Περὶ ἀγάπης, ἐλπίδος καὶ πίστεως
Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς.
1. (1153.) Νυνὶ δὲ λοιπόν, μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸν σύνδεσμον πάντων (1156.) ἐπισφίγγοντα καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη. Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται.
2. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἒν ἀπαύγασμα καὶ μίαν λαμπρότητα.
3. Ἡ μὲν γὰρ πάντα δύναται καὶ ποιεῖν, καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐδὲ πίπτει οὐδ᾿ ἑστήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα ἠρεμεῖν λοιπὸν τῆς μακαρίας μανίας ἐᾷ.
4. Ὁ περὶ ἀγάπης Θεοῦ λέγειν βουλόμενος, περὶ Θεοῦ λέγειν ἐπεχείρησε. Περὶ Θεοῦ δὲ λόγος διεξιέναι, σφαλερὸν καὶ ἐπικίνδυνον τοῖς μὴ προσέχουσιν.
5. Ὁ περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος· κἀκείνοις κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως·
6. Ἀγάπη ὁ Θεός ἐστιν, ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὸν ψάμμον μετρεῖ.
7. Ἀγάπη κατὰ μὲν ποιότητα ὁμοίωσις Θεοῦ, καθ᾿ ὅσον βροτοῖς ἐφικτόν. Κατὰ δὲ ἐνέργειαν μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως·
8. ἀγάπη ἐστὶ κυρίως ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας· εἴπερ ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν.
9. Ἀγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ὀνόμασι, καὶ μόνοις διακέκριται. Ὡς φῶς, καὶ πῦρ, καὶ φλὸξ εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων νόει.
10. Κατὰ τὸ μέτρον τῆς ἐλλείψεως ἐνυπάρχει φόβος· ὁ γὰρ φόβου χωρὶς ἀγάπης πεπλήρωται, ἢ τὴν ψυχὴν νενέκρωται·
11. οὐδὲν τὸ δυσχερὲς ἀπὸ τῶν ἀνθρωπίνων καὶ πόθου, καὶ φόβου, καὶ σπουδῆς, καὶ ζήλου, καὶ δουλείας, καὶ ἔρωτος Θεοῦ παραθεῖναι εἰκόνας. Μακάριος ὅστις τοιοῦτον πρὸς Θεὸν ἐκτήσατο ἔρωτα, οἷον μανικὸς ἐραστὴς πρὸς τὴν ἑαυτοῦ ἐρωμένην κέκτηται. Μακάριος ὁ οὕτως φοβηθεὶς τὸν Κύριον, ὡς δικαστὴν κατάδικοι δεδοίκασι· μακάριος ὁ οὕτως σπουδαῖος γενόμενος ἐν τῇ ὄντως σπουδῇ, ὡς εὐγνώμονες δοῦλοι πρὸς τὸν οἰκεῖον κύριον. Μακάριος ὃς οὕτως ζηλωτὴς ἐν ἀρεταῖς γέγονεν, ὡς οἱ περὶ τὰς ἑαυτῶν ὁμοζύγους ἐκ ζήλου νήφοντες. Μακάριος ὁ οὕτως Κυρίῳ ἐν προσευχῇ παριστάμενος, ὡς ὑπηρέται βασιλεῖ παρεστήκασι. Μακάριος ὁ Κύριον, ὡς ἀνθρώπους ἀποθεραπεύειν ἀνελλιπῶς ἀγωνιζόμενος·
12. οὐχ οὕτως μήτηρ ὑπομαζίῳ ὡς ἀγάπης υἱὸς τῷ Κυρίῳ προσκολλᾶσθαι πέφυκε πάντοτε.
13. Ὁ ὄντως ἐρῶν ἀεὶ τὸ τοῦ φιλουμένου πρόσωπον φαντάζεται, καὶ τοῦτο ἔνδον ἐνηδόνως περιπτύσσεται ὁ τοιοῦτος. Οὐκ ἔτι οὐδὲ καθ᾿ ὕπνους ἠρεμεῖν τοῦ πόθου δύναται· ἀλλὰ κἀκεῖσε πρὸς τὸ ποθούμενονἀδολεσχεῖ. Οὕτως ἐπὶ σωμάτων, οὕτως ἐπὶ ἀσωμάτων πέφυκε γίνεσθαι. Τρωθείς τις περὶ ἑαυτοῦ ἔλεγεν, ὅπερ θαυμάζω, ὡς Ἐγὼ καθεύδω διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία μου ἀγρυπνεῖ διὰ τὸ πλῆθος τοῦ ἔρωτος.
14. Σημειωτέον σοι, ὦ πισυνὲ, ὅτι περ μετὰ τούτων θηρίων παρὰ τῆς ἐλάφου ψυχῆς ὄλεθρον, τότε ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον πυρὶ τῆς ἀγάπης, ὡς ὑπὸ ἰοῦ βαλλομένη.
15. Ἡ μὲν τῆς (1157.) πείνης ἐνέργεια ἄδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς δίψης ἐπιτατική τις καὶ προφανής, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα.
16. Εἰ πρόσωπον φιλουμένου ἐναργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδροὺς, καὶ ἱλαροὺς, καὶ ἀλύπους ἀπεργάζεται· τί ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρᾷ ψυχῇ ἐπιδημίαν ἀοράτως ποιουμένου;
17. Ὁ μὲν φόβος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ῥυπαρίαν πέφυκε. Καθήλωσον γὰρ, φησὶν, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἡ δὲ ὁσία ἀγάπη ἐνίους μὲν κατεσθίειν εἴωθε, κατὰ τὸν εἰπόντα· Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας. Ποτὲ δέ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ᾿ αὐτῷ γάρ φησιν· Ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθύνθην [ἐβοηθήθην], καὶ ἀνέταλεν [ἀνέθαλεν]ἡ σάρξ μου· καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Ὅταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συνανακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι᾿ ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος.
18. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται. Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφὴν διεκρούσατο,
19. οἶμαι τῶν ἀφθάρτων τούτων λοιπόν, μηδὲ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διὰ φλογὸς ἁγνείας διακοψάσης φλόγα.
20. Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ᾿ ἡδύτητος προσίεσθαι. Ὕδωρ μὲν γὰρ ὑπόγειον ῥίζαν φυτοῦ, τούτων δὲ ψυχὴν πῦρ οὐρανίον τρέφειν πέφυκεν·
21. αὔξησις φόβου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας ὑπόθεσις θεολογίας.
22. Θεῷ τελείως τὰς αἰσθήσεις ἑνώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ᾿ αὐτοῦ· τούτων γὰρ μὴ συναφθέντων χαλεπὸν περὶ Θεοῦ διαλέγεσθαι.
23. Ἐνούσιος μὲν λόγος τελειοῖ ἁγνείαν, παρουσίᾳ ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητὴς πεφώτισται.
24. Ὁ λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνοὺς στοχαστικῶς ἀποφθέγγεται·
25. ἁγνεία μαθητὴν θεολόγον εἰργάσατο δι᾿ ἑαυτοῦ κρατύναντα τῆς τριάδος τῶν τριῶν [al. abest τῶν τριῶν] τὰ δόγματα.
26. Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. Ἀπόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον.
27. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται.
28. Ὁ λέγων Κύριον ἀγαπᾷν καὶ τῷ ἀδελφῷ αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχοντι.
29. Κράτος ἀγάπης ἐλπὶς, δι᾿ αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα.
30. Ἐλπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος·
31. ἐλπίς ἐστιν ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός·
32. αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν (1160.) ἀπόντων εἰκών· ἐλπίδος ἔλλειψις, ἀγάπης ἀφανισμὸς, ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κόποι· ταύτην κυκλοῖ ἔλεος.
34. Εὔελπις μοναχὸς, ἀκηδίας σφάκτης, ἐν μαχαίρᾳ ταύτης, ἐκείνην τροπούμενος,
35. Ἐλπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει.
36. Ἐλπίδα [ἐλπίς] λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
37. Ἀγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως ἄβυσσος. Ἀγάπη πηγὴ πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψῶντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προκοπὴ τῶν αἰώνων.
38. Ἀπάγγειλον ἡμῖν, ὦ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δεσπόζεις πάντων. Νῦν δέ μου ψυχὴν κεκαρδίωκας, καὶ οὐ δύναμαι κατέχειν σου τὴν φλόγα, ὅθεν ὑμνήσας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις, καὶ νεκροῖς· σὺ ταπεινοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου, καὶ ἀπολεμήτους τοὺς σοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼβ ἐπὶ τὴν κλίμακά σε ἐστηριγμένην τεθέαται μαθεῖν ἐπείγομαι.
Τί δὲ ἄρα τὸ εἶδος τῆς τοιαύτης ἀνόδου ἐρωμένῳ φράσον· τίς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως, ἃς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σὸς ἐραστής· τίς δὲ ὁ ἀριθμὸς τούτων ἐδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγοὺς ἀπήγγειλεν ὁ μαθών σου τὴν πάλην καὶ τὴν ὅρασιν· οὐδὲν δι᾿ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι με λέγειν οἰκειότερον. Ἡ δὲ ὥσπερ ἐξ οὐρανοῦ μοι φανεῖσα, ἡ βασίλισσα αὔτη, καὶ ὡς ἐν ὠτί μου ψυχῆς τοῦτο προσομιλοῦσα ἔλεγεν· Ἐὰν μὴ λυθῇς, ὦ ἐραστὰ, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἔστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλίμαξ τὴν τῶν ἀρετῶν σε διδασκέτω πνευματικὴν σύνθεσιν· ἐπ᾿ αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης ἔφησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.
(Διὰ τὸν σύνδεσμον τῆς ἐναρέτου τριάδος τῶν ἀρετῶν)
ΝΥΝΙ ΔΕ λοιπὸν - ὕστερα ἀπὸ ὅλα τὰ προηγούμενα - μένει τὰ τρία ταῦτα – τὰ ὁποῖα σφίγγουν καὶ διατηροῦν τὸν σύνδεσμο ὅλων – πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη» (πρβλ. Α´ Κορ. ιγ´ 13), διότι καὶ ὁ Θεὸς ἀγάπη ὀνομάζεται (πρβλ. Α´ Ἰωάν. δ´ 16). Ἐγὼ ὅμως τὴν μία τὴν βλέπω σὰν ἀκτίνα, τὴν ἄλλη σὰν φῶς καὶ τὴν Τρίτη σὰν ἡλιακὸ δίσκο, καὶ ὅλες μαζὶ σὰν ἕνα φωτεινὸ ἀπαύγασμα καὶ μία καὶ τὴν αὐτὴν λαμπρότητα. Ἡ μία, ἡ πίστις, δύναται νὰ ἐπιτελέση τὰ πάντα. Ἡ ἄλλη, ἡ ἐλπίς, περικυκλώνει μὲ τὸ ἔλεος τοῦ Θεοῦ καὶ δὲν καταισχύνει τὸν ἐλπίζοντα. Καὶ ἡ Τρίτη, ἡ ἀγάπη, δὲν πέφτει ποτὲ ἀπὸ τὸ ὕψος της οὔτε σταματᾶ ἀπὸ τὸ τρέξιμό της οὔτε ἐπιτρέπει σ᾿ αὐτὸν ποὺ ἐπλήγωσε μὲ τὰ βέλη της νὰ ἠρεμήση ἀπὸ τὴν «μακαρίαν μανίαν» ποὺ τοῦ ἐπροξένησε.
ΜΕΤΑΦΡΑΣΗ
2. Αὐτὸς ποὺ θέλει νὰ ὁμιλῆ γιὰ τὴν ἀγάπη εἶναι σὰν νὰ ἐπιχειρῆ νὰ ὁμιλῆ γιὰ τὸν ἴδιο τὸν Θεόν. Ἡ ἀνάπτυξις ὅμως ὁμιλίας περὶ Θεοῦ εἶναι πράγμα ἐπισφαλὲς καὶ ἐπικίνδυνο σὲ ὅσους δὲν προσέχουν. Γιὰ τὴν ἀγάπη γνωρίζουν νὰ ὁμιλοῦν οἱ Ἄγγελοι, ἀλλὰ καὶ αὐτοὶ ἀνάλογα μὲ τὸν βαθμὸ τῆς θείας ἐλλάμψεώς τους. Ἀγάπη εἶναι ὁ Θεός, καὶ ὅποιος προσπαθεῖ νὰ δώσῃ ὁρισμὸ τοῦ Θεοῦ ὁμοιάζει μὲ τυφλὸ ποὺ μετρᾶ στὴν ἄβυσσο τοὺς κόκκους τῆς ἄμμου.
3. Ἡ ἀγάπη, ὡς πρὸς τὴν ποιότητά της εἶναι ὁμοίωσις μὲ τὸν Θεόν, ὅσο βέβαια εἶναι δυνατὸν στοὺς ἀνθρώπους. Ὡς πρὸς τὴν ἐνέργειά της, μέθη τῆς ψυχῆς. Ὡς πρὸς δὲ τὶς ἰδιότητές της, πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως.
4. Ἡ ἀγάπη κυρίως εἶναι ἡ ἀπόρριψις κάθε ἐχθρικῆς καὶ ἀντιθέτου σκέψεως, ἐφ᾿ ὅσον «ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν» (Α´ Κορ. ιγ´ 5). Ἡ ἀγάπη καὶ ἡ ἀπάθεια καὶ ἡ υἱοθεσία μόνο στὴν ὀνομασία διαφέρουν. Ὅπως ταυτίζεται ἡ ἐνέργεια στὸ φῶς, στὴν φωτιὰ καὶ στὴν φλόγα, ἔτσι νὰ σκέπτεσαι ὅτι συμβαίνει καὶ σ᾿ αὐτές. Ὅσο ποσὸν ἀγάπης λείπει, τόσο ποσὸν φόβου ὑπάρχει. Διότι ὅποιος δὲν ἔχει φόβο ἢ εἶναι γεμάτος ἀπὸ ἀγάπη ἢ εἶναι νεκρωμένος ψυχικά.
5. Δὲν εἶναι ἀπρεπὲς ἐὰν ἀπὸ τὰ ἀνθρώπινα πράγματα χρησιμοποιήσωμε παραδείγματα γιὰ τὸν πόθο καὶ τὸν φόβο καὶ τὴν ἐπιμέλεια καὶ τὸν ζῆλο καὶ τὴν δουλεία καὶ τὸν ἔρωτα τοῦ Θεοῦ.
Μακάριος ἐκεῖνος ποὺ ἀπέκτησε τέτοιο πόθο πρὸς τὸν Θεόν, ὡσὰν αὐτὸν ποὺ ἔχει ὁ μανιώδης ἐραστὴς πρὸς τὴν ἐρωμένη του.
Μακάριος ἐκεῖνος ποὺ ἐφοβήθηκε τὸν Κύριον, ὅσο οἱ ὑπόδικοι τὸν δικαστή.
Μακάριος ἐκεῖνος ποὺ ἔδειξε τόση ἐπιμέλεια καὶ φροντίδα στὰ πνευματικά, ὅσο οἱ εὐγνώμονες δοῦλοι στὸν κύριό τους.
Μακάριος ἐκεῖνος ποὺ ἔδειξε τόση ζηλοτυπία γιὰ τὶς ἀρετές, ὅση οἱ σύζυγοι ποὺ προσέχουν ζηλότυπα τὶς γυναῖκες τους.
Μακάριος ἐκεῖνος ποὺ τὴν ὥρα τῆς προσευχῆς ἵσταται ἐμπρὸς στὸν Κύριον ὅπως οἱ ὑπηρέτες ἐμπρὸς στὸν βασιλέα.
Μακάριος ἐκεῖνος ποὺ προσπαθεῖ συνεχῶς νὰ περιποιῆται καὶ νὰ ἀναπαύη τὸν Κύριον ὅπως ἔτυχε νὰ περιποιηθῇ καὶ νὰ ἀναπαύση (σεβαστούς) ἀνθρώπους.
Δὲν προσκολλᾶται τόσο πολὺ ἡ μητέρα στὸ βρέφος ποὺ θηλάζει, ὅσο ὁ υἱὸς τῆς ἀγάπης στὸν Κύριον.
6. Ὁ πραγματικὸς ἐραστὴς φέρνει πάντοτε στὸν νοῦ του τὸ πρόσωπο τοῦ ἀγαπημένου του καὶ τὸ ἐναγκαλίζεται μυστικὰ μὲ ἡδονή. Αὐτὸς ποτέ, οὔτε καὶ στὸν ὕπνο του δὲν μπορεῖ νὰ ἡσυχάση, ἀλλὰ καὶ ἐκεῖ βλέπει τὸ ποθητὸ πρόσωπο καὶ συνομιλεῖ μαζί του. Ἔτσι συμβαίνει στὸν σωματικὸ ἔρωτα. Ἔτσι συμβαίνει καὶ σ᾿ αὐτοὺς ποὺ ἂν καὶ ἔχουν σῶμα εἶναι ἀσώματοι (καὶ ἀσκοῦν τὸν πνευματικὸ ἔρωτα).
7. Κάποιος ποὺ ἐκτυπήθηκε ἀπὸ αὐτὸ τὸ βέλος ἔλεγε γιὰ τὸν ἑαυτό του - πράγμα ποὺ μὲ κάνει νὰ θαυμάζω - : «Ἐγὼ καθεύδω» ἀπὸ τὴν ἀνάγκη τῆς φύσεως, «ἡ δὲ καρδία μου ἀγρυπνεῖ» ἀπὸ τὸ πλῆθος τοῦ ἔρωτος (πρβλ. Ἆσμα ε´ 2).
8. Πρέπει νὰ σημειώσης καὶ τοῦτο, ὡς ἀφωσιωμένε φίλε, ὅτι ἀφοῦ ἡ ψυχὴ σὰν ἄλλη ἔλαφος ἐξοντώση τὰ δηλητηριώδη ἑρπετὰ τῶν παθῶν, τότε «ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον» (πρβλ. Ψαλμ. πγ´ 3), διότι πληγώνεται σὰν μὲ δηλητήριο ἀπὸ τὸ πῦρ τῆς ἀγάπης (1).
9. Ἐκεῖνο ποὺ προξενεῖ ἡ πείνα εἶναι κάτι ποὺ δὲν φαίνεται καὶ δὲν ἐκδηλώνεται. Ἐκεῖνο ὅμως ποὺ προξενεῖ ἡ δίψα εἶναι κάτι τὸ ἔντονο καὶ φανερὸ ποὺ κάνει ἔκδηλο σὲ ὅλους τὸν ἐσωτερικὸ φλογισμό. Γι᾿ αὐτὸ καὶ ἐκεῖνος ποὺ ἐπόθει τὸν Θεὸν ἔλεγε: «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα» (Ψαλμ. μα´ 3).
10. Ἐὰν τὸ πρόσωπο ποὺ ἀγαποῦμε γνήσια, μᾶς μεταβάλλη ἐξ ὁλοκλήρου μὲ τὴν παρουσία του καὶ μᾶς κάνη φαιδροὺς καὶ χαρωποὺς καὶ χωρὶς λύπη, τί δὲν θὰ προξενῆ ἄραγε τὸ πρόσωπο τοῦ Δεσπότου, ὅταν ἐπισκέπτεται μυστικὰ τὴν καθαρὴ ψυχή;
11. Ὁ φόβος, ὅταν εἰσχωρήσῃ πραγματικὰ σὲ μία ψυχή, λυώνει καὶ κατατρώγει τὰ ρυπαρὰ πάθη τῆς σαρκός. «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου», λέγει σχετικὰ ὁ Ψαλμῳδὸς (Ψαλμ. ριη´ 120). Ἐνῷ ἡ ὁσία ἀγάπη, ἄλλους συνηθίζει νὰ τοὺς κατατρώγη, ὅπως εἶπε ὁ σοφός: «Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας»· δηλαδὴ «μᾶς ἐπλήγωσες στὴν καρδιά» (Ἆσμα δ´ 9). Ἄλλους τοὺς κάνει ὡρισμένες φορὲς νὰ ἀγάλλωνται καὶ νὰ λάμπουν ἀπὸ χαρά, ὅπως πάλι ἀναφέρεται στὴν Γραφή: «Ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου» (Ψαλμ. κζ´ 7). Καί· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει» (Παρ. ιε´ 13).
Ὅταν λοιπὸν ὁλόκληρος ὁ ἄνθρωπος συγχωνευθῇ κάπως μὲ τὴν ἀγάπη τοῦ Θεοῦ, τότε καὶ ἐξωτερικὰ στὸ σῶμα του σὰν σὲ καθρέπτη δείχνει τὴν ἐσωτερικὴ λαμπρότητα τῆς ψυχῆς. Κατ᾿ αὐτὸν τὸν τρόπο ἐδοξάσθη καὶ ἐκεῖνος ὁ θεόπτης, ὁ Μωϋσῆς. Ὅσοι κατέκτησαν τὴν ἰσάγγελη αὐτὴ βαθμίδα, ξεχνοῦν πολλὲς φορὲς τὴν σωματικὴ τροφή. Καὶ νομίζω ὅτι δὲν τὴν ἐπιθυμοῦν καὶ τόσο συχνά, πράγμα ὄχι ἀπίστευτο, ἀφοῦ συμβαίνει καὶ ὁ μὴ κατὰ Θεὸν πόθος νὰ κόβη πολλὲς φορὲς τὴν ἐπιθυμία τοῦ φαγητοῦ.
Αὐτῶν ποὺ ἔφθασαν πλέον σὲ τέτοια ἀφθαρσία νομίζω ὅτι καὶ τὸ σῶμα τους δὲν θὰ ἀσθενῆ τόσο εὔκολα. Διότι κατὰ κάποιον τρόπο ἐξαγνίσθηκε πλέον καὶ ἀφθαρτοποιήθηκε. Ἡ φλόγα δηλαδὴ τῆς ἁγνότητος ἔσβησε τὴν φλόγα τῶν σαρκικῶν παθῶν καὶ ἀσθενειῶν. Νομίζω ἀκόμη ὅτι καὶ τὸ φαγητὸ ποὺ τρώγουν δὲν τοὺς προξενεῖ καμμία εὐχαρίστησι. Διότι ὅπως οἱ ὑπόγειες φλέβες τοῦ νεροῦ ποτίζουν μυστικὰ τὶς ρίζες τῶν φυτῶν, ἔτσι καὶ τὶς ψυχὲς αὐτῶν τῶν ἀνθρώπων τὶς τρέφει μυστικὰ τὸ οὐράνιο πῦρ.
12. Ἡ αὔξησις τοῦ φόβου εἶναι ἀρχὴ τῆς ἀγάπης. Καὶ τὸ τέλος τῆς ἁγνείας εἶναι προϋπόθεσις τῆς θεολογίας. Ἐκεῖνος ποὺ ἕνωσε τελείως τὶς αἰσθήσεις του μὲ τὸν Θεόν, μυσταγωγεῖται στὴν θεολογία ἀπὸ τὸν ἴδιο τὸν Θεόν. Ἐὰν ὅμως οἱ αἰσθήσεις δὲν ἔχουν ἑνωθῆ μὲ τὸν Θεόν, εἶναι δύσκολο καὶ ἐπικίνδυνο νὰ θεολογῆ κανείς (2).
13. Ὁ ἐνυπόστατος Λόγος τοῦ Θεοῦ Πατρός, σὲ ἐκεῖνον ποὺ θὰ κατοικήση, θὰ χαρίση τελεία ἁγνότητα καὶ καθαρότητα, νεκρώνοντας τὸν θάνατο, (δηλαδὴ τὰ πάθη ποὺ νεκρώνουν τὴν ψυχή). Μετὰ ἀπὸ τὴν νέκρωσι αὐτή, ὁ μαθητὴς τοῦ Χριστοῦ φωτίζεται καὶ γίνεται γνώστης τῆς θεολογίας. (Ὁ ἁγνὸς γνωρίζει τὸν Ἁγνόν), ἐφ᾿ ὅσον «ὁ Λόγος Κυρίου, δηλαδὴ ὁ Υἱὸς τοῦ Κυρίου καὶ Θεοῦ, ἁγνός (ἐστι) διαμένων εἰς αἰώνα αἰῶνος» (πρβλ. Ψαλμ. ια´ 7, ιη´ 10). Καὶ ὅποιος δὲν ἐγνώρισε κατ᾿ αὐτὸν τὸν τρόπο τὸν Θεόν, ὁμιλεῖ περὶ Θεοῦ «στοχαστικῶς».
14. Ἡ ἁγνεία ἀνέδειξε θεολόγο τὸν μαθητή (3), ὁ ὁποῖος μὲ τὴν ἁγνεία του αὐτὴ ἀξιώθηκε νὰ κηρύξη καὶ νὰ στερεώση τὰ δόγματα τῆς Ἁγίας Τριάδος.
15. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν Κύριον, ἔχει προηγουμένως ἀγαπήσει τὸν ἀδελφό του. Τὸ δεύτερο ὁπωσδήποτε εἶναι ἀπόδειξις τοῦ πρώτου. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν πλησίον του, ποτὲ δὲν θὰ ἀνεχθῇ ἀνθρώπους ποὺ καταλαλοῦν. Θὰ φύγῃ δὲ μακρυὰ ἀπὸ αὐτοὺς σὰν ἀπὸ φωτιά. Ἐκεῖνος ποὺ λέγει ὅτι ἀγαπᾶ τὸν Κύριον καὶ συγχρόνως ὀργίζεται κατὰ τοῦ ἀδελφοῦ του, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ τρέχει στὸν ὕπνο του!
16. Ἡ δύναμις τῆς ἀγάπης εἶναι ἡ ἐλπίς, διότι μὲ αὐτὴν περιμένομε τὸν μισθὸ τῆς ἀγάπης. Ἡ ἐλπὶς εἶναι «ἀδήλου πλούτου πλοῦτος», (δηλαδὴ πλοῦτος ἑνὸς πλούτου ποὺ δὲν φαίνεται). Ἡ ἐλπὶς εἶναι ἀσφαλὴς ἀπόκτησις θησαυροῦ πρὶν ἀπὸ τὴν ἀπόκτησί του. Αὐτὴ εἶναι ἀνάπαυσις καὶ ἀνακούφισις ἀπὸ τοὺς κόπους. Αὐτὴ εἶναι ἡ θύρα τῆς ἀγάπης. Αὐτὴ φονεύει τὴν ἀπόγνωσι. Αὐτὴ εἰκονίζει ἐμπρός μας τὰ πράγματα ποὺ εὑρίσκονται μακρυά. Ἔλλειψις τῆς ἐλπίδος σημαίνει ἀφανισμὸς τῆς ἀγάπης. Σ᾿ αὐτὴν εἶναι δεμένοι οἱ πόνοι, σ᾿ αὐτὴν εἶναι κρεμασμένοι οἱ κόποι, αὐτὴν περικυκλώνει τὸ ἔλεος τοῦ Θεοῦ.
17. Ὁ εὔελπις μοναχὸς εἶναι σφάκτης τῆς ἀκηδίας, τὴν ὁποία κατανικᾶ μὲ τὴν μάχαιρα τῆς ἐλπίδος. Ἡ ἐλπὶς γεννᾶται ἀπὸ τὴν γεῦσι καὶ τὴν ἐμπειρία τῶν δώρων τοῦ Κυρίου. Διότι αὐτὸς ποὺ δὲν τὰ ἐγεύθηκε, ἔχει δισταγμούς. Τὴν ἐλπίδα τὴν ἐξαφανίζει ὁ θυμός, διότι ὅπως λέγει ἡ Γραφή, «ἡ ἐλπὶς οὐ καταισχύνει» (Ρωμ. ε´ 5), ἐνῷ «ἀνὴρ θυμώδης οὐκ εὐσχήμων» (Πάρμ. ια´ 25).
18. Ἡ ἀγάπη χορηγεῖ τὴν χάρι τῆς προφητείας, ἡ ἀγάπη παρέχει τὴν δύναμι τῆς θαυματουργίας, ἡ ἀγάπη εἶναι ἡ ἄβυσσος τῆς θείας ἐλλάμψεως, ἡ ἀγάπη εἶναι ἡ πηγὴ τοῦ θεϊκοῦ πυρὸς – ὅσο περισσότερο πῦρ ἀναβλύζει, τόσο περισσότερο καταφλέγει ἐκεῖνον ποὺ διψᾶ. Ἡ ἀγάπη εἶναι ἡ στάσις καὶ ἡ ἑδραίωσις τῶν Ἀγγέλων, ἡ πρόοδος εἰς τοὺς αἰῶνες ὅλων τῶν ἐκλεκτῶν τοῦ Θεοῦ.
«Ἀνάγγειλέ μας, ὦ σὺ ἡ ὡραία ἀνάμεσα στὶς ἀρετές, ποῦ βόσκεις τὰ πρόβατά σου; Ποῦ κατασκηνώνεις τὸ μεσημέρι;» (πρβλ. Ἆσμα α´ 7). «Φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς». Ἐπιθυμοῦμε πιὰ νὰ ἀνεβοῦμε κοντά σου. Διότι ἐσὺ κυριαρχεῖς σὲ ὅλα. Τώρα μοῦ ἐπλήγωσες τὴν καρδία καὶ δὲν μπορῶ νὰ ἀνθέξω στὴν φλόγα σου. Γι᾿ αὐτὸ θὰ σὲ ὑμνήσω καὶ θὰ προχωρήσω: Ἐσὺ κυριαρχεῖς ἐπάνω στὴν δύναμι τῆς θαλάσσης, ἐσὺ καταπραΰνεις καὶ νεκρώνεις τὴν ταραχὴ τῶν κυμάτων της. Ἐσὺ ταπεινώνεις καὶ καταρρίπτεις ὡς τραυματία τὸν ὑπερήφανο λογισμό. Μὲ τὸν ἰσχυρό σου βραχίονα διασκορπίζεις τοὺς ἐχθρούς σου (πρβλ. Ψαλμ. πη´ 10-11) καὶ ἀναδεικνύεις ἀνικήτους τους ἰδικούς σου ἐραστὰς.
» Καὶ βιάζομαι νὰ μάθω πῶς σὲ εἶδε ὁ Ἰακὼβ ἐπάνω στὴν κορυφὴ τῆς κλίμακος. Ἐρωτῶ νὰ μάθω γι᾿ αὐτὴν τὴν ἀνάβασι. Πές μου, πῶς ἦταν ὁ τρόπος καὶ ἡ σύνθεσις στὴν διάταξι τῶν βαθμίδων; Τῶν βαθμίδων τῆς ἀναβάσεως ἐκείνης, τὴν ὁποία ἔβαλε στὸν νοῦ καὶ στὴν καρδία του νὰ ἐπιχειρήση ὁ ἐραστής σου; (πρβλ. Ψαλμ. πγ´ 6). Διψῶ ἀκόμη νὰ μάθω, ποιὸς ἦταν ὁ ἀριθμὸς τῶν βαθμίδων, καὶ πόσος χρόνος ἐχρειαζόταν γιὰ τὴν ἀνάβασι. Διότι τοὺς μὲν χειραγωγοὺς τῆς ἀναβάσεως, (τοὺς Ἀγγέλους δηλαδή), τοὺς ἀνήγγειλε αὐτὸς ποὺ σὲ εἶδε καὶ ἐπάλαιψε μαζί σου (4), ἀλλὰ γιὰ τίποτε ἄλλο δὲν θέλησε ἢ μᾶλλον δὲν κατώρθωσε νὰ μᾶς διαφωτίση».
Ἐκείνη δὲ -ἂν καὶ θεωρῶ καλύτερο νὰ εἰπῶ Ἐκεῖνος (5)- ἡ βασίλισσα, σὰν νὰ ἔσκυψε ἀπὸ τὸν οὐρανό, ἔλεγε στὰ αὐτιὰ τῆς ψυχῆς μου:
«Ἐάν, ὦ ἐραστά, δὲν λυθῆς ἀπὸ τὴν παχύτητα τοῦ σώματος, δὲν θὰ μπορέσης νὰ γνωρίσης τὸ κάλλος τοῦ προσώπου μου. Ἡ κλίμαξ ἂς σὲ διδάσκη τὴν πνευματικὴ σύνθεσι τῶν ἐπὶ μέρους ἀρετῶν. Στὴν κορυφὴ δὲ αὐτῆς τῆς κλίμακος εἶμαι στηριγμένη ἐγώ, καθὼς τὸ εἶπε ὁ μεγάλος μύστης μου, (ὁ Ἀπόστολος Παῦλος): «Νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη» (Α´ Κορ. ιγ´ 13).
----------
1. Γιὰ τὴν κατανόησι τῆς φράσεως αὐτῆς πρέπει νὰ σημειωθῇ, ὅτι σύμφωνα μὲ μία λανθασμένη ἀντίληψι τῶν ἀρχαίων (βλέπε σχόλιο 1, λόγου ΚΕ´) ἡ ἔλαφος κατατρώγει τοὺς ὄφεις, τὸ δὲ δηλητήριό τους μέσα στὸν ὀργανισμό της δημιουργεῖ φλόγωσι καὶ ἀφόρητη δίψα, ὥστε νὰ ἐπιποθῇ «ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων». Ἐδῶ χαρακτηρίζεται ὡς ἔλαφος ἡ ψυχὴ ποὺ ἀνέβηκε στὶς βαθμίδες τῆς ταπεινοφροσύνης καὶ τῆς ἀπαθείας καὶ προχωρεῖ τώρα γεμάτη δίψα καὶ θεῖο πόθο πρὸς τὴν κορυφὴ τῆς ἀγάπης.
2. Ἐὰν δηλαδὴ ὁ ἄνθρωπος δὲν καταστῆ ἡγιασμένο δοχεῖο τῆς Χάριτος, δὲν μπορεῖ νὰ γίνῃ θεολόγος. «Πᾶσα προσπάθεια τοῦ ἀνθρώπου -παρατηρεῖ σύγχρονος θεολόγος- ὅπως γίνῃ μέτοχος τῆς θεολογίας αὐτοδυνάμως, ἐν τῇ αὐταρκείᾳ τῆς ἐκπεσούσης αὐτοῦ φύσεως καὶ τῶν διεσπασμένων καὶ φύσει ἄλλωστε περιωρισμένων αὐτοῦ δυνατοτήτων εἶναι ἀνέφικτος. . . [Καὶ ἀντὶ θεολογίας ἔχομεν τότε] τὸν περὶ Θεοῦ θνητὸν ἀνθρώπινον λόγον, ἐντὸς τοῦ ὁποίου κυοφορεῖται ἐν πολλοῖς τὸ σκάνδαλον μιᾶς ἁμαρτανούσης θεολογίας, ἡ ὁποία ἀντὶ τῆς ζωῆς εἶναι φορεὺς τοῦ θανάτου» (Κ. Μουρατίδης, «Κοινωνία» ΙΖ´ 2, σελ. 59).
3. Ἐννοεῖ τὸν ἅγιο Ἰωάννη τὸν Εὐαγγελιστή.
4. Πρόκειται γιὰ τὸν πατριάρχη Ἰακώβ. Τὸ περιστατικὸ τῆς πάλης του μὲ τὸν Θεὸν περιγράφεται στὴν Γένεσι, λβ´ 24-31.
5. «Ἐκεῖνος», δηλαδὴ ὁ Θεός, ἐφ᾿ ὅσον «Ὁ Θεὸς ἀγάπη ἐστίν» (Α´ Ἰωάν. δ´ 16)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου