Κυριακή 7 Απριλίου 2019

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΤΡΙΤΟΣ Περὶ λογισμῶν βλασφημίας (οἱ ὁποῖοι εἶναι ἀνέκφραστοι)


Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας, ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας.

(965.) Ὑπερηφανία ἐστὶ Θεοῦ ἄρνησις, δαιμόνων εὕρημα, ἐξουδένωσις ἀνθρώπων, κατακρίσεως μήτηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοηθείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, πτωμάτων πρόξενος, ἐπιληψίας ὑπόθεσις, θυμοῦ πηγὴ, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρτημάτων φύλαξ, ἀσπλαγχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρὸς, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ῥίζα, ἀρχὴ ὑπερηφανίας, τέλος κενοδοξίας· μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἐλέγχου μῖσος· τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις. δαιμονιῶδες ἦθος. Ἀκούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγεῖν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι· ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐχ ὑποτίθεται.
Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι, καὶ μεγαλαυχοῦντας τῷ φρονήματι· καὶ μαρτυρεῖ τοῦτο σοφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς· Ὁ Θεὸς, εὐχαριστῶ σοι. Ὅπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερηφανία προεσκήνωσε· μηνυτὴς γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὑπόθου μοι εἶναι δώδεκα πάθη τῆς ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος· Ἐὰν ἓν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσῃς θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα. Ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ὁ δὲ ταπεινόφρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται. Οὐχ ὑποκλίνει κυπάρισσος εἰς γῆν περιπατεῖν· οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι. Ἀνὴρ ὑψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται· ἄλλως γὰρ, ὡς ἔτυχεν, ἀπολέσθαι εἰς τέλος οὐ δύναται· μᾶλλον δὲ οὐ βούλεται. Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται. Τίς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ἀκάθαρτος παρὰ (968.) Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ τίς λοιπὸν τὸν τοιοῦτον ἀποκαθᾶραι δύναται; Παίδευσις μὲν ὑπερηφάνῳ πτῶμα· σκόλοψ δὲ δαίμων· ἐγκατάλειψις δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν· τὸ δὲ ἔσχατον παρ᾿ ἀνθρώποις ἀνίατον. Ὁ ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν· ὁ δὲ προσδραμὼν, τοῦ δεσμοῦ λέλυται· εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε, ζητητέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται. Ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πάντως, ὅτι μεθ᾿ ὑπερηφανίας· ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ᾿ ὧν ηὔχοντο, οὐκ ἀπέκοπτον. Ἀδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησεν, ὁ δὲ τυφλώττων φησί· Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ὁ δὲ πάνσοφος γέρων πρὸς αὐτόν· Καὶ ποίαν, φησὶ, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ᾿ ἢ τὸ εἰπεῖν· Οὐκ εἰμὶ ὑπερήφανος; Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγὴ, καὶ παχυτέρα καὶ ἀτιμοτέρα διαγωγή· καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις· ἴσωςκἂν οὕτως ἔσται τοῖς νοσοῦσι μικρὰ σωτηρίας ἐλπίς. Αἰσχύνη ἐπ᾿ ἀλλοτρίῳ κόσμῳ ἐπαίρεσθαι· ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσμασι Θεοῦ φαντάζεσθαι.
Ὅσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γεγόνασιν, ἐπὶ τούτοις μόνοις ἐπαίρου· τὰ γὰρ μετὰ γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν· ὅσας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθωκας, αὗται καὶ μόναι σοῦ τυγχάνουσι· τὸν γὰρ νοῦν Θεὸς ὁ δωρησάμενος. Ὅσα ἐκτὸς τοῦ σώματος ἐπεδείξω ἔπαθλα, ἐκ σῆς σπουδῆς καὶ μόνον γεγόνασι· τὸ γὰρ σῶμα, οὐ σόν, ἀλλὰ τοῦ Θεοῦ ποίημα· μὴ θάρσει ἕως τὴν ἀπόφασιν δέξῃ, ὁρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξοριζόμενον· μὴ ὑψαυχένει, γήϊνος ὤν· πολλοὶ γὰρ καὶ ἐξ οὐρανῶν ἐῤῥίφησαν ἅγιοι καὶ ἄϋλοι τυγχάνοντες. Ὅταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάταις ὁ δαίμων λήψεται· τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ᾿ ὕπαρ ὡς ἐν σχήματι δῆθεν ἁγίου ἀγγέλου, ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ἢ χαρισμάτων δωρεὰν ἐπιδίδωσιν, ἵνα ἀπατηθέντες οἱ τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν, οὐδὲ οὕτως τὸ δέον ἀνεπληρώσαμεν· ἄλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν· συζητοῦντες ἑαυτοὺς ἀεὶ, καὶ ἀνακρίνοντες πρὸς (969.) τοὺς πρὸ ἡμῶν πατέρας καὶ φωστῆρας, μὴ παυσώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ἴχνος ἀκριβοῦς πολιτείας πατήσαντας· μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας· ἀλλ᾿ ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας.
Μοναχὸς κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυχῆς, καὶ ἀκίνητος σώματος αἴσθησις. Μοναχός ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ᾿ αὐτοῦ. Μοναχός ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς.
Μοναχός ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς. Μοναχός ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμῷ καρδίας. Μοναχός ἐστιν ἄβυσσος ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας. Λήθην πταισμάτων τύφος ἐργάζεται· ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος. Ὑπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς· πλοῦτον ἐν σκοτείᾳ οἰομένη οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρὰ, ἀλλὰ καὶ τοῦ ὕψους ἀποῤῥίπτει. Ὑπερηφανία ἐστὶ ῥοιὰ ἔσωθεν σεσηπυῖα, ἔξωθεν δὲ τῇ ὥρᾳ ἀποστίλβουσα. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος· αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν· ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος· ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας ῥήματα· ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα. Βδελύττεται ἥλιον κλέπτης, ὑπερήφανος δὲ πραεῖς ἐξουδενώσει. Ἔλαθον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι· καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδῳ ἑωράκασιν. Ὁ ταύτῃ ἁλοὺς Κυρίου δεηθήσεται· ματαία γὰρ παρ᾿ ἐκείνῳ σωτηρία ἀνθρώπων. Κατείληφά που τὴν ἀκέφαλον πλανῆτιν πέλουσαν ἐν τῇ ἐμῇ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆςοἰκείας μητρὸς ὀχουμένην· ἃς παγιδεύσας δεσμῷ ὑπακοῆς, καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν· διὸ καὶ μαστιζόμεναι ἔλεγον· Ἡμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν· ἄρχουσαι γὰρ καὶ γεννήτριαι πάντων τῶν παθῶν καθεστήκαμεν· πολεμεῖ δὲ ἡμᾶς οὐ μετρίως συντριμμὸς καρδίας ἐν ὑποταγῇ τικτόμενος· ἄρχεσθαι γὰρ ὑπ᾿ οὐδενὸς σεσυνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυῖαι, ἐκεῖθεν ἀπεστατήσαμεν· διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἡμεῖς γεννήτριαι· πάντα γὰρ τὰ ἐκείνῃ συνεργοῦντα, ἡμῖν ἀντίκεινται. Πλὴν ἐν οὐρανῷ ἰσχύσαμεν, καὶ ποῦ ἀπὸ προσώπου ἡμῶν φεύξῃ; Ἡμεῖς πολλάκις ἐπ᾿ ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ, καὶ διακονίᾳ ἐπακολουθεῖν πεφύκαμεν· ἡμῶν ἔκγονα πτώματα πνευματικῶν· ὀργὴ, καταλαλιὰ, πικρία, θυμὸς, κραυγὴ, βλασφημία, ὑπόκρισις, μῖσος, φθόνος, ἀντιλογία, ἰδιορυθμία, ἀπείθεια. Ἕν ἐστι καὶ μόνον ἐν ᾧ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν· καὶ τοῦτό σοι μαστιζόμεναι λέγομεν· Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου εἰλικρινῶς καταμέμψῃ, ἡμᾶς ὡς ἀράχνην λελογίσῃ.
Ἵππος μὲν γὰρ, ὡς ὁρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ᾿ ἣν ἐπιβέβηκα· ἡ δὲ ὁσία ταπείνωσις, καὶ (972.) αὐτομεμψία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ· τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνως ᾄδουσαι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως. Εἰκοστὸς τρίτος βαθμός· ὁ ἀναβεβηκὼς ἴσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται.
ΑΠΟ ΔΗΛΗΤΗΡΙΩΔΗ ρίζα καὶ φοβερὴ μητέρα -ἐννοῶ τὴν μολυσμένη ὑπερηφάνεια- ἀκούσαμε προηγουμένως ὅτι προέρχεται ἕνας πολὺ φοβερὸς ἀπόγονος, δηλαδὴ ἡ ἀνέκφραστη βλασφημία. Γι᾿ αὐτὸ εἶναι ἀνάγκη νὰ τὴν φέρωμε στὴν μέση, διότι δὲν εἶναι τυχαῖος ἐχθρός, ἀλλὰ ἐχθρὸς καὶ ἀντίπαλος φοβερώτερος ἀπὸ κάθε ἄλλον. Τὸ δὲ χειρότερο εἶναι, ὅτι δὲν μπορεῖς εὔκολα νὰ τὴν ἐκφράσης καὶ νὰ τὴν ἐξομολογηθῆς ἢ νὰ τὴν στηλιτεύσης ἐνώπιον πνευματικοῦ ἰατροῦ. Ἐξ αἰτίας αὐτοῦ πολλὲς φορὲς αὐτὴ ἡ ἀνόσιος ἔφερε πολλοὺς σὲ ἀπόγνωσι καὶ ἀπελπισία καὶ κατέστρεψε κάθε τους ἐλπίδα, ὅπως τὸ σαράκι τὸ ξύλο. 2. Αὐτὴ λοιπόν, αὐτὴ ἡ παμμίαρη βλασφημία εὐχαριστεῖται πολλὲς φορὲς κατὰ τὴν διάρκεια τῶν ἁγίων συνάξεων καὶ ἀκόμη τὴν φρικτὴ ὥρα τῆς τελέσεως τῶν Μυστηρίων νὰ ὑβρίζῃ τὸν Κύριον καὶ τὰ τελούμενα ἅγια μυστήρια. Ἀπὸ αὐτὸ ἀντιλαμβανόμεθα πλήρως ὅτι δὲν τὰ πρόφερε τὰ ἀνείπωτα καὶ ἀσεβῆ καὶ ἀκατανόητα ἐκεῖνα λόγια ἡ ἰδική μας ψυχή, ἀλλὰ ὁ ἀντίθεος δαίμων, ὁ ὁποῖος ἐκδιώχθηκε ἀπὸ τοὺς οὐρανούς, διότι καὶ ἐκεῖ σκέφθηκε νὰ βλασφημήση τὸν Κύριον.
Διότι ἂν ἦταν ἰδικά μου τὰ ἄσεμνα καὶ ἀπρεπῆ ἐκεῖνα λόγια, πῶς δέχομαι τὸ δῶρο τῆς Θείας Κοινωνίας καὶ τὸ προσκυνῶ; Πῶς μπορῶ νὰ ὑβρίζω καὶ νὰ δοξολογῶ συγχρόνως;
3. Πολλοὺς πολλὲς φορὲς ὁ ἀπατεὼν δαίμων τῆς βλασφημίας τοὺς ὡδήγησε σὲ παραφροσύνη.
Διότι κανεὶς ἄλλος λογισμὸς δὲν εἶναι τόσο δύσκολος στὴν ἐξαγόρευσί του ὅσο αὐτός. Γι᾿ αὐτὸ πολλὲς φορὲς σὲ πολλοὺς ἐγήρασε μέσα τους. Καὶ ὡς γνωστὸν τίποτε δὲν ἰσχυροποιεῖ τοὺς δαίμονες καὶ τοὺς λογισμοὺς ἐναντίον μας, ὅσο τὸ νὰ τοὺς τρέφωμε καὶ νὰ τοὺς ἀποκρύπτωμε μέσα στὴν καρδιά μας ἀνεξομολογήτους.
4. Κανεὶς ἂς μὴ θεωρῇ τὸν ἑαυτόν του αἴτιο γιὰ τοὺς λογισμοὺς τῆς βλασφημίας. Ὁ Κύριος, ὁ ὁποῖος εἶναι καρδιογνώστης, γνωρίζει καλὰ ὅτι δὲν εἶναι ἰδικά μας αὐτοῦ τοῦ εἴδους τὰ λόγια καὶ οἱ σκέψεις, ἀλλὰ τῶν ἐχθρῶν μας.
5. Ἡ μέθη εἶναι αἰτία στὸ νὰ σκοντάφτῃ κάποιος. Ὁμοίως καὶ ἡ ὑπερηφάνεια εἶναι αἰτία τῶν ἀπρεπῶν λογισμῶν. Καὶ ἐκεῖνος ποὺ ἐσκόνταψε εἶναι ἀναίτιος γι᾿ αὐτό, ἀλλὰ θὰ τιμωρηθῇ πάντως, διότι ἐμέθυσε.
6. Ὅταν ἐσταθήκαμε νὰ προσευχηθοῦμε, ξεσηκώθηκαν ἐναντίον μας οἱ ἀκάθαρτοι ἐκεῖνοι καὶ ἀνείπωτοι λογισμοί. Καὶ μόλις ἐτελειώσαμε τὴν προσευχή, ἔφυγαν ἀμέσως. Διότι δὲν συνηθίζουν νὰ μάχωνται ἐκείνους ποὺ δὲν τοὺς μάχονται.
7. Ὄχι μόνο τὸν Θεὸν καὶ τὰ θεῖα ὁ ἄθεος αὐτὸς δαίμων βλασφημεῖ, ἀλλὰ καὶ προφέρει μέσα στὸν νοῦ μας μερικὰ αἰσχρότατα καὶ ἄπρεπα λόγια, γιὰ νὰ ἐγκαταλείψωμε τὴν προσευχὴ ἢ γιὰ νὰ πέσωμε σὲ ἀπόγνωσι. Ἔτσι πολλοὺς τοὺς ἐμπόδισε ἀπὸ τὴν προσευχὴ καὶ πολλοὺς τοὺς ἀπεμάκρυνε ἀπὸ τὰ Μυστήρια.
Σὲ μερικοὺς κατέτηξε τὰ σώματα ἀπὸ τὴν λύπη. Ἄλλους ὁ πονηρὸς αὐτὸς καὶ ἀπάνθρωπος τύραννος τοὺς ἐδάμασε μὲ τὴν νηστεία καὶ δὲν τοὺς ἐπέτρεψε τὴν παραμικρὴ ἀνακούφισι.
Καὶ κατώρθωσε νὰ πείσῃ ὄχι μόνο τους κοσμικούς, ἀλλὰ καὶ τοὺς μοναχούς, ὅτι δὲν τοὺς ἀπολείπεται πλέον καμμία ἐλπίδα σωτηρίας καὶ ὅτι εἶναι ἐλεεινότεροι ἀπὸ ὅλους τοὺς ἀπίστους καὶ ἀπὸ αὐτοὺς τοὺς εἰδωλολάτρες ἀκόμη.
8. Ὅποιος ἐνοχλεῖται ἀπὸ τὸ πνεῦμα τῆς βλασφημίας καὶ θέλει νὰ ἀπαλλαγῆ ἀπ᾿ αὐτό, ἂς ἐννοήση καλὰ ὅτι αἰτία αὐτῶν τῶν λογισμῶν δὲν εἶναι ἡ ἰδική του ψυχή, ἀλλὰ ὁ ἀκάθαρτος δαίμων, ποὺ εἶπε κάποτε πρὸς τὸν Κύριον: «Ταῦτα πάντα σοὶ δώσω, ἐὰν πεσῶν προσκυνήσῃς μοι» (Ματθ. δ´ 9).
Γιὰ τοῦτο καὶ ἐμεῖς ἂς τὸν περιφρονοῦμε καὶ ἂς μὴ ὑπολογίζωμε καθόλου τὰ λεγόμενά του καὶ ἂς τοῦ λέγωμε: «Ὕπαγε ὀπίσω μου, σατανᾶ. Κύριον τὸν Θεόν μου προσκυνήσω καὶ αὐτῷ μόνῳ λατρεύσω» (πρβλ. Ματθ. δ´ 10)· «σοῦ δὲ ἐπιστρέψει ὁ πόνος καὶ ὁ λόγος ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὴν κορυφήν σου ἡ βλασφημία σου καταβήσεται» (πρβλ. Ψαλμ. ζ´ 17) ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι».
9. Ὅποιος προσπαθεῖ νὰ παλαίψῃ ἐναντίον τοῦ δαίμονος τῆς βλασφημίας μὲ διαφορετικὸ ἀπὸ τὸν προηγούμενο τρόπο, ὁμοιάζει μ᾿ ἐκεῖνον ποὺ ἐπιχειρεῖ νὰ συλλάβη τὴν ἀστραπὴ μὲ τὰ χέρια του. Διότι πῶς εἶναι δυνατὸν νὰ συλλάβῃ ἢ νὰ ἀντειπῇ ἢ νὰ παλαίψῃ ἐναντίον ἐκείνου ποὺ ἐπέρχεται στὴν καρδιὰ ξαφνικὰ σὰν ἄνεμος, ποὺ εἶναι τὰ λόγια του γρηγορώτερα ἀπὸ τὴν ριπὴ τοῦ ὀφθαλμοῦ, καὶ ποὺ ἀμέσως γίνεται ἄφαντος;
10. Ὅλοι οἱ ἐχθροὶ ἵστανται ἀπέναντί μας καὶ μάχονται καὶ ἀργοῦν κάπως καὶ δίνουν καιρὸ στὸν ἀνταγωνιστή τους. Αὐτὸς ὅμως ὄχι! Ἀλλὰ μόλις φάνηκε ἔφυγε, καὶ μόλις ὡμίλησε ἀνεχώρησε.
11. Πολλὲς φορὲς τοῦτος ὁ δαίμων συνηθίζει νὰ εἰσχωρῇ στὸν νοῦ τῶν πιὸ ἁπλῶν καὶ πιὸ ἀκεραίων, διότι αὐτοὶ θορυβοῦνται καὶ ταράσσονται ὑπερβολικά, πολὺ περισσότερο ἀπὸ τοὺς ἄλλους. Καὶ σ᾿ αὐτούς, ἔχομε τὴν γνώμη, ὅτι ὁ πόλεμος ὀφείλεται ἐξ ὁλοκλήρου στὸν φθόνο τῶν δαιμόνων καὶ ὄχι στὴν οἴησι.
12. Ἂς παύσωμε νὰ κρίνωμε καὶ νὰ κατακρίνωμε τὸν πλησίον, καὶ τότε δὲν πρόκειται νὰ φοβηθοῦμε τοὺς λογισμοὺς τῆς βλασφημίας. Διότι ἀφορμὴ καὶ ρίζα τοῦ δευτέρου εἶναι τὸ πρῶτο.
13. Ἐκεῖνος ποὺ εἶναι κλεισμένος σ᾿ ἕνα σπίτι, ἀκούει τὰ λόγια αὐτῶν ποὺ περνοῦν ἀπ᾿ ἔξω, χωρὶς νὰ συνομιλῆ μαζί τους.
Παρομοίως καὶ ἡ ψυχὴ ποὺ ζῇ μὲ αὐτοσυγκέντρωσι, ταράσσεται ἀκούοντας τὶς βλασφημίες ποὺ προφέρει διερχόμενος ὁ διάβολος.
14. Ὅποιος περιφρονεῖ τοῦτον τὸν δαίμονα, ἐλευθερώθηκε ἀπὸ τὸ πάθος. Ὅποιος σοφίζεται νὰ ἀγωνισθῇ ἐναντίον τοῦ διαφορετικά, στὸ τέλος νικᾶται. Διότι ἐκεῖνος ποὺ προσπαθεῖ νὰ συλλάβη τὰ πνεύματα μὲ λόγια, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ προσπαθεῖ νὰ κλείση κάπου τοὺς ἀνέμους. Κάποιος ἐκλεκτὸς μοναχός, ἐνοχλούμενος εἴκοσι χρόνους ἀπὸ τοῦτον τὸν δαίμονα, ἔλυωσε τὴν σάρκα του μὲ νηστεῖες καὶ ἀγρυπνίες. Καὶ ἀφοῦ δὲν εἶδε ἀπὸ αὐτὰ καμμία ὠφέλεια, ἔγραψε τὸ πάθος σὲ χαρτὶ καὶ ἐπῆγε καὶ τὸ ἔδωσε σὲ κάποιον ἅγιο ἄνδρα. Ἔπεσε δὲ κατὰ πρόσωπον στὴν γῆ καὶ δὲν μποροῦσε νὰ ἀνυψώσῃ πρὸς αὐτὸν τὸ βλέμμα του. Ὁ γέροντας μόλις τὸ διάβασε, χαμογέλασε, καὶ ἀφοῦ σήκωσε τὸν ἀδελφό, τοῦ λέγει: «Βάλε, τέκνον μου, τὸ χέρι σου στὸν αὐχένα μου». Ἀφοῦ τὸ ἔβαλε ὁ ἀδελφός, τοῦ λέγει ὁ μέγας ἐκεῖνος: «Ἂς εἶναι ἐπάνω στὸν τράχηλό μου, ἀδελφέ, αὐτὴ ἡ ἁμαρτία, ὅσα χρόνια τὴν εἶχες ἢ θὰ τὴν ἔχῃς ἀκόμη. Μόνο ἐσὺ νὰ μὴν τὴν ὑπολογίζῃς πλέον καθόλου». Καὶ ὁ ἀδελφὸς αὐτὸς διαβεβαίωνε ὅτι δὲν πρόφθασε νὰ βγῇ ἀπὸ τὸ κελλὶ τοῦ γέροντος, καὶ τὸ πάθος ἔγινε ἄφαντο. Τοῦτο τὸ περιστατικὸ μοῦ τὸ διηγήθηκε δοξάζοντας τὸν Θεὸν ὁ ἴδιος ἀδελφὸς στὸν ὁποῖο συνέβη.
Ὅποιος ἐνίκησε τοῦτο τὸ πάθος ἀπεμάκρυνε τὴν ὑπερηφάνεια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου