μοι δέδωκας.

11. Ὁ ἀπαθής, τί δεῖ πολλὰ λέγειν; ζῇ μὲν οὐκ ἔτι αὐτὸς, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστὸς, καθά φησιν ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τετελεκὼς, καὶ τὴν πίστιν τετηρηκὼς ὀρθόδοξον.

12. Οὐ συνίσταται διάδημα βασιλέως ἐξ ἑνὸς λίθου, καὶ οὐ τελειοῦται ἀπάθεια, ἂν μιᾶς ἀρετῆς καὶ τῆς τυχούσης ἀμελήσωμεν·

13. ἀπάθειαν μὲν νοήσεις, τὸ τοῦ ἐπουρανίου βασιλέως ἐν οὐρανοῖς παλάτιον. Πολλὰς δὲ μονὰς τὰς ἔνδον τῆς πόλεως ταύτης (1152.) κατασκηνώσεις. Τεῖχος τὴν Ἱερουσαλὴμ, τὴν τῶν πταισμάτων ἄφεσιν. Δράμωμεν, ἀδελφοὶ, τῆς ἐν τῷ νυμφῶνι τοῦ παλατίου εἰσόδου τυχεῖν· εἰ δὲ ἔκ τινος ἢ φορτίου προλήψεως, ὢ τῆς συμφορᾶς!ἢ χρόνου προκατελήφθημεν, κἂν μονήν τινα πέριξ τοῦ νυμφῶνος προφθάσωμεν. Εἰ δὲ ἔτι ὀκλάζομεν, ἢ παρειμένοι τυγχάνομεν, κἂν ἐντὸς τοῦ τείχους παντὶ τρόπῳ γενώμεθα· ὁ γὰρ πρὸ τέλους ἐκεῖ μὴ εἰσελθὼν, μᾶλλον δὲ μὴ ὑπερβεβηκὼς ἐν ἐρημίᾳ αὐλισθήσεται. Διὰ τοῦτό τις ηὔχετο λέγων· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Καὶ ἕτερος ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Οὐχ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ διαχωρίζουσαι ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Διακόψωμεν, ὦ φίλοι, τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ διὰ παρακοῆς κακῶς ᾠκοδομήσαμεν· λάβωμεν ἐντεῦθεν λύσιν τοῦ χρέους, διότι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ δυνάμενος ἰάσασθαι. Σχολάσωμεν, ἀδελφοὶ, καὶ γὰρ σχολασταὶ ἀπεγράφημεν· οὐκ ἔστι πτῶμα, οὐκ ἔστι καιρόν, οὐκ ἔστι φορτίον προφασίσασθαι· ὅσοι γὰρ ἔλαβον τὸν Κύριον διὰ λούτρου παλιγγενεσίας, ἔδωκε αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, εἰπών· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ ἡ ἀπάθεια. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀνιστᾷ μὲν ἀπὸ γῆς εἰς οὐρανὸν πένητα νοῦν· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχὸν ἡ μακαρία ἀπάθεια· ἡ δὲ πανύμνητος ἀγάπη ποιεῖ αὐτὸν τοῦ καθίσαι μετὰ ἀρχόντων, ἁγίων ἀγγέλων, μετὰ ἀρχόντων λαοῦ Κυρίου.
   
(Διὰ τὸν ἐπίγειον οὐρανόν, τὴν θεομίμητον ἀπάθειαν
καὶ τελειότητα καὶ ἀνάστασιν τῆς ψυχῆς,
πρὸς τῆς κοινῆς ἀναστάσεως)
ΜΕΤΑΦΡΑΣΗ
ΝΑ ΛΟΙΠΟΝ ποὺ καὶ ἐμεῖς ποὺ εὑρισκόμαστε στὸν βαθύτατο λάκκο τῆς ἀγνωσίας καὶ στὶς σκοτεινὲς περιοχὲς τῶν παθῶν καὶ στὴν σκιὰ τοῦ θανάτου τούτου τοῦ σώματος, ἐπιχειροῦμε μὲ θρασύτητα νὰ φιλοσοφήσωμε γιὰ τὸν ἐπίγειο οὐρανό, (δηλαδὴ τὴν ἀπάθεια). Τὸ στερέωμα τοῦ οὐρανοῦ ἔχει βεβαίως ὡς ὡραιότητα τοὺς ἀστέρες, ἀλλὰ ἡ ἀπάθεια ἔχει ὡς στολισμὸ τὶς ἀρετές. Ἐγὼ τουλάχιστον νομίζω ὅτι ἡ ἀπάθεια δὲν εἶναι τίποτε ἄλλο παρὰ «ἐγκάρδιος οὐρανὸς τοῦ νοός», ὁ ὁποῖος λογαριάζει γιὰ παιγνίδια τὶς πανουργίες τῶν δαιμόνων.

2. Εἶναι καὶ διακρίνεται πραγματικὰ ὡς ἀπαθής, ἐκεῖνος ποὺ ἀφθαρτοποίησε τὴν σάρκα του, ποὺ ἀνύψωσε τὸν νοῦ του ἐπάνω ἀπὸ τὴν ὁρατὴ κτίσι καὶ ὑπέταξε σ᾿ αὐτὸν ὅλες τὶς αἰσθήσεις, ποὺ παρέστησε τὴν ψυχή του ἐμπρὸς στὸ πρόσωπο τοῦ Κυρίου καὶ ποὺ προχωρεῖ συνεχῶς καὶ πλησιάζει τὸν Κύριον ὑπηρετώντας Τον μὲ ζῆλο ὑπερανθρώπινο. Μερικοὶ πάλι ὁρίζουν τὴν ἀπάθεια ὡς ἀνάστασι τῆς ψυχῆς πρὶν ἀπὸ τὴν ἀνάστασι τοῦ σώματος. Καὶ ἄλλοι ὡς τελεία ἐπίγνωσι τοῦ Θεοῦ, δευτέρα κατὰ σειράν, μετὰ τὴν ἐπίγνωσι ποὺ ἔχουν οἱ Ἄγγελοι.

3. Αὐτὴ λοιπὸν ἡ ἀπάθεια, «ἡ τελεία τῶν τελείων ἀτέλεστος τελειότης» (1), καθὼς μοῦ ἐξήγησε κάποιος ποὺ τὴν εἶχε δοκιμάσει, τόσο πολὺ ἁγιάζει τὸν νοῦ καὶ τὸν ἁρπάζει ἀπὸ τὰ ὑλικά, ὥστε τὸ περισσότερο μέρος τῆς ἐπιγείου ζωῆς του, μετὰ τὴν ἄφιξι βεβαίως στὸ οὐράνιο λιμάνι τῆς ἡσυχίας, τὸ ζῆ κανεὶς σὰν νὰ εὑρίσκεται στὸν οὐρανό, καὶ ἀνυψώνεται ἐκστατικός σε οὐράνιες θεωρίες· πράγμα γιὰ τὸ ὁποῖο ὁμιλεῖ κάπου ἐπιτυχῶς καὶ ὁ Ψαλμῳδὸς ποὺ τὸ εἶχε γευθῆ: «Ὅτι τοῦ Θεοῦ οἱ κραταιοί, τῆς γῆς σφόδρα ἐπήρθησαν» (Ψαλμ. μς´ 10). Ὡς τέτοιον γνωρίζομεν καὶ τὸν Αἰγύπτιον ἐκεῖνον (ἀσκητή), ὁ ὁποῖος δὲν ἄφινε ἐπὶ πολὺ τὰ χέρια του ἁπλωμένα στὴν προσευχὴ ὅταν προσευχόταν μαζὶ μὲ ἄλλους (2).

4. Ὑπάρχει ὁ ἀπαθής, ἀλλὰ ὑπάρχει καὶ ἀπαθέστερος ἀπὸ τὸν ἀπαθῆ. Ὁ πρῶτος ἀποστρέφεται μὲ ὑπερβολικὸ μίσος τὸ κακό, ἐνῷ ὁ δεύτερος εἶναι ἄπληστος στὸν πλοῦτο τῶν ἀρετῶν. Καὶ ἡ ἁγνεία ἀπάθεια ὀνομάζεται, καὶ πολὺ φυσικά, διότι εἶναι ὁ πρόλογος τῆς κοινῆς ἀναστάσεως καὶ τῆς ἀφθαρτοποιήσεως τῶν φθαρτῶν.

5. Ἀπάθεια ἐφανέρωσε ἐκεῖνος ποὺ εἶπε «νοῦν Κυρίου κέκτημαι» (πρβλ. Α´ Κορ. β´ 16). Ἀπάθεια ἐφανέρωσε ὁ Αἰγύπτιος ποὺ εἶπε ὅτι δὲν φοβεῖται τὸν Κύριον (3). Ἀπάθεια ἐφανέρωσε ἐκεῖνος ποὺ προσευχήθηκε νὰ ἐπιστρέψουν πάλι τὰ πάθη (4). Ποιὸς ἀξιώθηκε πρὶν ἀπὸ τὴν λαμπρότητα τοῦ μέλλοντος αἰῶνος νὰ ἔχη τόση ἀπάθεια, ὅση ἐκεῖνος ὁ Σῦρος (5); Διότι ἐνῷ ὁ περίφημος μεταξὺ τῶν προφητῶν Δαβὶδ ἔλεγε στὸν Κύριον «σταμάτησε τὴν θλίψι μου, γιὰ νὰ ἀνακουφισθῶ» (Ψαλμ. λη´ 14), ὁ Σύρος αὐτὸς ἀθλητὴς τοῦ Θεοῦ ἔλεγε «σταμάτησε τὰ κύματα τῆς χάριτός Σου»!

6. Ἀπάθεια ἔχει ἡ ψυχὴ ποὺ ἐταυτίσθηκε τόσο μὲ τὶς ἀρετές, ὅσο οἱ ἐμπαθεῖς μὲ τὶς ἡδονές.

7. Ἐὰν τὸ ὅριο τῆς γαστριμαργίας εἶναι, νὰ πιέζη κανεὶς τὸν ἑαυτό του νὰ φάγη καὶ χωρὶς νὰ ἔχη ὄρεξι, τότε τὸ ὅριο τῆς ἐγκρατείας εἶναι, καὶ ὅταν πεινᾶ, νὰ συγκρατῆ τὴν φύσι του, παρ᾿ ὅλον ὅτι δὲν εἶναι ἔνοχη γιὰ κάτι.

8. Ἐὰν τὸ ὅριο τῆς λαγνείας εἶναι ἡ μανιώδης διέγερσις καὶ πρὸς τὰ ἄλογα ζῷα καὶ τὰ ἄψυχα ἀντικείμενα, τότε τὸ ὅριο τῆς ἁγνείας εἶναι νὰ τὰ αἰσθάνεται κανεὶς ὅλα καὶ νὰ τὰ ἀντιμετωπίζη σὰν ἄψυχα.

9. Ἐὰν τὸ τέρμα τῆς φιλαργυρίας εἶναι νὰ μὴ παύῃ κανεὶς καὶ νὰ μὴ χορταίνη ποτὲ συναθροίζοντας χρήματα, τότε καὶ τὸ τέρμα τῆς ἀκτημοσύνης εἶναι νὰ μὴ λυπᾶται οὔτε τὸ σῶμα του ἀκόμη.

10. Ἐὰν τὸ τέρμα τῆς ἀκηδίας εἶναι νὰ μὴν ἔχη κανεὶς ὑπομονὴ ἐνῷ ζῆ σὲ πλήρη ἄνεσι, τότε τὸ τέρμα τῆς ὑπομονῆς εἶναι νὰ ζῆ σὲ θλίψι καὶ νὰ θεωρῆ ὅτι ἔχει ἄνεσι.

11. Ἐὰν τὸ πέλαγος τῆς ὀργῆς εἶναι νὰ ἀποθηριώνεται κανεὶς καὶ ὅταν εἶναι μόνος του, τότε τὸ πέλαγος τῆς μακροθυμίας εἶναι νὰ εἶναι ὅμοια γαλήνιος καὶ στὴν ἀπουσία καὶ στὴν παρουσία τοῦ ὑβριστοῦ.

12. Ἐὰν τὸ ὕψος τῆς κενοδοξίας εἶναι νὰ δείχνη κανεὶς ἐπιτηδευμένη ἐπιδεικτικὴ συμπεριφορὰ καὶ ὅταν εἶναι μόνος του, τότε ὁπωσδήποτε τὸ γνώρισμα τῆς ἀκενοδοξίας εἶναι νὰ μὴ κλέπτεται καθόλου ὁ λογισμὸς στὴν παρουσία αὐτῶν ποὺ ἐπαινοῦν.

13. Ἐὰν τὸ γνώρισμα τῆς ἀπωλείας, δηλαδὴ τῆς ὑπερηφανείας, εἶναι νὰ αἰσθάνεται κανεὶς ἔπαρσι καὶ ὅταν ἔχη ταπεινὴ ἐξωτερικὴ ἐμφάνισι, τότε ἡ ἀπόδειξις τῆς σωτηρίου ταπεινώσεως εἶναι νὰ ἔχη ταπεινὸ φρόνημα καὶ στὰ ὑψηλὰ ἐπιτεύγματα καὶ κατορθώματα.

14. Ἐὰν ἡ ἀπόδειξις τῆς τελείας ἐμπαθείας εἶναι νὰ ὑποχωρῆ κανεὶς πάραυτα σχεδὸν στὸ κάθε τί ποὺ ἐνσπείρουν οἱ δαίμονες, τότε ἐγὼ θεωρῶ σὰν γνώρισμα τῆς ἁγίας ἀπαθείας τὸ νὰ μπορῆ κανεὶς νὰ λέγη καθαρά: «Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον» (Ψαλμ. ρ´ 4), οὔτε πῶς ἦλθε οὔτε γιατί ἀπῆλθε· ἀντίθετα νοιώθω πλήρη ἀναισθησία πρὸς ὅλα αὐτά, εἶμαι ὅλος ἑνωμένος μὲ τὸν Θεόν, καὶ πάντοτε θὰ εἶμαι.

15. Ὅποιος ἀξιώθηκε αὐτὴν τὴν κατάστασι, ἐνῷ εὑρίσκεται ἀκόμη στὴν σάρκα του, ἔχει ὡς ἔνοικό του τὸν Θεόν, ὁ ὁποῖος τὸν κυβερνᾶ σὲ ὅλα τὰ λόγια καὶ τὰ ἔργα καὶ τὶς σκέψεις. Ἔτσι ἀκούει μέσα του σὰν κάποια φωνὴ τὸ θέλημα τοῦ Κυρίου ποὺ τὸ ἀντιλαμβάνεται μὲ ἕναν ἐσωτερικὸ φωτισμό, καὶ γίνεται ἀνώτερος ἀπὸ κάθε ἀνθρώπινη διδασκαλία. Λέγει δὲ «πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ»; (Ψαλμ. μα´ 3). Διότι δὲν ἀντέχω περισσότερο τὴν ἐνέργεια τοῦ πόθου μου αὐτοῦ, ἀλλὰ ἐπιζητῶ τὸ ἀθάνατο κάλλος ποὺ μοῦ εἶχες δώσει προτοῦ ἐνδυθῶ τὸ πήλινο αὐτὸ σῶμα (ὅπως κατήντησε μετὰ τὴν παράβασι). Ἀλλὰ τί χρειάζεται νὰ λέγωμε πολλά; Ὁ ἀπαθὴς «ζῆ μὲν οὐκέτι αὐτός, ζῆ δὲ ἐν αὐτῷ Χριστός» (Γαλ. β´ 20), καθὼς λέγει ἐκεῖνος ποὺ ἀγωνίσθηκε τὸν καλὸ ἀγώνα καὶ ἐτελείωσε τὸν δρόμο καὶ ἐτήρησε τὴν πίστι, (δηλαδὴ ὁ Ἀπόστολος Παῦλος).

16. Τὸ στέμμα τοῦ βασιλέως δὲν ἀποτελεῖται ἀπὸ ἕναν μόνο πολύτιμο λίθο. Οὔτε ἡ ἀπάθεια εἶναι τελεία, ἐὰν ἔστω καὶ μία ὁποιαδήποτε ἀρετὴ ἀμελήσωμε.

Ὡς ἀπάθεια νὰ ἐννοήσῃς τὸ οὐράνιο ἀνάκτορο τοῦ ἐπουρανίου Βασιλέως. Ὡς «πολλὰς μονάς» (Ἰωάν. ιδ´ 2) τὶς κατοικίες ποὺ εὑρίσκονται μέσα στὴν πόλι. Καὶ ὡς τεῖχος τῆς ἐπουρανίου αὐτῆς Ἱερουσαλὴμ τὴν ἄφεσι τῶν πταισμάτων.

17. Ἂς τρέξωμε, ἀδελφοί, ἂς τρέξωμε, γιὰ νὰ κατορθώσωμε νὰ εἰσέλθωμε στὸν νυμφώνα τοῦ ἀνακτόρου. Ἐὰν δὲ εἴτε ἀπὸ κάποιο φορτίο εἴτε ἀπὸ κάποια πρόληψι εἴτε ἀπὸ κάποια ἀργοπορία καθυστερήσαμε -ὢ συμφορά μας!- τουλάχιστον ἂς προφθάσωμε κάποια κατοικία γύρω ἀπὸ τὸν νυμφώνα. Ἐὰν δὲ ἀκόμη ἔχουν καμφθῆ καὶ ἀποκάμει τὰ πόδια μας, ἂς φθάσωμε μὲ κάθε τρόπο ἔστω μέσα ἀπὸ τὸ τεῖχος. Διότι ἐκεῖνος ποὺ δὲν θὰ εἰσέλθῃ στὸ τεῖχος ἢ μᾶλλον δὲν θὰ τὸ ὑπερπηδήσῃ πρὸ τοῦ θανάτου του, θὰ παραμείνῃ ἔξω, στὴν ἐρημικὴ περιοχὴ (τῶν δαιμόνων καὶ τῶν παθῶν). Γι᾿ αὐτὸ καὶ κάποιος ἔλεγε στὴν προσευχή του «ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος» (Ψαλμ. ιζ´ 30). Καὶ κάποιος ἄλλος, ἐξ ὀνόματος τοῦ Θεοῦ, ἔλεγε: «Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ διαχωρίζουσαι ἀναμέσον ὑμῶν καὶ ἐμοῦ»; (Ἡσ. νθ´ 2).

18. Ἂς γκρεμίσωμε, ἀγαπητοί μου, τὸ «μεσότοιχον τοῦ φραγμοῦ» (Ἐφεσ. β´ 14), τὸ ὁποῖο κακῶς οἰκοδομήσαμε μὲ τὴν παρακοή μας. Ἂς λάβωμε ἀπὸ ἐδῶ τὴν ἐξόφλησι τοῦ χρέους, διότι στὸν ᾅδη δὲν ὑπάρχει κανεὶς ποὺ νὰ μπορῇ νὰ μᾶς ἀπαλλάξῃ ἀπὸ τὰ ἁμαρτήματα.

19. Ἂς «σχολάσωμε», (ἂς ἀφήσωμε τὰ ἄλλα καὶ ἂς ἀφιερώσωμε χρόνο), ἀπὸ τώρα καὶ στὸ ἑξῆς (γιὰ τὴν ἀπόκτησι τῆς ἀπαθείας). Ἄλλωστε ἔχομε χαρακτηρισθῆ «σχολασταί» (6). Δὲν μπορεῖ κανεὶς νὰ ἀμελῇ καὶ νὰ προφασίζεται εἴτε πτώσεις του εἴτε περιστάσεις εἴτε φορτία· διότι «ὅσοι ἔλαβον τὸν Κύριον –διὰ λουτροῦ παλιγγενεσίας- ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι» (Ἰωάν. α´ 12), καὶ τοὺς εἶπε: «Νὰ σχολάσετε, νὰ ἠρεμήσετε καὶ νὰ γνωρίσετε ὅτι ἐγὼ εἶμαι ὁ Θεὸς καὶ ὅτι ἐγὼ εἶμαι ἡ Ἀπάθεια» (πρβλ. Ψαλμ. με´ 11). Εἰς αὐτὸν τὸν Θεὸν ἀνήκει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀνυψώνει ἀπὸ τὴν γῆ στὸν οὐρανὸ τὸν πένητα νοῦ, καὶ ἀνεγείρει ἀπὸ τὴν κοπρία τῶν παθῶν τὸν πτωχὸ ἄνθρωπο ἡ μακαρία ἀπάθεια. Ἐνῷ ἡ πανύμνητη ἀγάπη τὸν ἀξιώνει νὰ καθήση μαζὶ μὲ τοὺς ἄρχοντας Ἀγγέλους, μὲ τοὺς ἄρχοντας τοῦ λαοῦ τοῦ Κυρίου.

----------

1. Θαυμασία ὅσο καὶ παράδοξη διατύπωσις! Σχετικῶς διαβάζομε στὸ ἔργο περὶ ἡσυχαστικῆς ζωῆς τῶν Καλλίστου καὶ Ἰγνατίου τῶν Ξανθοπούλων: «Καὶ ὁ ἅγιος Ἐφραὶμ ὡς ἑξῆς ὁμιλεῖ περὶ ἀπαθείας καὶ τελειότητος: Οἱ ἀπαθεῖς προχωρώντας ἀσταμάτητα καὶ ἀχόρταγα πρὸς τὸ ὕψιστο ποθούμενο, καθιστοῦν τὴν τελειότητα χωρὶς τέλος. . . Εἶναι τελεία ἡ τελειότης, ὅσον ἀφορᾶ τὰ μέτρα καὶ τὶς δυνάμεις τοῦ ἀνθρώπου. Καὶ εἶναι χωρὶς τέλος, διότι ξεπερνᾶ τὸν ἑαυτό της μὲ τὴν καθημερινὴ πρόοδο καὶ διότι ὑψώνεται συνεχῶς μὲ τὶς πρὸς τὸν Θεὸν ἀναβάσεις» (Φιλοκαλία, Δ´, σελ. 281).

2. Ἐννοεῖ τὸν ἀββᾶ Τιθόη, γιὰ τὸν ὁποῖον τὸ «Γεροντικὸν» γράφει: «Εἰ μὴ ταχέως κατέφερε τὰς χεῖρας αὐτοῦ, ὅτε ἴστατο εἰς προσευχήν, ἡρπάζετο ὁ νοῦς αὐτοῦ ἄνω». -Ἡ ἀρπαγὴ τοῦ νοὸς στὴν προσευχὴ ὑποδηλοῖ ὕψιστο σημεῖο πνευματικῆς προόδου - («Γεροντικόν», ἐκδ. Π.Β. Πάσχου, σελ. 122).

3. Δηλαδὴ ὁ Μέγας Ἀντώνιος. «Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος -γράφει τὸ «Γεροντικόν», σελ. 4- ἐγὼ οὐκέτι φοβοῦμαι τὸν Θεόν, ἀλλ᾿ ἀγαπῶ αὐτόν· ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον».

4. Ἐννοεῖ τὸν ἀββᾶ Ἰωάννη τὸν Κολοβό. Σχετικῶς βλέπε «Γεροντικόν», σελ. 45-46.

5. Πρόκειται γιὰ τὸν ὅσιο Ἐφραὶμ τὸν Σύρο. Περὶ αὐτοῦ ὁμιλεῖ ὁ νηπτικὸς πατὴρ Πέτρος ὁ Δαμασκηνός: «Ὁ ἅγιος Ἐφραίμ, μετὰ τὸ νικῆσαι πάντα τά τε ψυχικὰ καὶ σωματικὰ πάθη, χάριτι Χριστοῦ, ἵνα μὴ ἀργὸς ἐκ τῶν πολέμων τοῦ ἐχθροῦ εὑρεθῇ καὶ τούτου χάριν κατακριθῇ, ὡς ἐδόκει, ἐξ ἀφάτου ταπεινώσεως ἐζήτει τὴν χάριν τῆς ἀπαθείας ἀρθῆναι ἀπ᾿ αὐτοῦ· περὶ οὗ Ἰωάννης ὁ τῆς Κλίμακος ἐκπλαγεὶς ἔγραψειν· ὅτι εἰσί τινες ἀπαθῶν ἀπαθέστεροι, ὡς ὁ Σύρος ἐκεῖνος φησί, καὶ τὰ ἑξῆς» (Περὶ τῶν ἑπτὰ σωματικῶν πράξεων. . ., Φιλοκαλία, Γ´, σελ. 66).

6. Πιθανὸν νὰ ὑπαινίσσεται τὸ περιστατικὸ τῆς Ἐξόδου, ὅπου ὁ Φαραὼ ἀντιτίθεται στοὺς Ἱσραηλίτες, ποὺ ζητοῦν νὰ ἀποσυρθοῦν στὴν ἔρημο γιὰ τὴν ἐκτέλεσι θρησκευτικῶν τους καθηκόντων, ἀποκαλώντας τους ἀργόσχολους: «Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε· πορευθῶμεν, θύσωμεν τῷ Θεῷ ἡμῶν» (ε´ 17). Ἡ ἐν λόγῳ «σχολὴ» εἶναι ἐπαινετή. Ὅπως τὸ τονίζει καὶ ὁ Μ. Βασίλειος, «αὕτη ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὡφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμάτων ἀνάληψιν» (ὁμιλία εἰς τὸν ΜΕ´ Ψαλμόν).

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΟΓΔΟΟΣ Περὶ προσευχῆς


Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς·
καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς,
καὶ αἰσθητῆς παραστάσεως.

1. (1129.) Προσευχή ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγὴ, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμὸς, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγὴ, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρὸς, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτής, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος·

2. ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς ὑψηλῇ τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει.

3. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃπόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαῤῥησσομένας [al. διαρησσομένας]ἀντιπέμπεσθαι.

4. Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [al. παραστῆναι] πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μὴ, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ.

5. Ἔστω σοι ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις·

6. πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπόν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων (1132.) λύσιν.

6. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως χάρτῃ εὐχαριστίαν εἰλικρινῆ κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς ἐν ἀναισθήσει·

7. εἶθ᾿ οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμβασιλεῖ γνωρίσωμεν. Ἄριστος γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὥς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέλου Κυρίου δεδήλωται.

8. Εἰ μὲν ὑπεύθυνος γέγονάς ποτε ὁρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας, οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας, τὸ τοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ᾿ αὐτῶν μέλλουσι τέμνεσθαι, ἢ καίεσθαι.

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ


ΠΟΙΑ ΕΙΝΑΙ ἡ πόλις ποὺ ἐγέννησε καὶ ἀνέθρεψε τὸν θεῖον αὐτὸν ἄνδρα πρὶν ἀπὸ τὴν ἀθλητικὴ καὶ ἀσκητική του ζωὴ δὲν μπορῶ νὰ ἀναφέρω μὲ ἀκρίβεια καὶ ἀσφάλεια. Τὴν πόλι ὅμως ὅπου τώρα ζῆ καὶ ἡ ὁποία τὸν τρέφει μὲ ἀμβροσία, τὴν ἐγνώρισε πρὶν ἀπὸ ἐμᾶς ὁ μέγας Ἀπόστολος Παῦλος· διότι ὁπωσδήποτε εὑρίσκεται τώρα καὶ αὐτὸς σ᾿ ἐκείνη τὴν ἐπουράνιο Ἱερουσαλήμ, στὴν ὁποία ὑπάρχει ἡ ἐκκλησία τῶν πρωτοτόκων, τῶν ὁποίων «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».
Ἐκεῖ χορταίνοντας τὰ ἀχόρταστα μὲ ἄϋλη αἴσθησι καὶ βλέποντας τὰ ἀθέατα κάλλη, ἀπολαμβάνει τὶς ἀντάξιες ἀμοιβὲς τῶν ἱδρώτων του. Καὶ ἀφοῦ σὰν ἄκοπο βραβεῖο τῶν κόπων τοῦ ἐκέρδισε τὴν οὐράνιο κληρονομία, χορεύει αἰώνια μαζὶ μ᾿ ἐκείνους, τῶν ὁποίων πλέον «ὁ ποὺς ἔστη ἐν εὐθύτητι». Πῶς δὲ κέρδισε αὐτὴν τὴν μακαριότητα ὁ ἀοίδιμος, αὐτὸ θὰ τὸ ἐκθέσω στὴν συνέχεια.
Αὐτὸς λοιπὸν ὁ ὅσιος Πατὴρ σὲ ἡλικία περίπου δέκα ἓξ περίπου ἐτῶν προσέφερε τὸν ἑαυτόν του στὸν Χριστὸν ὡς «θυσίαν εὐάρεστον καὶ δεκτήν», μὲ τὸ νὰ εἰσέλθῃ στὸν ζυγὸ τῆς μοναχικῆς πολιτείας στὸ ὄρος Σινᾶ. Ἀπὸ αὐτὴ δὲ τὴν διαμονή του στὸν ὁρατὸ τόπο, πορευόταν καὶ κατευθυνόταν πρὸς τὸν ἀόρατο Θεόν. Καὶ τὴν μὲν ξενιτεία ἀκολούθησε σὰν προστάτιδα τῶν νοερῶν νεανίδων, δηλαδὴ τῶν ἀρετῶν τῆς ψυχῆς. Μὲ αὐτὴν τὴν ξενιτεία ἀπέβαλε ὅλη τὴν ἄσεμνη παρρησία καὶ ἐφόρεσε τὴν εὐπρεπῆ ταπείνωσι καὶ ἔτσι ἀπὸ τὴν εἴσοδο ἀκόμη ἀπεδίωξε τὸν δαίμονα τῆς αὐταρεσκείας καὶ τῆς ἐμπιστοσύνης στὸν ἑαυτό του. Ὑπετάγη καὶ ἐμπιστεύθηκε τὴν ψυχή του ἐν Κυρίῳ στὸν πνευματικό του πατέρα σὰν σὲ ἕναν ἄριστο κυβερνήτη, καὶ ἔτσι ἀκίνδυνα ἐταξείδευε τὸ μεγάλο, ἐπικίνδυνο καὶ τρικυμιῶδες ταξείδι τῆς παρούσης ζωῆς.
Τόσο πολὺ δὲ ἀπέθανε γιὰ τὸν κόσμο καὶ τὰ προσωπικά του θελήματα, σὰν νὰ εἶχε ψυχὴ χωρὶς λογικὴ καὶ χωρὶς θέλησι καὶ ἀποξενωμένη τελείως ἀπὸ τὶς φυσικὲς κλίσεις καὶ ἐπιθυμίες. Ἂν καὶ ἐνωρίτερα ἀπὸ τὴν οὐράνια τούτη «ἀμάθεια» εἶχε ἀποκτήσει καλὰ τὴν ἐγκύκλιο κοσμικὴ σοφία-πράγμα παράδοξο, διότι ὡς ἐπὶ τὸ πλεῖστον ἡ ὑπερηφάνεια τῆς κοσμικῆς σοφίας ἐκφυλίζει τὴν ἐν Χριστῷ ταπείνωσι.
Ἀφοῦ λοιπὸν ἔτσι ἐπολιτεύθηκε ἐπὶ δεκαεννέα χρόνια καὶ στολίσθηκε μὲ τὰ κατορθώματα τῆς μακαρίας ὑποταγῆς, ὅταν πλέον ὁ ἅγιος Γέροντας ποὺ τὸν ἐπαιδαγώγησε εἶχε φύγει ἀπὸ αὐτὴν τὴν ζωή, τότε ἐξέρχεται καὶ ὁ ἴδιος στὸν ἀγώνα τῆς ἡσυχαστικῆς ζωῆς, κρατώντας στὰ χέρια του, σὰν ὅπλα δυνατά, τὶς ἱερὲς εὐχὲς τοῦ Γέροντός του, γιὰ νὰ καταρρίψει μὲ αὐτὲς τὰ ὀχυρώματα τοῦ σατανᾶ.
Ἐκλέγει τὴν παλαίστρα τῆς ἐρημιτικῆς του ἀσκήσεως σὲ ἀπόστασι πέντε «σημείων» (δηλαδὴ ὀκτὼ χιλιομέτρων), ἀπὸ τὸ Κυριακὸ τῆς Μονῆς, στὴν τοποθεσία ποὺ λεγόταν Θολᾶς, καὶ διαβιοῖ ἐκεῖ σαράντα ὁλόκληρα χρόνια, χωρὶς ὀκνηρία καὶ ἀμέλεια, πυρπολούμενος πάντοτε ἀπὸ τὸν διακαῆ ἔρωτα καὶ τὴν φλόγα τῆς θείας ἀγάπης. – Ἀλλὰ ποιὸς εἶναι ἱκανὸς νὰ περιγράψῃ καὶ νὰ ἐγκωμιάσῃ μὲ λόγια τους μόχθους ποὺ κατέβαλε στὸ μέρος αὐτὸ ὁ Ὅσιος; Πῶς δὲ νὰ ἔλθουν στὴν ἐπιφάνεια ὅλοι ἐκεῖνοι οἱ κόποι, οἱ ὁποῖοι ἐσπείροντο ἀφανῶς χωρὶς κανεὶς νὰ τοὺς βλέπει; Ὅμως παίρνοντας σὰν μικρὲς ἀφορμὲς μερικὰ ἀπὸ τὰ γνωστὰ κατορθώματά του, ἂς ἀκούσουμε τὴν ὁσιωτάτη ζωὴ τοῦ μεγάλου Ὁσίου.

ΣΤΙΧΟΙ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗ ΤΗΣ ΚΛΙΜΑΚΟΣ


Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα
ἐξ οὐρανοῦ τε μάλλον ἥπερ ἐξ ὄρους
τὰς μυστικὰς λαβόντα πανσέπτως πλάκας,
ἐκ χειρὸς αὐτοῦ τοῦ Θεοῦ καὶ Δεσπότου
καὶ δόντα πᾶσι προσξένους σωτηρίας
τὰς σωστικάς σου, Πάτερ, πανσόφους βίβλους,
τιμῶμεν ὡς μάλιστα σὲ πρὸς ἀξίαν
ὡς μυσταγωγὸν ἐνθέων διδαγμάτων
καὶ πρᾶξιν αὐτὴν καὶ θεωρίας βάθη
πολλοῖς ἐφικτὰ μηδαμῶς πεφυκότα
σαφῆ προθέντα τοῖς θέλουσιν εἰδέναι
καὶ μὴ φθόνῳ φεύγουσι τὴν τούτων θέαν.
Φλεχθεὶς γὰρ αὐτὸς ἄνθρακι τρισολβίῳ
ψυχήν, λόγον, νῦν καὶ καθαρθεὶς τὰς φρένας,
φέγγεις ὁμοῦ τε καὶ φλογίζεις τοῖς λόγοις
τοὺς μὲν πονηροὺς πυρπολεῖς τε καὶ φλέγεις,
χρησοὺς δὲ φωτίζεις τε καὶ σώζεις ὅλως
συγγράμμασι σοῖς ἀσμένως πειθηνίοις,
ὧν περ τὸ πλῆθος, κάλλος, ὕψος καὶ βάθος
καὶ τὸ κραταιὸν ἰσχύος νοημάτων
διδαγμάτων τε ποικίλας διακρίσεις,
τίς ἐξιχνιάσειεν, ἢ ψυχὴ μόνη;
τούτου τὸν σεπτὸν νῦν ἔχων τις προσνέμοι,
νικῶσι μήνη καὶ κράτη τὰ τῶν λόγων.
Ταῦτα βδέλυγμα πατρὶ τῷ σεβασμίῳ,
τῆς πίστεως ἔνδειγμα τῆς ἐμῆς μόνον.