Πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι νηστεύων,
καὶ ξενιτεύων, καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι;
Ἅγιός ἐστιν, οὐ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον;
οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν ἐστιν ἡ κάθαρσις,
ἀλλ' ἡ κατὰ συνείδησιν τελεία κάθαρσις.
Εἴσελθε γὰρ, ὦ οὗτος,
διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον,
καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν σου,
καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα τῆς ψυχῆς σου
τὸν ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν,
τὸν φονεύσαντά σε διὰ τῶν καιριωτέρων τῆς ψυχῆς σου μελῶν·
ἄβυσσος γάρ ἐστιν ἀκατάληπτος ἡ καρδία·
καὶ ἐὰν τοῦτον φονεύσῃς,
καύχησαι τῷ Θεῷ περὶ καθαρότητος·
εἰ δὲ μὴ, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς
ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Θεοῦ.
καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται.
Εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐν τῷ κρυπτῷ, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ,
καὶ οὐκ ἀποθνήσκει·
ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ' οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρονται σὺν δόξῃ·
διὸ καὶ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν ἁγίων.
ἵνα δυνηθῇ τὸν νοῦν ἡμῶν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης
καὶ ἀγάπης ἐκσπᾶσαι, δελεάσμασι γηΐνοις χρώμενος,
καὶ ἀπὸ τοῦ ὄντος καλοῦ παρεκτρέπων ἐπὶ τὰ δοκήσει,
ἀλλ' οὐκ ὄντως καλά.
Πᾶν γὰρ ὃ ἐὰν ποιῇ ἄνθρωπος καλὸν,
σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται,
καὶ τὴν ἰδίαν ἐπεισπορὰν τῆς κενοδοξίας
ἢ ὀνήσεως τῇ ἐντολῇ συμμίγειν ἀγωνίζεται·
ἵνα μὴ διὰ Θεὸν καὶ μόνον κατὰ προθυμίαν ἀγαθὴν
τὸ γινόμενον ἀγαθὸν γένηται.
πῶς ἀρξώμεθα;
διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν,
καθὼς ὁ Κύριος ἐκέλευσεν εἰπών·
Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.
Ἐὰν γὰρ ἐμμείνωμεν τῷ λόγῳ τοῦ Κυρίου,
καὶ τῇ πτωχείᾳ, καὶ τῷ ταπεινῷ φρονήματι,
καὶ πάσαις παῖς τῶν ἐντολῶν ἀρεταῖς νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν τοῦ Κυρίου θύραν, δυνησόμεθα τυχεῖν τοῦ ζητουμένου.
∆ιὰ ταύτης γὰρ τῆς θύρας
δύναται ἀπολυτρώσεως τυχεῖν
πᾶς ὁ βουλόμενος φυγεῖν τοῦ σκότους.
Εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς,
καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς,
καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστόν.
καὶ εὐσεβοῦς θλίψεως,
τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο·
καὶ ὅθεν ἂν δοκῇ τρέχειν,
παρεκτρέπεται τῆς λείας,
καὶ σκολιάζων πολιτεύεται.
∆ιὰ τοῦτο συναντᾷ θηρίοις.
Εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος κόπον ἐκκόπτομεν,
οὐκ ἂν ἐπλημμελήσαμεν·
τοῖς γὰρ περὶ ψυχῆς θλιβομένοις λέγει ἡ Γραφή·
Πιστὸς ὁ Θεὸς, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
ὑπὲρ ὁ δύνασθε· ἀπαιδεύτοις δὲ συναντήσαι κακά.
οὕτω καὶ ὁ προβλεπτικὸς νοῦς προβλέπει ταχὺς ὢν
τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς,
καὶ ἀσφαλίζεται τὴν ψυχὴν, ὡς ὀφθαλμὸς ὢν αὐτῆς.
καὶ τὰ ἠσθενηκότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ·
δεῖ πάντοτε καὶ ἀναζωπυρεῖν διὰ τοῦ νοὸς πρὸς Θεὸν ἐπείξεως τὰ ἐξησθενηκότα τῇ ψυχῇ μέλη·
τοῦ νοῦ ἡμῶν προσκαλουμένου μετὰ τοῦ Κυρίου πάντοτε, ἵνα γένηται εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου.
Τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην Κυρίου
καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ
εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων,
εἴτε ἐσθιόντων, ἢ διακονούντων,
ἢ πινόντων, ἢ ἕτερόν τι ποιούντων,
ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἐπιτήδευμα
εἰς δόξαν Θεοῦ γένηται.
Ἁγιάζεται γὰρ καὶ ἡ τῶν ἐντολῶν πᾶσα ἀκολουθία·
καὶ καθαρῶς ὑφ' ὑμῶν ἐπιτελεῖται,
διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ,
καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς Θεὸν,
καὶ γινόμεθα ἐκτὸς ἀπὸ τοῦ μιαίνοντος τὰς ἐντολὰς τοῦ Θεοῦ.
καὶ οὕτως τὴν εὐλογίαν ἐδέξατο παρ' αὐτοῦ.
Τί δ' ἄλλο διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα,
ἀλλ' ἢ ὑψηλοτέραν θεωρίαν ἐμφαίνων που,
τὰ ἄκρα καὶ τὰ ὀστᾶ τοῦ ὅλου συγκρίματος τῆς φύσεως ἡμῶν;
τουτέστιν,
αὐτὸν τὸν νοῦν,
αὐτὴν τὴν συνείδησιν,
αὐτὴν τὴν διάθεσιν,
αὐτὸν τὸν λογισμὸν,
αὐτὴν τῆς ψυχῆς τὴν ἀγαπητικὴν δύναμιν,
τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ πρότερον κομίζειν δεῖν πάντοτε,
τὴν τῆς καρδίας ἱερὰν θυσίαν·
τὰ ἀκροθίνια,
καὶ τὰ ἄκρα τῶν ἀγαθῶν λογισμῶν εἰς τὴν αὐτὴν μνήμην καὶ μελέτην διὰ παντὸς ἀπασχολοῦντος.
Καὶ οὕτως δυνάμεθα ὁσημέραι τὴν αὔξησιν
καὶ προκοπὴν λαμβάνειν
βοηθούμενοι ὑπὸ τῆς θείας χάριτος,
καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν,
ἐλαφρὸν ἡμῖν καταφανήσεται,
καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες,
συνεργούμενοι ὑπ' αὐτοῦ τοῦ Κυρίου
διὰ τῆς πρὸς αὐτὸν ἡμῶν πίστεως.
Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως,
καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον
καὶ πρῶτον τυγχάνει,
τοῦτο γινώσκετε, ἀγαπητοὶ,
ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ κρέμανται,
καὶ ἀλλήλων συνδέδενται,
καὶ ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις,
μία ἀπὸ μιᾶς ἤρτηται·
ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης,
ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς,
ἡ χαρὰ ἀπὸ τῆς πραότητος,
ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως,
ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας,
ἡ διακονία ἀπὸ τῆς ἐλπίδος,
ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως,
ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς,
ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος.
Ὥσπερ καὶ τὸ ἐναντίον,
ἐφ' ἑνὸς τὰ κακὰ ἐκδίδονται·
τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ,
ὁ θυμὸς ἀπὸ ὑπερηφανίας,
ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας,
ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας,
ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας,
ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας,
ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως,
ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας,
ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας,
ἡ ἀκηδία ἀπὸ τῆς μικροψυχίας,
ἡ μικροψυχία ἀπὸ τῆς φιληδονίας,
καὶ τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα.
Οὕτως ἐν τῷ ἀγαθῷ μέρει αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι.
Κεφαλὴ δὲ πάσης ἀρετῆς
καὶ κορυφὴ τῶν κατορθωμάτων
ἐστὶν ἡ προσευχῆς προσκαρτέρησις,
δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς
διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι κτᾶσθαι δυνάμεθα.
καὶ ἡ ἀγαθότης, κατακοσμήσῃ ἡμᾶς,
τὸ σχῆμα τῆς εὐχῆς ἡμᾶς οὐδὲν ὠφελήσει.
Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς λέγομεν,
ἀλλὰ καὶ περὶ παντὸς καμάτου, ἢ πόνου, ἢ παρθενίας,
ἢ εὐχῆς, ἢ οἱουδήποτε καμάτου
καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένου·
ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς
καὶ πραότητος καὶ ταπεινότητος,
ἁπλότητός τε καὶ ἀφελότητος,
πίστεως καὶ μακροθυμίας,
ἀφθόνως ἐν ἑαυτοῖς εὑρίσκομεν,
εἰκῆ καὶ μάτην οἱ κάματοι ἡμῶν γεγόνασι·
ἡ πᾶσα γὰρ ἐκείνη ἐργασία,
καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς γίνεσθαι ὀφείλουσι.
Τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης
μὴ εὑρισκομένων ἐν ἡμῖν,
εἰκῆ καὶ μάτην ἡ ὅλη ἐργασία γίνεται.
Οἱ γὰρ χωρὶς τούτων ἐργαζόμενοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται,
αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἀποκομίσασθαι
ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον,
ὅπερ ἐστὶ τῶν προειρημένων ἀρετῶν,
μωραὶ ὠνομάσθησαν,
καὶ τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν.
Καὶ ὁ τῆς παρθενίας κάματος διὰ τῶν ἀρετῶν ἔλλειψιν
καὶ στέρησιν τῆς ἐναργοῦς ἐνοικήσεως τοῦ Πνεύματος,
εἰς οὐδὲν ἐλογίσθη.
Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια
καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται,
καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ
καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίνεται·
οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως,
καὶ τῶν λοιπῶν παρὰ τῷ Ἀποστόλῳ ῥηθέντων
ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν,
εἰκῆ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς, καὶ ψαλμωδίας, νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος εἰς οὐδὲν ἀποδείκνυται.
Οὗτοι γὰρ οἱ πόνοι ψυχῆς καὶ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν·
ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ, ἐν καρδίαις πισταῖς, ὑπὸ τοῦ Πνεύματος ἐνεργουμέναις·
ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργασία καὶ πόνος καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ἀπὸ τοῦ ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι.
Καλόν ἐστιν ἡ νηστεία, ἡ ἀγρυπνία, ἡ ξενιτεία·
ἀλλὰ ταῦτα ἀκμὴ πολιτείας ἐστὶν ἀγαθῆς·
πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων,
καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις τὴν πεποίθησιν ἔχειν καὶ μόνοις.
Συμβαίνει δὲ ὅτι εἰσί τινες χάριτος μέτοχοι·
καὶ ἡ κακία ἔτι οὖσα τεχνάζεται,
καὶ παραχωρεῖ ἑκοῦσα, καὶ οὐκ ἐνεργεῖ,
ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον,
ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ·
καὶ λοιπὸν φέρει αὐτὴν οἴησιν,
ὅτι Χριστιανός εἰμι τέλειος,
καὶ μετὰ ταῦτα, ὅταν νομίσῃ ὁ ἄνθρωπος,
ὅτι Ἐλεύθερός εἰμι, καὶ ἀμεριμνεῖ,
τότε λῃστρικῷ τρόπῳ ἔρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα, καὶ πειράζει αὐτὸν,
καὶ καταφέρει αὐτὸν εἰς τὰ κατώτατα τῆς γῆς.
Εἰ γὰρ ἄνθρωποι πολλάκις λῃσταὶ ὄντες
ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι,
καὶ ὑποκαθέζονται, καὶ ποιοῦσιν ἔγκρυμμα,
καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν,
καὶ περικυκλοῦσιν αὐτοὺς ἀθρόως, καὶ ἀποκτείνουσι·
πολλῷ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων τοῦτο τὸ ἔργον ἔχουσα,
τόσας ἀπολέσασα ψυχὰς, οἶδεν οὖν ἔγκρυμμα ποιεῖν
ἐν τῇ καρδίᾳ, κατὰ καιροὺς μὴ ἐνεργεῖν,
ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος;
ἵνα ἂν ποιήσῃ ὁ ἄνθρωπος δικαιοσύνας,
μὴ ἐπαναπαύῃ ἐν αὐταῖς, καὶ ἔχῃ ἑαυτὸν μέγαν,
ἀλλ' ᾖ πτωχὸς τῷ πνεύματι·
καὶ ἐὰν γένηται μέτοχος χάριτος,
μὴ νομίσῃ ἑαυτὸν κατειληφέναι τι,
καὶ οἰηθῇ εἶναί τις, καὶ ἄρξηται διδάσκειν·
ἀλλ' ἵνα ὢν καλῆς ξενιτείας καὶ πολιτείας,
νηστεύων πολὺ, ξενιτεύων, εὐχόμενος,
μετέχων χάριτος,
μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν·
ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται,
ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν,
ἵνα μὴ κεκορεσμένος ἔχῃ ἑαυτὸν δίκαιον
ἢ πλούσιον ἐν χάριτι·
ἀλλ' ᾖ πενθῶν καὶ δακρύων.
Καὶ ὃν τρόπον ἐὰν ᾖ μήτηρ,
καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτὸν,
καὶ ὅταν γένηται ἀνὴρ, συμβῇ αὐτῷ ἀποθανεῖν·
καὶ λοιπὸν ὅσοι ἂν ὦσι παραμυθούμενοι τὴν μητέρα,
μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος,
καὶ ἀπαραμύθητός ἐστιν·
οὕτω χρὴ κλαίειν τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ,
καὶ ἀδιαλείπτως δακρύειν·
πρὸ πάντων δὲ ἔχειν συντετριμμένην τὴν καρδίαν.
ἔνθα μένει ὁ βασιλεὺς, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροὶ ἀπόκεινται·
λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους ἦλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροί·
οὕτως εἰς τὸ πνευματικὸν,
οἱ νηστεύοντες, οἱ ἀγρυπνοῦντες,
οἱ ψάλλοντες καὶ εὐχόμενοι,
μὴ νομίσωσιν, ὅτι εἰσῆλθον εἰς τὴν κατάπαυσιν,
ὡς δὲ ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, οὐχ ὅπου ἡ πορφύρα, καὶ οἱ θησαυροί.
Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ τῇ ἔξω πολιτείᾳ θαῤῥεῖν,
καὶ λέγειν, ὅτι Εἰμί τις·
εἰ δὲ καὶ χάριτος μέτοχος γένηται, οἰηθῆναι ὡς καταλαβὼν, ἢ γενόμενος ἐγγύτατος τοῦ βασιλέως·
ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διατρίβει.
Οὐκ ὀφείλει ἐρευνᾷν ἕκαστον,
εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν,
ἢ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύματος,
ἢ εὗρε τὸν βασιλέα, καὶ ἀνεπαύσατο,
Ἡ γὰρ ψυχὴ τοιαύτη ἐστίν·
ἔχει βάθος τι καὶ μέλη πολλά·
καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα
κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας.
Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς.
Ὁ οὖν ἄπειρος παρακαλούμενος τῇ χάριτι,
νομίζει ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε,
καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία·
τότε οὖν πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται
καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος,
καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν·
ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως,
ὃν τρόπον ὁ ὀφθαλμὸς ἐν τῷ σώματι πέπρακται·
καὶ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν·
καὶ ὁ ἀδιάκριτος, ὡς ἤδη καταλαβὼν,
οἴεταί τι περὶ αὑτοῦ καὶ τυφοῦται ὡς ἐλευθερωθείς.
Οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα·
καθὼς γὰρ εἶπον, ἔγκρυμμα ποιεῖ ὁ Σατανᾶς,
εἰς καιροὺς μὴ ἐνεργῶν,
ἵνα ποιήσῃ νομίσαι τὸν ἄνθρωπον,
ὅτι Εἰμὶ καθαρὸς καὶ τέλειος·
μὴ ὁ φυτεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν,
ἢ γεωργεῖ οἶνον, καὶ ὁ σπείρων τὸ σπέρμα ἐν τῇ γῇ,
ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς,
καὶ τὸ γεννώμενον παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν, ἢ στρατευόμενος τίρων ἤδη ἐγένετο ἀξιωματικός;
χρὴ γὰρ αὐτὸν πρῶτον κοπιάσαι,
καὶ εἰσελθόντα πόλεμον λαβεῖν τὰ νικητήρια
καὶ στεφανωθῆναι.
καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία,
καὶ τὸ λαβεῖν χάριν Θεοῦ·
ὁ δὲ ἀκμὴν οὔπω ἤρξατο ὡς δεῖ σκάπτειν
καὶ τιθέναι θεμέλιον.
Καὶ ἐν τοιούτοις ὁ νοῦς δεῖ ἀνεπίληπτος εἶναι μέτοχος χάριτος·
λοιπὸν οἴεται περὶ αὑτοῦ, καὶ ἔχει τιμίαν τὴν ψυχήν.
Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν,
ἀπὸ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν, εἰς ποῖα πάθη
καὶ σταύρωσιν ἦλθε.
∆ιὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην
ὑπερυψώθη ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς·
καὶ ὁ ὄφις ἐξ ἀρχῆς ὑπέσπειρε τῷ Ἀδὰμ ὕψωμα,
ὅτι Ὡς Θεὸς γίνῃ·
διὰ ταύτης τῆς ὑψηλοφροσύνης
εἶδες οὖν εἰς ὁποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ.
Ἐπιζητῶ δὴ ἄνθρωπον πτωχὸν τῷ πνεύματι,
καὶ οὐχ εὑρίσκω·
ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς, καὶ ᾖ ἐπιδεόμενος,
καὶ πτωχὸς καὶ παρὰ πάντων ζητῇ.
Οὕτως εἰσὶ Χριστιανοὶ ἔχοντες χάριν,
πλούσιοι εἰς Θεὸν,
πτωχοί εἰσι τῷ πνεύματι, ὡς μηδὲν ἔχοντες·
εἰσὶ πρὸς λόγον ἑκατὸν λίτραι χρυσίου ἃς ὀφείλει κτήσασθαι·
ὁ λαβὼν πέντε λίτρας ἐκορέσθη.
Εἰσὶ δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάριτος, καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν, καυχώμενοι.
Καὶ εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας,
καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκια·
τοῦτο δὲ αὐτοῖς συμβαίνει, ἢ κατ' ἄγνοιαν,
ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν.
Ἢ κατὰ κενοδοξίαν,
αἰσχυνόμενοι εἰπεῖν ὅτι ἐνεργεῖ τὸ κακόν·
ἤδη γὰρ κηρύττουσιν εἶναι ἑαυτοὺς τελείους.
Τὸ δὲ δίκαιον δεῖ ποιεῖν καὶ λέγειν τὸν ἄνθρωπον·
καὶ τὰ τῆς χάριτος ὁμολογεῖν, καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας.
Ψεύδεται γὰρ ὁ τοιοῦτος καθαρὰν λέγων ἔχειν τὴν καρδίαν·
οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα, ὡς ἄμα τὴν χάριν ἐπιδημῆσαι ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον·
παραδέδονται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ ποίδευσιν, ὃν τρόπον καὶ ὁ Ἰὼβ τῷ πειρασμῷ.
Συνεργεῖ γὰρ τὸ κακὸν τῷ ἀγαθῷ, προαιρέσει οὐ καλῇ·
τὸν δὲ Χριστιανὸν δεῖ πέντε οὐγκίας τῆς ἁμαρτίας ἔχοντα, λέγειν, ὅτι Εἴκοσιν ἔχω, καὶ πεπληρωμένος εἰμὶ τοῦ κακοῦ.
Καὶ ἔχοντα πρὸς λόγον οὐγκίας εἴκοσι τοῦ ἀγαθοῦ, λέγειν, ὅτι Ἡμιούγκιον ἔχω.
Εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν,
τὸ δίκαιον γοῦν εἰπάτω.
Ὁμολογησάτω μὲν καὶ τὴν ἐνέγρειαν τῆς χάριτος·
ὁμολογησάτω δὲ καὶ τὴν ἁμαρτίαν ἐν μέρει.
Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς, ὅτι ἔχει βάθος, ὑποδείγμασι χρώμεθα διαγράφοντας αὐτῆς τὰ μέλη.
Ὥσπερ ἵνα ᾖ ἥλιος, καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί·
ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν, καὶ ἔχῃ κλάδους·
ἢ ἵνα ᾖ πόλις μεγάλη, καὶ ἔχῃ γείτονας πολλάς·
οὕτως ἐστὶν ἡ νοερὰ οὐσία, ἡ ἀθάνατος ψυχὴ,
κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα,
εἰκὼν καὶ ὁμοίωμα Θεοῦ.
Λοιπὸν ἐλθοῦσα ἡ χάρις,
εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει·
ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς κλάδους δύο,
ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας.
Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας·
καὶ νομίζει ὅτι ὅλη δι' ὅλου, τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος καὶ τῆς λαμπρότητος γέγονε·
πρὸς λόγον πέντε λίτρας χρυσίου κτησάμενος,
δοκεῖ αὐτῷ ὅτι ἑκατὸν λίτρας ἐκτήσατο·
μὴ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ ἤδη γέγονεν ἄνθρωπος;
ἢ ὅτι θεὶς ἕνα λίθον τοῦ θεμελίου,
ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα;
ἢ ὁ σπόρος ὁ χωσθεὶς ἐπὶ τῆς γῆς,
ἤδη ἐγένετο στάχυς;
μὴ ὁ πραγματευόμενος ἅμα τοῦ ἄρξασθαι τῆς πραγματείας, ἤδη ἐπλήρωσε τὴν ἀποθήκην;
καὶ ὁ μετέχων χάριτος μικρᾶς,
παρὰ τοῦτο γέγονε Χριστιανός;
ἀκμὴν οἱ πρῶτοι καὶ οἱ μεγάλοι οὕτως εἰσὶ πρὸς τελειότητα, ὡς ὁ ὀφφικιάλιος πρὸς ἡγεμόνα·
ἢ ὡς ῥύαξ μικρὸς πρὸς Εὐφράτην ποταμόν.
Ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν τριάκοντα μονῶν, δύο ἢ τρεῖς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν·
ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν,
οὐκ ἀναγκαστική·
καὶ θεία χάρις προτρεπτική ἐστι διὰ τὸ αὐτεξούσιον καὶ λιτὸν τῆς φύσεως, λοιπὸν ἐὰν ποιήσῃ κακὰ ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ Σατανᾶ,
οὐ κρίνεται ἀντ' αὐτοῦ ὁ Σατανᾶς·
ἀλλ' αὐτὸς ὁ ἅνθρωπος τιμωρεῖται καὶ κολάζεται,
ὡς ὑπήκοος γεγονὼς τῆς κακίας ἰδίῳ θελήματι.
Ὁμοίως καὶ ἐὰν τραπῇ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν,
καὶ περιγένοιτο χάρις Θεοῦ,
οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις,
ἀλλ' ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν·
ἐπειδὴ ἑαυτῷ ἐγίνετο ὁ ἄνθρωπος αἴτιος τοῦ ἀγαθοῦ·
αὐτῆς γάρ ἐστι τῆς φύσεως οὗτος·
καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα,
καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθοῦ,
ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ
καὶ συνοῦσα ἡ θεία δύναμις,
ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου,
εἰ τιμᾷ τὴν ψυχὴν ἢ οὐ τιμᾷ·
εἰ συμφωνεῖ ἢ οὐ συμφωνεῖ·
πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν.
Ἄλλοι δὲ ἐξετράπησαν.
Λέγει γὰρ ὁ Ἀπόστολος,
Ἐναρξάμενοι πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖτε·
τῇ γὰρ φύσει νόμος οὐ κεῖται, ἀλλὰ τῇ αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν.
∆ιὸ λέγει ὁ Κύριος·
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἠθέλησα εἰ ἤδη ἀνήφθη.
Θέλει ὁ Κύριος ἀναφθῆναι τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν·
ὁμοίως πάλιν λέγει·
Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς,
ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε;
ὁρᾷς ὅτι ὁ Κύριος θέλει·
καὶ αὖ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίσαι τῷ Κυρίῳ,
καὶ εὑρεῖν ἔλεος.
καὶ ζωῆς αἰωνίου καταξιωθῆναι,
καὶ κατοικητήριον Θεοῦ γενέσθαι,
καὶ Πνεύματος ἁγίου καταξιωθῆναι,
ἵνα τοὺς καρποὺς αὐτοῦ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου δυνηθῇ ἀμώμως καὶ καθαρῶς ποιεῖν,
οὕτως ὀφείλει ἐνάρξασθαι.
Πρῶτον πιστεῦσαι τῷ Κυρίῳ βεβαίως,
καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα,
ἵνα ἐν οὐδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται.
Καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν,
καὶ μὴ ἀπογινώσκειν προσδεχόμενος τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ τὴν βοήθειαν πάντοτε,
τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων διὰ παντός.
Εἶτα βιάζεσθαι χρὴ ἀεὶ εἰς πᾶν ἀγαθὸν,
καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου,
κἂν μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν·
οἷον βιάζεσθαι ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων,
καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγεῖσθαι,
μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος,
καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται,
ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν,
καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ μόνῳ βουλόμενος ἀρέσαι.
Εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω,
καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ Κύριος·
Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθίζειν μετὰ βίας,
ὥς φησιν ὁ Κύριος·
Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ,
καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί·
καὶ πάλιν φησίν·
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε.
Καὶ πάλιν·
Βιάζεσθε·
βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν·
καὶ τό·
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.
Ἀεὶ δὲ τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν,
ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ·
καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ,
διὰ παντὸς δεόμενος καὶ πιστεύων·
ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ
καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πάσαις αὐτοῦ,
καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητήριον Ἰησοῦ Χριστοῦ·
καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν
καὶ τοῦ Κυρίου ἀεὶ μνημονεύειν,
καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς
ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ.
Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν
καὶ τὴν ἀγαθὴν σπουδὴν,
πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ,
καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ,
καὶ εἰς τὴν ταπεινοφροσύνην,
καὶ πραότητα καὶ ἀγάπην·
καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει,
καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας,
ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ·
καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ,
καὶ τῆς ἐνοικούσης ἁμαρτίας;
Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτὸν,
καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας·
μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος, ὅτε καρποφορεῖ καθαρῶς.
Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ,
οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν,
καὶ μὴ θελούσης τῆς καρδίας,
προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι,
εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον,
ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν·
κατὰ τὸ εἰρημένον·
Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί·
βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν,
μήπω ἔχοντα εὐχὴν Πνεύματος.
Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον,
καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν,
καὶ μὴ θελούσης τῆς καρδίας,
δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ,
δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν,
καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος.
Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν,
μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος,
καὶ εἰς τὴν ταπεινοφροσύνην,
καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν, οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος,
καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος.
Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως,
καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι.
Οὐκ ἔχει ταπεινοφροσύνην,
ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιάσατο εἰς τοῦτο·
οὐκ ἔχει ἀγάπην πρὸς πάντας,
ἐπεὶ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς·
χρὴ γὰρ ἕκαστον,
ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει,
καὶ μὴ θελούσης τῆς καρδίας·
οὕτως εἰς τὴν ἀγάπην, εἰς τὴν πραότητα,
καὶ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς,
κατὰ τὸ γεγραμμένον·
οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι,
καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων,
ὡς τὸ μὴ ὂν χρήσιμον, μὴ ὁμιλεῖν·
ἀλλὰ τὰ τοῦ Κυρίου μελετᾷν ἀεὶ λόγια
καὶ λαλεῖν στόματι καὶ καρδίᾳ·
οὕτως εἰς τὸ μὴ θυμοῦσθαι κατὰ τὸ εἰρημένον·
Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ·
Ἵνα οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν δώσῃ αὐτῷ ταῦτα πάντα ἀκόπως καὶ ἀβιάστως,
ἅπερ πρὶν οὕτω μετὰ βίας φυλάξαι ἠδύνατο,
διὰ τὴν οἰκοῦσαν ἐν αὐτῷ ἁμαρτίαν·
καὶ γίνεται αὐτῷ ταῦτα πάντα τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις·
τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος,
ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ,
καὶ αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ Πνεύματος.
ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ Θεοῦ,
εἰς ταῦτα δὲ ἤγουν εἰς ταπεινοφροσύνην,
εἰς ἀγάπην, εἰς πραότητα, καὶ εἰς τὰς λοιπὰς ἀρετὰς,
ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει,
ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου·
ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς,
καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα·
μὴ προευτρεπίσας δὲ ἑαυτὸν,
καὶ μὴ ἐθίσας εἰς τὰς προειρημένας ἀρετὰς,
ἢ ἀπόλλει τὴν χάριν, ἢ λαμβάνει καὶ πίπτει,
ἢ οὐ προκόπτει ὑψηλοφρονήσας·
ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι.
Τὸ γὰρ κατοικητήριον ἢ ἀνάπαυσις τοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστὶ, καὶ ἡ ἀγάπη, καὶ ἡ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί.
Ὀφείλουσιν οὖν βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον χάριν,
καὶ αὐξῆσαι καὶ τελειῶσαι ἐν τῷ ἁγίῳ Πνεύματι
καὶ βιάζεσθαι πρῶτον ἑαυτὸν φυλάσσειν πάσας τὰς ἀρετὰς,
καὶ μὴ θελούσης τῆς καρδίας, κατὰ τὸ εἰρημένον·
∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.
Ὡς γάρ τις εἰς τὴν καρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν
καὶ ἄγχει ἕως οὗ κατορθώσῃ τοῦτο·
ὁμοίως εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἕθος ἀγαθόν·
καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διαπαντὸς, καὶ τυχὼν τῆς αἰτήσεως,
αὔξει καὶ θαλεῖ ἐν αὐτῷ τὸ χάρισμα τοῦ Πνεύματος,
τὸ χάρισμα τὸ χαρισθὲν αὐτῷ ἐναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ,
καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς,
καὶ διδάσκει αὐτὸν ἀληθινὴν ἀγάπην,
ἀληθινὴν πραότητα, ἣν προεβιάσατο καὶ ἐζήτησε·
καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν Θεῷ
κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν ἀξιοῦται.
Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει.
Ποῦ γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν;
μεγάλη ὕψωσις ἡ ταπείνωσις·
καὶ τιμιότης, καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.
Ἐθίσωμεν οὖν καὶ ἡμεῖς αὑτοὺς,
καὶ ἄγξωμεν εἰς τὴν ταπεινοφροσύνην,
καὶ μὴ θελούσης τῆς καρδίας ἡμῶν,
δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ,
ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν·
ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν Πνεύματι τῷ Πατρί·
καὶ αὐτὸ τὸ Πνεῦμα εὔξηται ἐν ἡμῖν·
ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινὴν, ταπεινοφροσύνην, πραότητα, ἀγάπην,
ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν,
σπλάγχνα οἰκτιρμῶν, χρηστότητα,
καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας, ἀπόνως καὶ ἀβιάστως·
ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ·
καὶ οὕτως τῶν ἐντολῶν τοῦ Κυρίου πληρωθεισῶν ἐφ' ἡμῖν διὰ τοῦ Πνεύματος αὐτοῦ,
τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ,
καὶ καθαρίζοντος ἡμᾶς ἀπὸ τοῦ σπίλου τῆς ἁμαρτίας,
ὥσπερ νύμφας καλὰς καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.
∆όξα τοῖς οἰκτιρμοῖς αὐτοῦ, καὶ τῷ ἐλέει,
καὶ τῇ ἀγάπῃ αὐτοῦ,
ὅτι εἰς τοσαύτην τιμὴν κατηξίωσε τὸ ἀνθρώπινον γένος, ἰδίους ἀδελφοὺς καὶ υἱοὺς Πατρὸς ἐπουρανίου
καταξιῶν καὶ προσαγορεύων.
∆όξα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου