Κυριακή 7 Απριλίου 2019

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ
ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΕΤΑΡΤΟΣ
Περὶ γαστριμαργίας
Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.

1. (864.) Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος.

2. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει.

3. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή·

4. κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης.

5. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ·

6. θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος.

7. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε.

8. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει.

9. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο.

10. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων (865.) ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος.

11. Τῆς μὲν σαρκὸς σφρυγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν.

12. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν.

13. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ]ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα· τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι. Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα·

14. εἰ δυνατόν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν.

15. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης.

16. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται.

17. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων.

18. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων.

19. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου.

20. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην.

21. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· (868.) ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται·

22. κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα.

23. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν.

24. Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός.

25. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως· καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη.

26. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει.

27. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται· ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες.

28. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον.

29. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν.

30. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας.

31. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον.

32. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς.

33. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας·

34. ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ (869.) σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα.

35. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα·

36. τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο.

37. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή.

38. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος;

Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου· πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα· ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ (872.) καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι.

Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωθφροσύνην ἀκροτάτην ἐπειγόμενος.
    ΜΕΤΑΦΡΑΣΗ
(Διὰ τὴν ὀνομαστὴν δέσποιναν, τὴν πονηρὰν κοιλίαν)


ΠΡΟΚΕΙΜΕΝΟΥ τώρα νὰ ὁμιλήσωμε περὶ κοιλίας, ἀπεφασίσαμε πάλι, ὅπως καὶ σὲ ὅλα τὰ ἄλλα θέματα, νὰ στρέψωμε τὴν φιλοσοφία μας ἐναντίον μας. Διότι εἶναι ἀξιοθαύμαστο ἐὰν ἀπηλλάγη κανεὶς ἀπὸ αὐτήν, πρὶν κατοικήση τὸν τάφο.

2. Γαστριμαργία εἶναι ἡ ὑποκριτικὴ συμπεριφορὰ τῆς κοιλίας, ἡ ὁποία, ἐνῷ εἶναι χορτασμένη, φωνάζει πὼς εἶναι ἐνδεής· καὶ ἐνῷ εἶναι παραφορτωμένη μέχρι διαρρήξεως, ἀνακράζει ὅτι πεινᾶ. Γαστριμαργία εἶναι ἡ δημιουργὸς τῶν καρυκευμάτων, ἡ πηγὴ τῶν τέρψεων τοῦ λάρυγγος. Ἐσὺ ἔκλεισες τὴν φλέβα (τῶν ἡδονικῶν ἀπαιτήσεών της), ἀλλὰ αὐτὴ ξεπρόβαλε ἀπὸ ἄλλο μέρος. Τὴν ἔφραξες καὶ τούτη, ἀλλὰ καινούργια ἀνοίχθηκε. Γαστριμαργία εἶναι μία ἀπάτη τῶν ὀφθαλμῶν. Καθ᾿ ἣν στιγμὴν κάποιος τρώγει τὸ μέτριο σὲ ποσότητα φαγητό του, ἡ γαστριμαργία τὸν κάνει νὰ σκέπτεται, πῶς νὰ ἦταν δυνατὸ νὰ καταβροχθίση διὰ μιᾶς τὰ σύμπαντα.

3. Ὁ χορτασμὸς ἀπὸ φαγητὰ εἶναι πατὴρ τῆς πορνείας· ἡ θλίψις δὲ τῆς κοιλίας εἶναι πρόξενος τῆς ἁγνότητος. Ἐκεῖνος ποὺ ἐκολάκευσε τὸν λέοντα, πολλὲς φορὲς τὸν ἡμέρωσε. Ἐκεῖνος ὅμως ποὺ περιποιήθηκε τὴν σάρκα, περισσότερο τὴν ἐξαγρίωσε.

4. Χαίρεται ὁ Ἰουδαῖος τὸ Σάββατο ἢ τὶς ἑορτές, καὶ ὁ γαστρίμαργος μοναχὸς τὸ Σάββατο καὶ τὴν Κυριακή. Ἀπὸ καιρὸ ὑπολογίζει τὸ Πάσχα καὶ ἀπὸ πολλὲς ἡμέρες ἑτοιμάζει τὰ φαγητά. Ὁ δοῦλος τῆς κοιλίας σκέπτεται μὲ τί εἴδους φαγητὰ θὰ ἑορτάση, ὁ δὲ δοῦλος τοῦ Θεοῦ μὲ τί χαρίσματα θὰ πλουτήση. Ὁ κοιλιόδουλος, ὅταν ἔλθη κάποιος ξένος, συνέχεται ὁλόκληρος ἀπὸ τὴν ἀγάπη -ἀγάπη ποὺ προέρχεται ἀπὸ τὴν γαστριμαργία- καὶ θεωρεῖ ὡς ἀναψυχὴ τοῦ ἀδελφοῦ τὴν ἰδική του κατάλυσι! Ἐπὶ παρουσίᾳ ὡρισμένων ἄλλων ἀπεφάσισε τὴν κατάλυσι οἴνου, καὶ νομίζοντας πὼς κρύβει τὴν ἀρετή του, ὑποδουλώθηκε στὸ πάθος του.


5. Ἐχθρεύεται πολλὲς φορὲς ἡ κενοδοξία πρὸς τὴν γαστριμαργία καὶ ἀντιμάχονται γιὰ τὴν κατοχὴ τοῦ ἀθλίου μοναχοῦ σὰν νὰ πρόκειται γιὰ ἀγοραστὸ δοῦλο. Ἡ μὲν γαστριμαργία τὸν ὠθεῖ στὴν κατάλυσι, ἡ δὲ κενοδοξία του συνιστᾶ τὴν ἐπίδειξι τῆς ἀρετῆς του, ἀλλὰ ὁ σοφὸς μοναχὸς θὰ τὶς ἀποφύγη καὶ τὶς δυὸ διώχνοντας στὴν κατάλληλη ὥρα τὴν μία μὲ τὴν βοήθεια τῆς ἄλλης.

6. Ὅταν ἡ σάρκα σφριγᾶ, ἂς φυλάξωμε τὴν ἐγκράτεια παντοῦ καὶ πάντοτε. Ὅταν δὲ ἠρεμῆ -πράγμα ποὺ δὲν πιστεύω ὅτι κατορθώνεται πρὸ τοῦ τάφου- ἂς ἀποκρύψωμε τὴν ἐργασία μας.

7. Εἶδα ἡλικιωμένους ἱερεῖς νὰ ἐμπαίζωνται ἀπὸ τοὺς δαίμονες καὶ νὰ δίνουν εὐλογία σὲ νέους, ποὺ δὲν ἐξηρτῶντο πνευματικῶς ἀπὸ αὐτούς, νὰ καταλύσουν σὲ ἐπίσημο τραπέζι κρασὶ καὶ ὅ,τι ἄλλο. Ἐὰν μὲν οἱ ἱερεῖς αὐτοὶ ἔχουν ἐν Κυρίῳ καλὴ μαρτυρία, ἂς κάνωμε μετρία κατάλυσι. Ἐὰν ὅμως εἶναι ἀμελεῖς, ἂς μὴ λάβωμε καθόλου ὑπ᾿ ὄψιν μας τὴν εὐλογία τους, καὶ μάλιστα ἐὰν τύχη καὶ μαχώμεθα ἐναντίον σαρκικῆς πυρώσεως.

8. Ἐνόμισε ὁ θεήλατος Εὐάγριος (1) ὅτι ἔγινε σοφώτερος τῶν σοφῶν καὶ στὴν μορφὴ καὶ στὸ περιεχόμενο τῶν λόγων του. Ἀπατήθηκε ὅμως ὁ ταλαίπωρος καὶ φάνηκε ἀνοητότερος τῶν ἀνοήτων καὶ σὲ πολλὰ ἄλλα ζητήματα καὶ σ᾿ αὐτό. Ἐδίδαξε: «Ὁσάκις ἡ ψυχὴ ἐπιθυμεῖ ποικίλα φαγητά, ἂς θλίβεται μὲ ἄρτον μόνο καὶ ὕδωρ». Εἶναι δὲ ἡ προσταγή του αὐτὴ σὰν νὰ προτρέπης ἕνα παιδὶ ν᾿ ἀνεβῆ μὲ ἕνα βῆμα ὅλη τὴν σκάλα.

Ἐμεῖς ὅμως, ἀντικρούοντες τὸν ὁρισμό του, ὡς ἑξῆς ὁρίζουμε: Ὅταν ἐπιθυμοῦμε τὰ διάφορα φαγητά, ζητοῦμε κάτι ποὺ εἶναι μέσα στὴν φύσι μας. Γι᾿ αὐτὸν τὸν λόγο ἂς χρησιμοποιήσωμε ἕνα τέχνασμα πρὸς τὴν πολυμήχανη κοιλία, καὶ μάλιστα ἂν δὲν μᾶς ἀπειλῆ βαρύτατος πόλεμος ἢ δὲν ὑπάρχη πένθος ἢ κανὼν γιὰ προηγούμενες σοβαρὲς πτώσεις. Ἂς κόψωμε πρῶτα τὰ λιπαρά, ἔπειτα τὰ ἐρεθιστικὰ καὶ ἔπειτα τὰ εὔγευστα.

9. Ἂν σοῦ εἶναι εὔκολο, δίδε στὴν κοιλία σου τροφὴ χορταστικὴ καὶ εὐκολοχώνευτη, ὥστε μὲ τὸν χορτασμὸ νὰ ἱκανοποιήσουμε τὴν ἀχόρταστη ὄρεξί της, ἐνῷ μὲ τὴν σύντομη χώνευσι νὰ σωθοῦμε ἀπὸ τὴν σαρκικὴ πύρωσι σὰν ἀπὸ μάστιγα. Ἂς ἐξετάσωμε, καὶ θὰ βροῦμε πὼς τὰ περισσότερα ἀπὸ τὰ φαγητὰ ποὺ «φουσκώνουν» ἐρεθίζουν τὴν σάρκα.

10. Νὰ γελᾶς μὲ τὸν δαίμονα ποὺ σοῦ ὑποβάλλει μετὰ τὸ δεῖπνο νὰ ἀφήσῃς γιὰ τὴν ἑπόμενη ἡμέρα τοὺς κανόνες τῶν προσευχῶν σου, διότι θὰ ἔλθη ἡ ἐνάτη ὥρα τῆς ἑπομένης, καὶ δὲν θὰ ἔχη τηρηθῆ ἡ συμφωνία τῆς προηγουμένης.

11. Ἄλλη εἶναι ἡ ἐγκράτεια ποὺ ἁρμόζει σὲ ὅσους δὲν ἔχουν δοκιμάσει μεγάλες πτώσεις καὶ ἄλλη σὲ ὅσους ἔχουν ὑποπέσει σ᾿ αὐτές. Οἱ μὲν πρῶτοι ἔχουν ὡς γνώμονα τὴν σαρκικὴ κίνησι, οἱ δὲ δεύτεροι ἀντιμετωπίζουν τὸ θέμα μὲ σκληρότητα καὶ ἀδιαλλαξία μέχρι θανάτου. Καὶ οἱ μὲν προσπαθοῦν νὰ διαφυλάττουν πάντοτε τὴν σωφροσύνη τοῦ νοῦ, ἐνῷ οἱ δὲ ἐξευμενίζουν τὸν Θεὸν μὲ τὴν σκυθρωπότητα τῆς ψυχῆς καὶ μὲ τὴν θλίψι τῆς σαρκός.

12. Ὁ καιρὸς τῆς εὐφροσύνης καὶ τῆς «παρακλήσεως» στὸν τέλειο μοναχὸ εἶναι καιρὸς ἀμεριμνίας, στὸν ἀγωνιστὴ καιρὸς πάλης καὶ στὸν ἐμπαθῆ «ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων».

13. Ὄνειρα γύρω ἀπὸ τροφὲς καὶ φαγητὰ συναντῶνται στὴν καρδία τῶν γαστριμάργων, καὶ ὄνειρα γύρω ἀπὸ τὴν κόλασι καὶ τὴν Κρίσι συναντῶνται στὴν καρδία τῶν μετανοούντων.

14. Κυριάρχησε στὴν κοιλία σου, πρὶν κυριαρχήση αὐτὴ πάνω σου, καὶ τότε θὰ ἀναγκασθῆς νὰ νηστεύης γεμάτος καταισχύνη. Αὐτὸ ποὺ εἶπα τὸ καταλαβαίνουν ἐκεῖνοι ποὺ ἔπεσαν στὸν ἀκατανόμαστο βόθρο (2). Ὅσοι εἶναι εὐνοῦχοι – (κατὰ πνεῦμα εὐνοῦχοι – πρβλ. Ματθ. ιθ´ 12) – δὲν ἐγνώρισαν τὸ ἁμάρτημα αὐτό.

15. Ἂς περικόψωμε τὶς ἀπαιτήσεις τῆς κοιλίας μὲ τὴν σκέψι τοῦ αἰωνίου πυρός. Μερικοὶ ποὺ ὑπετάγησαν σ᾿ αὐτὴν ἔφθασαν στὴν ἀνάγκη στὸ τέλος νὰ ἀποκόψουν τὰ μέλη τοῦ σώματός τους, καὶ ἀπέθαναν ἔτσι σωματικὰ καὶ ψυχικά. Ἂς ἐρευνήσωμε, καὶ ὁπωσδήποτε θὰ διαπιστώσωμε πὼς τὰ ἠθικά μας ναυάγια προέρχονται μόνο ἀπὸ τὴν γαστριμαργία.

16. Ὁ νοῦς τοῦ νηστευτοῦ προσεύχεται καθαρὰ καὶ προσεκτικά, τοῦ δὲ ἀκρατοῦς εἶναι γεμάτος ἀπὸ ἀκάθαρτες εἰκόνες. Ὁ χορτασμὸς τῆς κοιλίας ἐξήρανε τὶς πηγὲς τῶν δακρύων. Ὅταν ὅμως αὐτὴ ἀπεξηράνθη, ἐδημιούργησε τὰ ὕδατα τῶν δακρύων.

17. Ἐκεῖνος ποὺ περιποιεῖται τὴν κοιλία του καὶ ἀγωνίζεται νὰ νικήση τὸ πνεῦμα τῆς πορνείας, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ προσπαθεῖ νὰ σβήση μεγάλη φωτιὰ μὲ λάδι. Ὅταν θλίβεται ἡ κοιλία ταπεινοῦται ἡ καρδία. Ὅταν ὅμως δέχεται περιποιήσεις, θεριεύουν καὶ ἀλαζονεύονται οἱ λογισμοί.

18. Ἐξέταζε τὸν ἑαυτόν σου τὴν πρώτη ὥρα τῆς ἡμέρας καὶ τὸ μεσημέρι καὶ τὴν τελευταία πρὸ τοῦ φαγητοῦ, καὶ θὰ κατανοήσης ἔτσι τὴν ὠφέλεια τῆς νηστείας. Τὸ πρωὶ (ποὺ δὲν πεινᾶς) οἱ λογισμοὶ σκιρτοῦν καὶ περιπλανῶνται ἐδῶ κι ἐκεῖ, κατὰ τὴν ἕκτη ὥρα ἀτονοῦν κάπως, καὶ κατὰ τὸ ἡλιοβασίλεμα ἔχουν ἐντελῶς ταπεινωθῆ.

19. Θλίβε τὴν κοιλία καὶ ὁπωσδήποτε θὰ κλείσης καὶ τὸ στόμα· διότι ἡ γλώσσα ἰσχυροποιεῖται ἀπὸ τὰ πολλὰ φαγητά. Νὰ πυγμαχῆς συνεχῶς ἐναντίον της καὶ νὰ ἐπαγρυπνῆς συνεχῶς ἐπάνω της. Ἐὰν ἐσὺ κοπιάσης ὀλίγο, ἀμέσως καὶ ὁ Κύριος σὲ βοηθεῖ.

20. Ὅσο χρησιμοποιοῦνται καὶ μαλακώνουν οἱ ἀσκοί, τόσο αὐξάνουν στὴν χωρητικότητα. Ὅταν ὅμως μείνουν περιφρονημένοι καὶ ἀχρησιμοποίητοι, θὰ μαζέψουν καὶ δὲν θὰ χωροῦν τόσο πολύ.

21. Ἐκεῖνος ποὺ καταπιέζει τὴν κοιλία μὲ πολλὰ φαγητά, ἐπλάτυνε τὰ ἔντερα, ἐνῷ ἐκεῖνος ποὺ τῆς ἐναντιώνεται, τὰ ἐστένευσε. Καὶ ὅταν αὐτὰ ἐστένευσαν, δὲν χρειάζονται πολλὰ φαγητά, ὁπότε κατὰ φυσικὸ τρόπο μαθαίνομε νὰ νηστεύωμε.

22. Ἡ δίψα πολλὲς φορὲς ἐσταμάτησε τὴν δίψα. Εἶναι ὅμως δυσχερὲς καὶ ἀκατόρθωτο μὲ τὴν πείνα νὰ περικοπῆ ἡ πείνα. Ὅταν σὲ νικήση ἡ κοιλία, δάμαζέ την μὲ σωματικοὺς κόπους. Καὶ ἂν αὐτὸ σοῦ εἶναι ἀδύνατο διὰ λόγους ἀσθενείας, πάλαιψε ἐναντίον της μὲ τὴν ἀγρυπνία.

23. Ὅταν βαραίνουν οἱ ὀφθαλμοί, πιάσε τὸ ἐργόχειρο. Ἐὰν ὅμως ὁ ὕπνος ἔχη φύγει, μὴ τὸ πιάνης, διότι δὲν εἶναι δυνατὸν νὰ προσηλώσης τὸν νοῦ σου στὸν Θεὸν καὶ στὸν μαμωνᾶ (Ματθ. στ´ 24), δηλαδὴ στὸν Θεὸ καὶ στὸ ἐργόχειρο.

24. Γνώριζε ὅτι πολλὲς φορὲς ὁ δαίμων τῆς γαστριμαργίας ἔρχεται καὶ κάθεται ἐπάνω στὸ στομάχι, καὶ κάνει ὥστε νὰ μὴ χορταίνει ὁ ἄνθρωπος, ἔστω καὶ ἂν φάγη ὁλόκληρη τὴν Αἴγυπτο καὶ πιῆ ὁλόκληρο τὸν Νεῖλο. Μετὰ τὸ φαγητὸ φεύγει ὁ ἀνόσιος καὶ μᾶς στέλνει τὸν δαίμονα τῆς πορνείας, ἀφοῦ τοῦ περιέγραψε τὸ συμβάν. «Νὰ τὸν συλλάβης, τοῦ λέγει, νὰ τὸν συλλάβης, νὰ τὸν ζαλίσης. Καθὼς ἡ κοιλία του εἶναι παραφορτωμένη, δὲν θὰ κουρασθῆς πολύ». Καὶ ἐκεῖνος μόλις ἦλθε χαμογέλασε. Καὶ ἀφοῦ μᾶς ἔδεσε «χειροπόδαρα» μὲ τὸν ὕπνο, ἔπραξε ὅλα ὅσα θέλησε καταλερώνοντας σῶμα καὶ ψυχὴ μὲ μολυσμοὺς καὶ φαντασίες καὶ ἐκκρίσεις. Θαυμαστὸ πράγμα! Νὰ βλέπης ἀσώματο νοῦ νὰ μολύνεται καὶ νὰ σκοτίζεται ἀπὸ τὸ σῶμα· καὶ πάλι διὰ μέσου του πηλίνου σώματος τὸν ἄϋλο νοῦ νὰ καθαρίζεται καὶ νὰ λεπτύνεται!

25. Ἐὰν ὑποσχέθηκες στὸν Χριστὸν νὰ βαδίζῃς τὴν στενὴ καὶ τεθλιμμένη ὁδό, στενοχώρησε τὴν κοιλία. Διότι ὅταν αὐτὴ δέχεται περιποιήσεις καὶ πλατύνεται, τότε ἐσὺ ἀθέτησες τὶς ὑποσχέσεις.

26. Σύνελθε! Καὶ θὰ ἀκούσῃς τὸν Χριστὸν νὰ λέγη: «Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοὶ εἰσὶν οἱ εἰσπορευόμενοι ἐν αὐτῇ· τὶ στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας· καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς» (πρβλ. Ματθ. ζ´ 13-14).

27. Ἀρχηγὸς τῶν δαιμόνων εἶναι ὁ πεσῶν Ἑωσφόρος, καὶ ἀρχηγὸς τῶν παθῶν ὁ λαιμὸς τῆς κοιλίας.

28. Ὅταν λάβης θέσι σὲ πλούσιο τραπέζι, φέρε ἐμπρός σου τὴν μνήμη τοῦ θανάτου καὶ τῆς Κρίσεως· ἴσως ἔτσι νὰ συγκρατήσης ὀλίγο τὸ πάθος. Καὶ ἐνῷ πίνεις, μὴ παύσης νὰ θυμᾶσαι τὸ ὄξεος καὶ τὴν χολὴ τοῦ Δεσπότου σου. Ἔτσι ἢ θὰ ἐγκρατευθῇς ἢ τουλάχιστον, ἂν δὲν ἐγκρατευθῇς, θὰ ταπεινωθῆς ἀναστενάζοντας (συγκρίνοντας τὴν πολυφαγία σου μὲ τὸ πάθος τοῦ Χριστοῦ).

29. Μὴ πλανᾶσαι! Οὔτε ἀπὸ τὴν δουλεία τοῦ Φαραὼ πρόκειται νὰ ἐλευθερωθῆς οὔτε τὸ ἄνω Πάσχα θὰ ἀντικρύσης, ἐὰν δὲν γευθῇς παντοτεινᾶ πικρίδες καὶ ἄζυμα. Πικρίδες εἶναι ἡ βία καὶ κακοπάθεια τῆς νηστείας, καὶ ἄζυμα τὸ χωρὶς φυσίωσι φρόνημα (3).

30. Ἂς ἑνωθῇ μὲ τὴν ἀναπνοή σου ὁ λόγος τοῦ Ψαλμῳδοῦ: «Ὅταν μὲ ἐνωχλοῦσαν οἱ δαίμονες, ἐφοροῦσα πένθιμο ἔνδυμα καὶ ἐταπείνωνα μὲ νηστεία τὴν ψυχή μου καὶ ἡ προσευχή μου εἶχε κολληθῆ στοὺς κόλπους τῆς ψυχῆς μου» (πρβλ. Ψαλμ. λδ´ 13).

31. Ἡ νηστεία εἶναι βία φύσεως καὶ περιτομὴ τῶν ἡδονῶν τοῦ λάρυγγος, ἐκτομὴ τῆς σαρκικῆς πυρώσεως, ἐκκοπὴ τῶν πονηρῶν λογισμῶν, ἀπελευθέρωσις ἀπὸ μολυσμοὺς ὀνείρων, καθαρότης προσευχῆς, φωτισμὸς τῆς ψυχῆς, διαφύλαξις τοῦ νοῦ, διάλυσις τῆς πωρώσεως, θύρα τῆς κατανύξεως, ταπεινὸς στεναγμός, χαρούμενη συντριβή, σταμάτημα τῆς πολυλογίας, ἀφορμὴ ἡσυχίας, φρουρὸς τῆς ὑπακοῆς, ἐλαφρότης τοῦ ὕπνου, ὑγεία τοῦ σώματος, πρόξενος τῆς ἀπαθείας, ἄφεσις τῶν ἁμαρτημάτων, θύρα καὶ ἀπόλαυσις τοῦ παραδείσου.

32. Ἂς συλλάβωμε καὶ ἂς ἀνακρίνωμε καὶ αὐτὸν τὸν ἐχθρὸν -προπαντὸς αὐτόν- ποὺ εὑρίσκεται ἐπικεφαλῆς ὅλων τῶν ἐπικινδύνων ἐχθρῶν μας. Αὐτὸν ποὺ εἶναι ἡ θύρα τῶν παθῶν, ἡ πτῶσις τοῦ Ἀδάμ, ἡ ἀπώλεια τοῦ Ἠσαῦ, ὁ ὄλεθρος τῶν Ἰσραηλιτῶν, ἡ ἀσχημοσύνη τοῦ Νῶε, ἡ προδοσία τῶν Γομόρρων, ἡ κατηγορία τοῦ Λώτ, ἡ ἐξολόθρευσις τῶν υἱῶν τοῦ ἱερέως Ἠλεῖ, ὁ καθοδηγητὴς πρὸς τοὺς μολυσμούς. Ἂς τὴν ἀνακρίνωμε -τὴν γαστριμαργία- ἀπὸ ποῦ γεννᾶται, ποιοὶ εἶναι οἱ ἀπόγονοί της, ποιὸς εἶναι αὐτὸς ποὺ τὴν συντρίβει καὶ ποιὸς αὐτὸς ποὺ τὴν ἐξολοθρεύει τελείως.

«Λέγε μας, ὦ τύραννε ὅλων τῶν ἀνθρώπων, σὺ ποὺ τοὺς ἐξαγοράζεις ὅλους μὲ τὸ χρυσάφι τῆς ἀπληστίας, ἀπὸ ποῦ εἰσέρχεσαι μέσα μας; Καὶ τί ἐν συνεχείᾳ συνηθίζεις νὰ γεννᾶς ἐκεῖ; Καὶ πῶς μποροῦμε νὰ ἐπιτύχωμε τὴν ἔξοδό σου καὶ ἀπομάκρυνσι ἀπὸ ἐμᾶς»;

Ἐκείνη δὲ ταλαιπωρημένη ἀπὸ τὶς ὕβρεις αὐτές, γεμάτη μανία καὶ ἀγριότητα μᾶς ἀποκρίθηκε τυραννικά:

«Γιατί μὲ ὀνειδίζετε σεῖς ποῦ εἶσθε ὑπόλογοι ἀπέναντί μου; Καὶ πῶς φροντίζετε νὰ μὲ ἀποχωρισθῆτε, ἐνῷ ἐγὼ εἶμαι ἐκ φύσεως συνδεδεμένη μαζὶ σάς; Θύρα γιὰ μένα εἶναι ἡ φύσις τῶν φαγητῶν. Αἰτίας τῆς ἀπληστίας μου εἶναι ἡ συνεχὴς χρῆσις. Ἀφορμὴ δὲ τῆς ἐπικρατήσεως τοῦ πάθους μου εἶναι ἡ προϋπάρχουσα συνήθεια, ἡ ἀναισθησία τῆς ψυχῆς καὶ ἡ λησμοσύνη τοῦ θανάτου.

» Καὶ πῶς ζητεῖτε νὰ μάθετε τὰ ὀνόματα τῶν ἀπογόνων μου; Θὰ τοὺς ἀπαριθμήσω καὶ θὰ πληθυνθοῦν περισσότερο ἀπὸ τὴν ἄμμο. Ἀκοῦστε ὅμως ποιοὶ θεωροῦνται ὡς υἱοί μου πρωτότοκοι καὶ ἀγαπητοί: Πρωτότοκός μου υἱὸς εἶναι ὁ ὑπηρέτης τῆς πορνείας. Δεύτερος ἡ σκληροκαρδία. Τρίτος ὁ ὕπνος. Ἀπὸ ἐμένα ἐπίσης γεννῶνται ἡ θάλασσα τῶν λογισμῶν, τὰ κύματα τῶν μολυσμῶν, ὁ βυθὸς τῶν κρυπτῶν καὶ ἀνεκφράστων ἀκαθαρσιῶν.

» Ἰδικές μου θυγατέρες εἶναι ἡ ὀκνηρία, ἡ πολυλογία, ἡ «παρρησία», τὰ γέλια, τὰ ἀστεῖα καὶ τὰ εὐτράπελα, ἡ ἀντιλογία, ἡ σκληροτράχηλη διαγωγὴ καὶ συμπεριφορά, ἡ ἀνυπακοή, ἡ ἀναισθησία, ἡ αἰχμαλωσία καὶ ὑποδούλωσις (στὰ πάθη), ἡ καύχησις, ἡ θρασύτης. Ἐπίσης καὶ ἡ ἀγάπη τοῦ καλλωπισμοῦ, τὴν ὁποία διαδέχονται ἡ ρυπαρὰ προσευχή, ὁ ρεμβασμὸς τῶν λογισμῶν καὶ πολλὲς φορὲς συμφορὲς ἀνέλπιστες καὶ ἀπροσδόκητες, στὶς ὁποῖες μάλιστα ἀκολουθεῖ ἡ ἀπελπισία ποὺ εἶναι ἡ πιὸ φοβερὴ ἀπὸ ὅλες.

» Ἐμένα μὲ πολεμεῖ, ἀλλὰ δὲν μὲ νικᾶ, ἡ μνήμη τῶν ἁμαρτημάτων. Ὑπερβολικά μὲ ἐχθρεύεται ἡ σκέψις τοῦ θανάτου. Ἐκεῖνο δὲ ποὺ μὲ καταστρέφει τελειωτικὰ δὲν ὑπάρχει στοὺς ἀνθρώπους. Ὅποιος ἀπέκτησε μέσα του Τὸν Παράκλητο, Τὸν παρακαλεῖ ἐναντίον μου. Καὶ Ἐκεῖνος καμφθεὶς ἀπὸ τὶς ἱκεσίες δὲν μὲ ἀφίνει νὰ ἐνεργῶ μὲ ἐμπάθεια. Αὐτοὶ ποὺ δὲν ἐγεύθηκαν τὴν χάρι τοῦ Παρακλήτου, ἐπιζητοῦν ὁπωσδήποτε νὰ γλυκαίνωνται ἀπὸ τὴν ἰδική μου ἡδονή».

Πρόκειται γιὰ ἀνδρεία νίκη! Ὅποιος τὴν ἐκέρδισε, προχωρεῖ σύντομα πρὸς τὴν ἀπάθεια καὶ τὴν κορυφὴ τῆς σωφροσύνης.

----------

1. Ὁ Εὐάγριος ὁ Ποντικὸς ὑπῆρξε ἐπιφανὴς μυστικὸς Θεολόγος, ἀσκητὴς καὶ ἀσκητικὸς συγγραφεὺς τοῦ Δ´ μ. Χ. αἰῶνος. Ἐμαθήτευσε στὸν Θεολόγο Γρηγόριο καὶ σὲ μεγάλους ἀσκητὰς τῆς αἰγυπτιακῆς ἐρήμου. Ἀνεδείχθη σὲ σπουδαία φυσιογνωμία τῆς Ἐκκλησίας καὶ ἐχαρακτηρίσθη ὡς «ἡ διασημοτέρα προσωπικότης τῆς Χριστιανικῆς ἐρήμου τῆς Αἰγύπτου, περὶ τὰ τέλη τοῦ τετάρτου αἰῶνος» (βλ. Ἰ. Μωϋσέσκου, Εὐάγριος ὁ Ποντικός, Ἀθῆναι 1937, σελ. 32). Ὑπέπεσε ὅμως καὶ στὶς πλάνες τοῦ Ὠριγένους καὶ κατεδικάσθη ἀπὸ τὴν Ε´ Οἰκουμενικὴ Σύνοδο. Παρὰ ταῦτα ὡρισμένα ἀσκητικά του συγγράμματα λόγῳ τῆς ἀξίας των ἐτιμήθησαν ἀπὸ τοὺς μεταγενεστέρους μέχρι σημείου νὰ καταχωρηθοῦν καὶ στὴν Φιλοκαλία.
Καὶ ὁ ἴδιος ὁ συγγραφεὺς τῆς Κλίμακος ἐπωφελεῖται τοῦ ἀσκητικοῦ ἔργου τοῦ Εὐαγρίου, καὶ μάλιστα στοὺς τελευταίους λόγους (ΚΖ´ - Λ´), ὅπου ἐκτίθεται ἡ ὑψηλοτέρα πνευματικὴ ζωή.

2. Ἐννοεῖ μᾶλλον τὸ κατὰ μόνας ἁμάρτημα.

3. Τὸ χωρὶς φυσίωσι φρόνημα ἀντιστοιχεῖ πρὸς τὰ ἄζυμα. Ἡ παρομοίωσις εἶναι πολὺ ἐπιτυχής, ἐφ᾿ ὅσον ὡς γνωστὸν μὲ τὴν ζύμη δημιουργεῖται «φούσκωμα» στὸ φύραμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου